Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις τον Άσωτον Υιόν και εις τον Πλούσιον και Λάζαρον

Η παραβολή του Ασώτου Υιού, η συγκατάβαση του Πατέρα, και η διήγηση για τον Πλούσιο και τον φτωχό Λάζαρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 14 από 23

Τῇ κυριακῇ τῆς βʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν εἰς τὸν ἄσωτον υἱόν, φέρον ἀκροστιχίδα τήνδε· 〈δέησις καὶ ταύτη ἡ τοῦ Ῥωμανοῦ〉 πλ. δʹ, πρός· Τὸν πρὸ ἡλίου ἥλιον. Προοίμιον I Τὸν ἄσωτον ἐζήλωσα ταῖς ἀτόποις μου πράξεσι, καὶ ὡς ἐκεῖνος προσπίπτω σοι καὶ ζητῶ τὴν ἄφεσιν, Κύριε· διὸ μὴ παρίδῃς με, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Προοίμιον II Τῆς μυστικῆς σου τραπέζης, ἀθάνατε, τὸν ἀσωτίᾳ φθαρέντα ἀξίωσον, καὶ τὴν πρώτην καταστολὴν τῆς χάριτός 〈σου〉 ἣν παθῶν ταῖς κηλῖσιν ὁ τάλας ἐμόλυνα οἰκτιρμοῖς ἀνεφίκτοις καὶ πάλιν μοι δώρησαι ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Δεῖπνον κατίδωμεν ἡμεῖς εὐτρεπισθὲν ἐξαισίως τῷ πρώην μὲν ἀσώτῳ, σωφρονήσαντι δὲ ὅμως· πατὴρ γὰρ ὁ τούτου ἢ μᾶλλον πάντων ἀνθρώπων μετανοοῦντα τοῦτον δέχεται ὡς φιλάνθρωπος, τῇ δὲ μετανοίᾳ χαίρων τῇ τούτου λέγει πρὸς τοὺς δούλους· «Σπεύσατε τὸ δεῖπνον ἡμῖν ποιῆσαι τὸ πανάγιον.

Σπεύσατε, θύσατε πάντως τὸν μόσχον ὅνπερ ἐγέννησε παρθένος δάμαλις, ὅτι ὁ υἱός μου ἀπώλετο πρώην καὶ νῦν εὑρέθη· ἀλλ᾽ εὐφρανθῶμεν· νεκρὸς ἦν καὶ ἀνέζησεν ὃν ἔλαβον ἐν τοῖς σπλάγχνοις μου, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.» Ἔνθεν σπουδάσωμεν νυνὶ καὶ μετάσχωμεν τοῦ δείπνου, ἐὰν ἀξιωθῶμεν τῷ πατρὶ συνευφρανθῆναι· συνεστιαθῶμεν τῷ βασιλεῖ τῶν αἰώνων· ἄρτους παρέχει τοὺς διδοῦντας μακαριότητα, πόμα δὲ δωρεῖται ἅγιον αἷμα πρόξενον ἀφθάρτου καὶ ἀτελευτήτου ζωῆς, παρίστανται δὲ ἄγγελοι.

Ἴδωμεν πρῶτος μὲν πῶς ἀνεκλίθη αὐτὸς ὁ κύριος ὁ προτρεψάμενος· εὐθὺς πατριάρχαι, χοροὶ ἀποστόλων καὶ οἱ προφῆται μετὰ μαρτύρων· πλησίον δὲ ἀνέκλινε τὸν ἄσωτον ὑϊὸν αὐτοῦ ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ἡ δὲ ἑστία τίς ἐστι μάθωμεν πρῶτον τοῦ δείπνου ἐκ τῶν εὐαγγελίων, ἵνα καὶ ἐπευφρανθῶμεν· τῆς οὖν τοῦ ἀσώτου παραβολῆς μνημονεύσω· οὗτος γὰρ πρώην ἐγυμνώθη πάσης τῆς χάριτος, πᾶσαν τὴν οὐσίαν καταναλώσας, καὶ πρὸς τὸν πατέρα τρέχει σὺν πