Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις την έγερσιν του Λαζάρου και εις τα Βαΐα

Κοντάκια που εξυμνούν την έγερση του τετραήμερου Λαζάρου και την θριαμβευτική είσοδο του Χριστού στα Ιεροσόλυμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 13 από 23

Τῷ σαββάτῳ τῆς ϛʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον ᾀδόμενον εἰς τὸν δίκαιον καὶ τετραήμερον Λάζαρον, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 〈ἦχος〉 πλ. βʹ Προοίμιον Ἐπέστης ἐν τῷ τάφῳ τοῦ Λαζάρου, Κύριε, καὶ τοῦτον τετραήμερον ἐκ νεκρῶν ἀνέστησας, δεσμεύσας τὸν Ἅιδην, δυνατέ· Μαρίας δὲ καὶ Μάρθας οἰκτείρας τὰ δάκρυα, ἐβόας πρὸς αὐτάς· «Ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Τὴν ταφὴν βλέποντες καὶ τοὺς ἐν τῇ ταφῇ κλαίομεν, ἀλλ᾽ οὐκ ὀφείλομεν· καὶ γὰρ οἴδαμεν πόθεν ἐξῆλθον καὶ ποῦ πέλουσι νῦν καὶ τίς ἔχει αὐτούς.

Ἐξῆλθον μὲν τῆς προσκαίρου ζωῆς, ἀπαλλαγέντες τῶν πόνων αὐτῆς· πέλουσι δὲ ἐν ἀναπαύσει, προσδοκῶντες τὴν θείαν φαῦσιν· ἔχει τούτους ὁ φιλάνθρωπος ἀποδύσας τὸ πρόσκαιρον ἔνδυμα, ἵν᾽ ἐνδύσῃ αἰώνιον σῶμα.

Τί οὖν μάτην ὀδυρόμεθα; Τί ἀπιστοῦμεν τῷ βοῶντι Χριστῷ· «Ὁ πιστεύων μοι οὐκ ἀπόλλυται· κἂν γὰρ ἴδῃ φθοράν, ἀλλὰ μετὰ φθορὰν ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις»; Ὁ πιστὸς πάντοτε ὅ τι ἂν βούλεται δύναται, ἐπειδὴ κέκτηται τὴν τὰ πάντα ἰσχύουσαν πίστιν δι᾽ ἧς παρὰ Χριστοῦ ἰσχύει ὃ ζητεῖ. 〈Ἡ〉 πίστις 〈γὰρ〉 μέγα κτῆμά ἐστιν, ἣν ἔχων ἄνθρωπος πάντων κρατεῖ· εἶχον αὐτὴν καὶ ἐκαυχῶντο Μαρία ὁμοῦ καὶ Μάρθα, καὶ ὡς εἶδον ἀσθενήσαντα τὸν πιστὸν ἀδελφὸν αὐτῶν Λάζαρον, πρὸς τὸν πλάστην ἀπέστειλαν ταύτην, «Σπεῦσον, λέγουσαι, δέσποτα· ἴδε οὗτος ὃν φιλεῖς ἀσθενεῖ· ἀλλὰ πρόφθασον καὶ σωθήσεται· ἐὰν γὰρ ἐπιφάνῃς τὸ πρόσωπόν σου, ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ 〈καὶ ἀνάστασις.〉» Ὑπὸ τῆς πίστεως τῶν γυναίων κληθείς, ἔρχεται ὁ αὐτεπάγγελτος ἰατρὸς τῶν ψυχῶν καὶ σωμάτων βοήσας παραυτὰ πρὸς τοὺς φίλους αὐτοῦ· «Ἐγέρθητε, πορευθῶμεν ἡμεῖς ἐν Ἰουδαίᾳ οὗ ἦμέν ποτε· ἐπιστολὴν γὰρ ἐδεξάμην ἣν ἡδέως ἀναγινώσκω· καὶ γὰρ πίστις ὑπηγόρευσε, καὶ ἐλπὶς ἀδιάπτωτος ἔγραψε, καὶ ἀγάπη ἐσφράγισε ταύτην.

Τί δὲ κρύπτω τὰ φαινόμενα; Μάρθα 〈–⏑〉 καὶ Μαρία πιστῶς ἐδεήθη μου διὰ Λάζαρον ὅτι νῦν ἀρρωστεῖ· ἐὰν οὖν ἐπιστῶ, ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Ταῦτα φθεγξάμενος ὁ ἐπιστάμενος ἅπαντα τὰ ἐνθυμήματα τότε ἔμεινε δύο ἡμέρας ἐν τῷ τόπῳ οὗ ἦν, ὡς λέγει ἡ γραφή.

Παρέμεινεν ἵνα φανερωθῇ ἡ γνώμη τῶν ἀγαπώντων αὐτόν· καὶ γὰρ ἠγάπων τὸν δεσπότην Μάρθα, Λάζαρος καὶ Μαρία, οὐ ποτὲ μὲν καὶ οὐκ ἄλλοτε, ἀλλὰ πάντοτε, 〈πάντες〉 προσμένοντες ἐν ἀνέσεσι καὶ ἐν ἀνάγκαις.

Ὅθεν οὕτως τὴν διάθεσιν πλέον αὔξουσαν θεωρῶν ὁ Χριστὸς τὴν μὲν ἔσωσε, τὴν δὲ ἔστεψε· περὶ γὰρ τοῦ Λαζάρου εἰρήκει αὐταῖς· «Ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Ἀλλ᾽ εἰκὸς λέγετε· «Ποίαν μὲν ἔστεψε δήλωσον, ποίαν δὲ ἔσωσε· τὸν γὰρ Λάζαρον οἴδαμεν ὅτι τῆς τοῦ Ἅιδου χειρὸς ἐξήρπασε Χριστός.» Μαρία ἦν, ὡς φησὶν ἡ γραφή, ἣν ἔσωσεν ἐκ δαιμόνων ἑπτά, ἥτις καὶ ἤλειψε τῷ μύρῳ τὸν δοτῆρα τῶν ἀρωμάτων, καὶ ἐξέμαξε θριξὶ πόδας τοὺς καθάραντας ὅλον τὸν ἄνθρωπον ἀπὸ τῆς τοῦ δολίου κηλῖδος.

Μάρθαν τότε ἐστεφάνωσεν ὅτε πόθῳ διηκόνει αὐτοῖς, ἣν καὶ κλαίουσαν παρεθάρρυνε περὶ τοῦ ἀδελφοῦ αὐτῆς, λέξας αὐτῇ· «Ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ 〈καὶ ἀνάστασις〉.» Πάλιν ὁ Κύριος τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν· «Ἴδε νῦν Λάζαρος ὁ φίλος ἡμῶν ἐκοιμήθη, καὶ θέλω ἀπελθεῖν ἀφυπνίσαι αὐτόν.» Ἠγνόουν δὲ ὅτι ὁ λυτρωτὴς κοίμησιν εἶπε τὴν θνῆσίν ποτε· εἴπερ οὖν ἦν ἐκεῖ ὁ Παῦλος, τὸν τοῦ Λόγου ἐνόει λόγον· παρ᾽ αὐτοῦ γὰρ διδασκόμενος, ταῖς αὐτοῦ ἐκκλησίαις ἐπέστελλε τοὺς νεκροὺς λέγων κεκοιμημένους.

Τίς γὰρ θνῄσκει τὸν Χριστὸν στέργων; Πῶς δὲ πίπτει ὁ ἐσθίων αὐτόν; Τὸ μυστήριον φυλακτήριον ἔχει ἐν τῇ ψυχῇ· ἐὰν οὖν καὶ φθαρῇ, ἀναστήσεται, στήσεται λέγων· «Σὺ εἶ ζωὴ 〈καὶ ἀνάστασις.〉» Ἐπεὶ οὖν ἔγνωσαν ὅτι ὁ Κύριος κοίμησιν εἶπε τὸν θάνατον —καὶ γὰρ εἶπεν αὐτοῖς παρρησίᾳ· «Ὑπάγω τὸ λοιπὸν ἀναστῆσαι αὐτόν»—, διένευον πρὸς ἀλλήλους εἰκὸς χειρὶ λαλοῦντες καὶ τῇ κορυφῇ· «Θαῦμα πρὸ θαύματος ὁρῶμεν, διὰ τοῦτο καὶ δειλιῶμεν· οὐ γὰρ ἔμαθεν ἃ ἔφησεν, ὅτι Λάζαρος τέθνηκεν, ἀλλ᾽ ἀσθενεῖ, καὶ προλέγει ἃ μέλλομεν βλέπειν.» φόβος, θάμβος καὶ κατάπληξις.

Τινὲς εἶπον τοῦτον ἄνδρα ψιλόν, κα<ὶ ο>ὐκ ᾐσχύνθησαν τὴν ἰσχὺν αὐτοῦ, ὅτι λόγον ἐρεῖ, καὶ εὐθὺς ὁ φθαρεὶς ἀναστήσεται, στήσεται λέγων· «Σὺ εἶ 〈ζωὴ καὶ ἀνάστασις〉.» Ἰησοῦς ἔρχεται εἰς Ἰουδαίαν νῦν σώματι· τῇ γὰρ θεότητι περιέπει ἀεὶ καὶ κατέχει τὴν γῆν καὶ τοὺς ἐκ γῆς ὡς ἀκρίδας οἰκτράς.

Ἐλήλυθεν οὖν ὁ πάντα πληρῶν ἐν Βηθανίᾳ τὰ θεῖα τελῶν· τῶν δὲ ποδῶν αὐτοῦ τὸν κτύπον ὡς ἀκούσας ὁ Ἅιδης τότε, τῷ Θανάτῳ ἐψιθύριζε· «Τίνες οὗτοι οἱ πόδες, ὦ Θάνατε, οἱ πατήσαντες τὴν κεφαλήν μου;

Οἴμοι, τάχα Ἰησοῦς πέλει, πάλιν ἦλθεν ἀναπράξας ἡμᾶς· ἀποφεύγει οὖν, ὡς τὸ πρότερον ὁ τῆς χήρας υἱός, καὶ ὁ Λάζαρος νῦν· ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις. Νικητὰ Θάνατε, ἀκαταγώνιστε, ἄκουσον Ἅιδου τοῦ φίλου σου, καὶ ἀνέθητι τούτων τῶν κόπων· μὴ φέρε μοι τροφήν, οὐ πέπτω γὰρ αὐτήν· προσάγεις μοι δεδεμένους νεκρούς, καὶ καταπίνων εὐθέως ἐμῶ· χαίρω καὶ αἴρω θαπτομένους, οὐ κατέχω δὲ φθειρομένους· τοὺς ἐντός μου ἀναπράττομαι καὶ οὓς ἡτοιμάσω μοι ἁρπάζομαι· διὰ τί οὖν [σὺ] μάτην ταράττῃ;

Παῦσαι, στεῖλον, ὦ Θάνατε· κτῆσαι φίλον τὸν ἐκ τῆς Ναζαρέτ· ὑποτάγηθι ἐνθυμούμενος ὅτι ὁ τετραήμερος μετὰ μικρὸν ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Ὅτε δὲ ἤκουσε τούτων, ὁ Θάνατος ἔβρυξεν, ὅθεν ἐκραύγασε καὶ θυμούμενος ἔφη τῷ Ἅιδῃ· «Ὡς ἄμοιρος κακῶν καλῶς μοι παραινεῖς· νουθέτησον τὴν γαστέρα τὴν σὴν ἣν οὐκ ἐχόρτασας ἕως τοῦ νῦν· καὶ γὰρ ἀπέκαμόν σοι φέρων, καὶ οὐκ εἶπας λοιπόν· ‘Ἀρκεῖ μοι,’ ἀλλ᾽ ἡπλώθης ὡς ἡ θάλασσα, ποταμοὺς τελευτώντων δεχόμενος καὶ μηδέποτε κόρον λαμβάνων.

Τί οὖν ταῦτα πρὸς ἐμὲ φθέγγει; Πρῶτον μάθε ἃ διδάσκεις ἐμὲ καὶ ἡσύχασον καὶ εὐτάκτησον· ὃν γὰρ ἔχεις ἐντὸς μετὰ μίαν ῥοπὴν ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ [ζωὴ καὶ ἀνάστασις.] Ὕδωρ σοι ἔδοξεν ἡ ζωὴ τῶν βροτῶν πάντοτε, ὅθεν ἐπλάτυνας κα<ὶ ο>ὐκ ἐπαύσω ἀεὶ καταπίνων· ἀρκέσθητι οὐκοῦν, μὴ πληθύνῃς σαυτῷ.

Οἱ πόδες γὰρ ὧν ἀκούεις φωνήν, 〈ὡς〉 ἀφορῶ, ἀπειλοῦντός εἰσι, βήματα μὲν ἐμβριμωμένου, κατὰ σοῦ δὲ ὀργιζομένου, τῷ μὲν τάφῳ προσεγγίζοντος, τὰς δὲ πύλας σου διαλακτίζοντος καὶ τὴν σὴν κοιλιὰν ἐρευνῶντος.

Μᾶλλον ἦλθεν ὁ καθαίρων σε· χρῄζεις τούτου, ἐξωγκώθης γὰρ σύ· ἐλαφρύνει οὖν, ἐὰν Λάζαρος, ἀπὸ τῶν ἐντοσθίων σου ἐκκενωθείς, ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ 〈καὶ ἀνάστασις.〉 —Ῥυπαρὰ ῥήματα καὶ αἰσχύνης μεστὰ φθέγγῃ μοι Ἅιδῃ τῷ φίλῳ σου, καὶ ὁρῶν τὰ κακὰ ἐπιχαίρεις· ἐγὼ δὲ δι᾽ αὐτὰ δακρύω ἐμαυτόν· τὰ μέλη γὰρ τοῦ Λαζάρου ὁρῶ ἅπερ διέλυσε πρὶν ἡ φθορὰ ὡς προσδοκῶντα ἀναστῆναι· μελετᾷ γὰρ συναθροισθῆναι, ὅτι ἕρπουσιν ὡς μύρμηκες, ἐπειδὴ ἀνεχώρησαν σκώληκες καὶ ἀφῆκεν αὐτὰ δυσοσμία.

Οἴμοι, ὄντως Ἰησοῦς ἦλθεν· οὗτος, πέμψας τὴν ὀσμὴν πρὸς ἡμᾶς, τὸν ὀζέσαντα εὐωδίασε· καὶ λοιπὸν ὁ φθαρεὶς ἅμα καὶ τεφρωθεὶς ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Ὡς οὖν ἀκήκοε τούτων ὁ Θάνατος, ἔκραξεν, εἶτα καὶ ἔδραμεν, τῇ παλάμῃ τὸν Ἅιδην κατέχων· καὶ βλέπουσιν ὁμοῦ τεράστια, φρικτά· τὴν ὄσφρησιν τοῦ υἱοῦ τοῦ Θεοῦ ἐνειραμένην τῷ φίλῳ αὐτοῦ, ἐξευτρεπίζουσαν τὸ σῶμα πρὸς τὴν κλῆσιν τοῦ ζωοδότου, τὰς μὲν τρίχας εὐθετίζουσαν, τοὺς ὑμένας δὲ τούτῳ, ὑφαίνουσαν καὶ τὰ σπλάγχνα αὐτῷ συνιστῶσαν, φλέβας πάσας διατείνουσαν, αἷμα πάλιν ἐπαφοῦσαν αὐταῖς, ἀρτηρίας δὲ καταρτίζουσαν, ἵνα ἕτοιμος Λάζαρος, ὅταν κληθῇ, ἀναστήσεται, στήσεται λέγων· «Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Μόνον οὖν ἴδοσαν Ἅιδης καὶ Θάνατος ἅπαντα ταῦτα γινόμενα, ὀδυνώμενοι εἶπον ἀλλήλοις· «Οὐκέτι τὰ ἡμῶν φανεῖται ἢ κρατεῖ· ἐγένετο ἡ ταφὴ ὡς βαφὴ μεταποιοῦσα φθορὰν εἰς ζωήν· νῆμα λελόγισται τὸ μνῆμα καὶ ὁ θέλων ἀκόπως τέμνει, καὶ κομίζεται ὃν βούλεται, ἀδελφόν, ὑϊὸν 〈ἢ〉 θυγάτριον, καὶ γελῶσιν ἡμᾶς οἱ γεώδεις.

Δοῦλος ἅμα καὶ ἐλεύθερος, εἴ τις θέλει, διαρπάζει ἡμᾶς· κἂν οὐράνιος, κἂν ἐπίγειος, ῥῆμα μόνον ἐρεῖ, καὶ εὐθὺς ὁ φθαρεὶς ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις. Ἀπὸ γῆς γέγονεν ὁ Ἠλίας ποτὲ ἄνθρωπος, καὶ ὡς ἠθέλησε τὸν υἱὸν ἀναστῆσαι τῆς χήρας, παρέσχε δι᾽ ἡμῶν ὧν ἔφαγε μισθόν.

Ἀνάλωσε τῆς πτωχῆς τὴν τροφήν, δεδώκαμεν δὲ ἡμεῖς τὴν τιμήν· ὁ μὲν προφήτης διετράφη, ὁ δὲ Θάνατος διεστράφη σὺν τῷ Ἅιδῃ ἀπαιτούμενος τὸ παιδάριον ὃ ἐθανάτωσαν οἱ κλαυθμοὶ καὶ εὐχαὶ τῶν πεινώντων.

Γῆ γὰρ πᾶσα διεφθείρετο πείνῃ, δίψῃ, οὐ γὰρ ἦν ὑετός· ὁ παρθένος δὲ εὐφραινόμενος πρὸς τὴν χήραν φησίν· ‘Τὸν υἱόν σου ζητεῖς; Ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.’ Νεαρὸν ἥττημα τοῦ ἀρχαίου ἡμῖν πτώματος λήθην ἐποίησε, καὶ λοιπὸν ὡς οὐδὲν ὁ Ἠλίας σὺν τῷ Ἐλισσαιὲ παρῆλθεν ἀφ᾽ ἡμῶν· εὑρίσκονται δὲ ἀκμὴν ἐν ἡμῖν οἱ μώλωπες τῶν τραυμάτων αὐτῶν, μάλιστα δὲ τοῦ Ἐλισσαίου τοῦ ποιήσαντος μεγαλεῖα· ζῶν γὰρ νέκυν ἐξανέστησε, καὶ θανὼν τοῦ θανάτου ἀφήρπασε τὸν νεκρὸν τὸν αὐτῷ προσριφέντα.

Τοῦτο πάντας ἐπιστώσατο ὅτι θνῄσκει τῶν πιστῶν οὐδὲ εἷς, ἀλλὰ ζήσεται, ὅταν μάλιστα τῶν ἁγίων τοῖς σώμασι προσκολληθῇ, ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Οἱ μὲν οὖν ἅπαντα ταῦτα ἐλάλησαν, στένοντες καὶ ὀδυνώμενοι ἐπὶ τῇ τοῦ θανέντος ἐγέρσει, θρηνοῦντες ἑαυτοὺς καὶ πάντα τὰ αὐτῶν.

Ὁ πλάστης δὲ δι᾽ ὃν καὶ παρῆν κατέλαβε τοῦ νεκροῦ τὴν ταφήν, μετὰ τὸ δῆθεν ἐρωτῆσαι ποῦ ὁ Λάζαρος κατετέθη· εἰρωνείᾳ γὰρ ἠρώτησεν ὁ παλάμῃ ποιήσας τὸν ἄνθρωπον, «Ποῦ κατάκειται Λάζαρος;» λέγων· θέλει γνῶναι ἃ ἐπίσταται· ὥσπερ εἶπεν πρώην· «Ποῦ εἶ, Ἀδάμ;» οὕτως ἔλεγεν· «Ποῦ ὁ Λάζαρος;» ὁ τῇ Μάρθᾳ 〈⏑–⏑〉 εἰπὼν πρὸ μικροῦ· «Ἀναστήσεται, στήσεται λέγων· Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.» Ὑψηλὲ Κύριε, ταπεινῶν δὲ πατὴρ εὔσπλαγχνε, ὁ ἐκ τοῦ μνήματος ὡς ἐκ βήματος ἐξαναστήσας τὸν Λάζαρόν ποτε ζωώσας τῇ φωνῇ, παράσχου τοῖς προλαβοῦσιν ἡμᾶς τὸ πρόσωπόν σου ἰδεῖν ἱλαρόν· δὸς καὶ ἡμῖν ἐν ἡσυχίᾳ τὸν παρόντα καιρὸν βιῶσαι καὶ τὸ τέλος τὸ ἀρέσκον σοι, ἵνα ζῶντες ὁμοῦ τε καὶ θνῄσκοντες τῇ βουλήσει σου κυβερνηθῶμεν.

Νεῦσον, κέλευσον, δέσποτα, λέξον, θέλησον σῶσαι ἡμᾶς· οὐκ ἀπόλλεις γὰρ τὸν ποθοῦντά σε, ἀλλὰ ζῶντα κρατεῖς καὶ θανόντα καλεῖς, κα<ὶ ἀ>ναστήσεται, στήσεται λέγων· «Σὺ εἶ ζωὴ καὶ ἀνάστασις.»

Ἕτερον κοντάκιον εἰς τὸν ὅσιον καὶ δίκαιον Λάζαρον τὸν τετραήμερον, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος βʹ, πρός· Τὰ ἄνω ζητῶν. Προοίμιον Ὁ πάντων, Χριστέ, τὴν γνῶσιν ἐπιστάμενος, τὸν τάφον μαθεῖν ἠρώτας τοῦ Λαζάρου, καὶ ἐλθὼν αὐτὸν ἤγειρας τεταρταῖον ὄντα, παντοδύναμε, κατοικτειρήσας ὡς εὔσπλαγχνος Μαρίας καὶ Μάρθας τὰ δάκρυα.

Τὸν ὀδυρμὸν Μαρίας καὶ Μάρθας ἐπιστὰς ὁ δεσπότης, μεταβάλλει εὐθὺς ἐγείρας αὐτῶν τὸν σύγγονον· ἦν οὖν ἰδέσθαι θαῦμα θαυμάτων, πῶς ὁ ἄπνους ἐξαίφνης ἔμπνους ὡρᾶτο. Τῆς γὰρ φωνῆς κατελθούσης, τοῦ ᾅδου συνέσεισε τὰ κλεῖθρα πύλας τε ἅμα καὶ μοχλοὺς τοῦ θανάτου συνέτριψε, νεκρὸν δὲ αὖθις ἀνέστησε τεταρταῖον, οἰκτείρας ὡς εὔσπλαγχνος Μαρίας καὶ Μάρθας τὰ δάκρυα.

Ὅλοι συνδράμωμεν μετὰ πόθου ἕως τῆς Βηθανίας τοῦ ἰδέσθαι ἐκεῖ Χριστὸν τὸν φίλον δακρύοντα· θέλων γὰρ πάντα νομοθετῆσαι, πάντα πράττει τῇ φύσει διπλοῦς ὑπάρχων· πάσχει μὲν οὖν ὡς υἱὸς τοῦ Δαυίδ, ὡς υἱὸς δὲ Θεοῦ τὸν κόσμον πάντα λυτροῦται ἀπὸ πάσης κακίας τοῦ ὄφεως, καὶ τεταρταῖον τὸν Λάζαρον ἀνιστᾷ, οἰκτειρήσας ὡς εὔσπλαγχνος Μαρ〈ίας καὶ Μάρθας τὰ δάκρυα〉.

Ὑπὸ τῆς πίστεως αἱ γυναῖκες συνεχόμεναι ἅμα τῷ Χριστῷ καὶ Θεῷ προκαταγγέλλουσι θάνατον τὸν τοῦ συγγόνου, λέγουσαι οὕτως· «Σπεῦσον, φθάσον, ὁ ἀεὶ παρὼν ἐν πᾶσι· Λάζαρος γάρ, ὃν φιλεῖς, ἀσθενεῖ· ἐὰν οὖν ἐπιστῇς, ὁ θάνατος δραπετεύσει καὶ ὁ φίλος φθορᾶς λυτρωθήσεται· οἱ δὲ Ἑβραῖοι θεάσονται ὅτι σὺ κατοικτείρεις ὡς εὔσπλαγχνος Μαρίας καὶ Μάρθας 〈τὰ δάκρυα〉.» Τοῖς μαθηταῖς ὁ κτίστης τῶν ὅλων προηγόρευσε λέγων· «Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται», μυστικῶς τούτους προεκδιδάσκων ὅτι πάντα γινώσκει ὡς κτίστης πάντων. «Ἄγωμεν οὖν, πορευθῶμεν καὶ ἴδωμεν ξένην ταφὴν, καὶ θρῆνον τὸν τῆς Μαρίας καὶ τῆς Μάρθας ταχὺ ἀπαλείψωμεν· τὸν Λάζαρον γὰρ ἐκ τῶν νεκρῶν ἀναστήσας, οἰκτείρω ὡς εὔσπλαγχνος 〈Μαρίας καὶ Μάρθας τὰ δάκρυα〉.» Ἅμα δὲ ἤκουσαν τῶν ῥημάτων, οἱ ἀπόστολοι πάντες ὡς ἐκ μίας φωνῆς ἐβόησαν πρὸς τὸν Κύριον· «Ὕπνος ἀνθρώποις πρὸς σωτηρίαν, οὐχὶ δὲ πρὸς ἀπώλ<εια>ν πάντως ὑπάρχει.» Ὅθεν αὐτὸς παρρησίᾳ ἐβόα· «Ἀπέθανεν· ἀπὼν γὰρ ὡς βροτὸς πέλω, ὡς Θεὸς δὲ τὰ πάντα ἐπίσταμαι.

Ἐὰν οὖν ὄντως προφθάσωμεν, τὸν νεκρὸν ἀναστήσω καὶ παύσω νῦν Μαρίας καὶ Μάρθας τὰ δάκρυα.» Πάντες ὁμοῦ ἐπέστησαν τότε, προϋπήντων δὲ τούτοις καὶ ἐβόων πικρῶς Μαρία τε καὶ ἡ σύγγονος· «Κύριε, ποῦ ἦς; Ὅτι παρῆλθεν ὃν ἐπόθεις, καὶ ἤδη παρὼν οὐκ ἔστι.» Ταῦτα αὐτῶν ἐκβοώντων, αὐτὸς ὑπεδάκρυσεν· ἠρώτα δέ· «Ποῦ ὁ τάφος τοῦ ἐμοῦ προσφιλοῦς, ὅνπερ μέλλω νῦν δεσμῶν τοῦ ᾅδου λυτρώσασθαι, κατοικτείρας ὡς μόνος φιλάνθρωπος Μαρίας καὶ 〈Μάρθας τὰ δάκρυα〉;» Ἐπιστὰς οὖν ἐπὶ τὸ μνημεῖον, ὁ ἐν κόλποις ὑπάρχων τοῦ ἰδίου Πατρὸς ὡς γόνος τούτου ἐβόησε· «Σύ με ἀπέστειλας εἰς τὸν κόσμον ὅπως τοὺς νεκρωθέντας ζωοποιήσω.

Ἤλυθα οὖν καὶ ἐνταῦθα ἐγεῖραι τὸν Λάζαρον καὶ δεῖξαι τοῖς Ἰουδαίοις ὅτι μέλλω ἐκ τάφου ἀνίστασθαι τριήμερος, ὁ τὸν φίλον μου τεταρταῖον ζωώσας, οἰκτείρας νῦν Μαρίας καὶ Μάρθας 〈τὰ δάκρυα〉.» Ἵνα δὲ παύσῃ Μάρθας τὸν θρῆνον, ὁ σωτὴρ τῶν ἁπάντων προσφωνήσας αὐτῇ θεϊκῶς τότε ἐφθέγξατο· «Ἐγὼ ὑπάρχω τὸ φῶς τοῦ κόσμου καὶ ἀνάστασις πάντων τῶν νεκρωθέντων· ὁ εἰς ἐμὲ πεποιθὼς εἰς αἰῶνας οὐ θνήξεται· εἰς τοῦτο γὰρ ἐπεφάνην τὸν Ἀδὰμ ἀναστῆσαι καὶ τοὺς Ἀδάμ, καὶ τεταρταῖον τὸν Λάζαρον ἐξεγεῖραι, οἰκτείρας ὡς εὔσπλαγχνος Μαρίας 〈καὶ Μάρθας τὰ δάκρυα〉.» Νεύματι οὖν ἰδίῳ κελεύσας, ἐσαλεύθη ὁ ᾅδης καὶ θανάτου ἰσχὺς καὶ διαβόλου τὸ φρύαγμα, ὅτε ἐφώνει τὸν τεταρταῖον ἐκ τῶν καταχθονίων τοῦτον ἐγείρας· ὅνπερ ἰδὼν Ἀβραάμ τε καὶ πάντες οἱ δίκαιοι ἐβόων· «Νυνὶ θαρσεῖτε, ὅτι ἥκει ἡ πάντων ἀνάστασις δεσμῶν θανάτου λυτρώσασθαι ὃν φιλεῖ, κατοικτείρας ὡς εὔσπλαγχνος Μαρίας καὶ Μάρθας 〈τὰ δάκρυα〉.» Ὃν πρὸς ὀλίγον ἔσχε δεσμώτην κάτω Λάζαρον Ἅιδης, ὡς αἰχμάλωτος νῦν ὁρᾶται τοῦτον στερούμενος· τοῦ βασιλέως γὰρ τῶν ἀγγέλων ἐπελθόντος, δαιμόνων ἰσχὺς ἐλύθη, καὶ ὁ πρὸς γῆς τῇ κοιλίᾳ συρόμενος ὄφις νῦν ξυλίνῃ λόγχῃ τὰ στέρνα κεντηθείς, ὡς νεκρὸς ἀποδείκνυται· Ἀδὰμ δὲ χαίρει, θεώμενος τὸν Χριστὸν κατοικτείροντα ὡς ἀγαθὸν Μαρίας 〈καὶ Μάρθας τὰ δάκρυα〉.

Ὑπεξελθὼν τοῦ τάφου ὁ φίλος σουδαρίῳ τὰς ὄψεις καὶ τὰς χεῖρας αὐτοῦ συνδεδεμένος ἐδείκνυτο· λύουσι τοῦτον οἱ δεσμευθέντες τὰς καρδίας τῷ φθόνῳ τῆς βασκανίας καὶ τοῖς ὠσὶν ὡς ἀσπίδες βυοῦντες καὶ πρὸς σφαγὴν ἀδικωτάτην τὰς χεῖρας ἑτοιμάζοντες, ὅπως ἐκχέωσιν ἀθῷον αἷμα καὶ δίκαιον τοῦ νεκροὺς ἀνιστῶντος καὶ παύσαντος Μαρίας 〈καὶ Μάρθας τὰ δάκρυα〉.

Ῥήματα παίδων ἀκηκοότες καθαρᾶς ἐκ καρδίας καὶ χειλέων ἁγνῶν, θορύβου πάντες ἐπλήσθησαν λέγοντες ἅμα· «Τίς ἐστιν οὗτος;» Ὢ μανίας καὶ πάσης ἀσυνεσίας. Οἱ πρὸ μικροῦ ἀνιστάμενον βλέποντες τὸν ἐν νεκροῖς ὑπάρχοντα ὀδωδότα, ἀγνοοῦσι τίς ἤγειρε καὶ ἔλυσε φωνῇ τοῦ Ἅιδου τὴν δύναμιν καὶ κατέπαυσε φύσει ὡς εὔσπλαγχνος 〈Μαρίας καὶ Μάρθας τὰ δάκρυα〉.

Ὢ τῆς ἀφάτου σου εὐσπλαγχνίας, Ἰησοῦ πανοικτίρμον· ὁ δ<ι᾽ ἐ>μὲ κατ᾽ ἐμὲ γενόμενος, ὡς ηὐδόκησας, πῶς ἐπὶ πώλου μετριάζεις καὶ εἰς πόλιν προφθάνεις τῶν θεοκτόνων, ὧν τὴν δεινὴν ἀπιστίαν προβλέπων, ἐκέλευσας χερσὶν ἰδίαις Λαζάρου τὰ δεσμὰ διαλῦσαι, ἵν᾽ ἰδῶσι ὃν μετ᾽ ὀλίγον βουλεύονται ἀποκτεῖναι, μηδ᾽ ὅλως οἰκτείροντες Μαρίας καὶ Μάρθας 〈τὰ δάκρυα〉.

Μετὰ βαΐων πάντες ἐξῆλθον εἰς ἀπάντησιν, σῶτερ, τῆς ἐλεύσεώς σου, τὸ ὡσαννά σοι κραυγάζοντες. Νῦν δὲ ἡμεῖς τὸν ὕμνον οἱ πάντες ἐκ στομάτων οἰκτρῶν προσφέρομέν σοι, τοὺς τῆς ψυχῆς ἐπισείοντες κλάδους, καὶ κράζομεν· «Ὁ ὢν ἐν τοῖς ὑψίστοις σῶσον κόσμον ὃν ἔπλασας, Κύριε, καὶ ἁμαρτίας ἐξάλειψον τὰς ἡμῶν, ὥσπερ πρώην ἐξήλειψας Μαρίας καὶ Μάρθας 〈τὰ δάκρυα〉.» Ἄγει πανήγυριν ἐτησίαν ἡ σεπτὴ Ἐκκλησία συγκαλοῦσα πιστῶς τὰ τέκνα ταύτης, φιλάνθρωπε, μετὰ βαΐων προσυπαντῶσα καὶ χιτῶνας στρωννύουσα εὐφροσύνης, ὅπως αὐτὸς μετὰ τῶν μαθητῶν σου καὶ φίλων σου τοὺς πόδας ἐπιβιβάσῃς καὶ εἰρήνην βαθεῖαν τοῖς δούλοις σου ἐπιβραβεύσῃς καὶ θλίψεως ἀπαλλάξῃς, ὡς πρώην ἀπήλειψας Μαρίας καὶ Μάρθας τὰ δάκρυα.

Νεῦσον τὸ οὖς σου, Θεὲ τῶν ὅλων, καὶ ἡμῶν δεομένων ἄκουσον, καὶ δεσμῶν τῶν τοῦ θανάτου ἐξάρπασον· οἱ γὰρ ἐχθροὶ ἡμῶν ἀεὶ κυκλοῦντες ὁρατῶς καὶ ἀοράτως ἐπαπειλοῦσι τοῦ θανατῶσαι ἡμᾶς καὶ τὴν πίστιν ἁρπάσαι λοιπόν· ἀνάστα, καὶ διὰ τάχους ἀπολέσθωσαν πάντες καὶ γνώτωσαν ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ οἰκτείρεις ἡμᾶς, ὥσπερ ᾤκτειρας Μαρίας καὶ Μάρθας 〈τὰ δάκρυα〉.

Οἱ νεκρωθέντες ταῖς ἁμαρτίαις καὶ ἐν τάφῳ οἰκοῦντες ἀπὸ γνώσεως κακῶν, τὰς ἀδελφὰς μιμησώμεθα τοῦ πιστοῦ Λαζάρου, Χριστῷ βοῶντες ἐν κλαυθμῷ καὶ ἐν πίστει καὶ τῇ ἀγάπῃ· «Σῶσον ἡμᾶς, ὁ βουλήσει γενόμενος ἄνθρωπος, καὶ τάφου ἁμαρτημάτων ἐξανάστησον, μόνε ἀθάνατε, λιταῖς Λαζάρου τοῦ φίλου σου, ὃν ἐγείρας ἀπήλειψας, Κύριε, Μαρίας καὶ Μάρθας 〈τὰ δάκρυα〉.» Ὕλην ῥευστὴν μισήσωμεν πάντες καὶ Χριστῷ τῷ σωτῆρι ὑπαντήσωμεν νῦν ἐν Βηθανίᾳ σπεύδοντι, ὅπως αὐτῷ συνεστιαθῶμεν σὺν τῷ φίλῳ Λαζάρῳ καὶ ἀποστόλοις, καὶ ταῖς αὐτῶν ἱκεσίαις ῥυσθῶμεν τῶν πρώην κακῶν· τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα καθαρθέντες, ἀμέμπτως ὀψόμεθα αὐτοῦ τὴν θείαν ἀνάστασιν ἣν παρέσχεν ἡμῖν, ἀφελόμενος Ἀδάμ τε καὶ Εὔας τὰ δάκρυα.

Προοίμιον Ἡ πάντων χαρά, Χριστός, ἡ ἀλήθεια, τὸ φῶς, ἡ ζωή, τοῦ κόσμου ἡ ἀνάκλησις τοῖς ἐν γῇ πεφανέρωται τῇ αὐτοῦ ἀγαθότητι, γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν. Ὁ οὐρανὸν καὶ γῆν στερεώσας, ἥλιον καὶ σελήνην καὶ ἀστέρων πληθὺν μετὰ βροτῶν συναυλίζεται· πάντας διδάσκων καταφωτίζει καὶ παράδοξα τούτοις θαυματουργῶν τε.

Ἦλθε καὶ νῦν Βηθανίᾳ τῇ κώμῃ τοῦ σῶσαι αὐτοὺς, καὶ δεῖξαι τέρατα θεῖα, καὶ ἐγεῖραι τὸν φίλον τὸν Λάζαρον, τὰ πάντα θέλων καὶ πράττων αὐτὸς τῇ βουλῇ καὶ ἀχράντῳ δυνάμει αὐτοῦ, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

Ἐπὶ τὴν πόλιν σπεύδων ἐλθῆναι, ἐξαπέστειλε τούτου μαθητὰς ὁ σωτὴρ τοῦ πορευθέντας κομίσασθαι πῶλον υἱόν τε ὑποζυγίου, ἐν αὐτῷ ἐπιβῆναι καταξιώσας ὁ οὐρανὸν θρόνον ἔχων καὶ γῆν ὑποπόδιον· καὶ ἦλθεν φέρων εἰρήνην, ἱλασμὸν καὶ χαρὰν τοῖς αὐτὸν ἐκ ψυχῆς προσδεξαμένοις καὶ ψάλλουσιν ἐκ καρδίας σὺν πόθῳ· «Ἐπέστη Χριστὸς, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.» Ἥπλωσαν οὖν χιτῶνας οἱ ὄχλοι, κλάδους τε καὶ βαΐα ταῖς χερσὶν ταῖς αὐτῶν κατέχοντες προϋπήντησαν τὸν ἐν ἐρήμῳ τὸ πρῶτον τούτοις τεσσαράκοντα ἔτη μάννα δοτοῦντα, καὶ ταῖς φωναῖς ἀνυμνοῦντες ἐκραύγαζον τὸ «ὡσαννὰ υἱῷ Θεοῦ τοῦ ὑψίστου καὶ Δαυίδ»; ἀναμέλποντες ἔλεγον· «Χαρὰ γὰρ γέγονεν πᾶσιν ἡμῖν ἡ καλὴ παρουσία καὶ ἔλευσις, ὁ πᾶσι παρέχων θείαν ἄφεσιν.» Δέσποτα, Κύριε ὅταν μέλλῃς κρῖναι πάντα τὸν κόσμον κα<ὶ ἀ>ποδοῦναι αὐτοῖς καθάπερ ἕκαστος ἔπραξεν, στῆσον τὴν πίστιν 〈τὴν〉 τοῦ λαοῦ σου· κατακόσμησον νίκαις τὸν βασιλέα· δὸς καὶ ἡμῖν ἱλασμὸν τῶν πταισμάτων καὶ λύσιν παθῶν ἀμέτρων, ἀκαταισχύντους παραστῆναι τῷ βήματι τῷ φρικτῷ· ἐν μετανοίᾳ περαίωσον ἡμᾶς ταῖς εὐχαῖς τῆς ἀχράντου μητρός σου, σωτήρ, ὁ πᾶσι παρέχων θείαν ἄφεσιν.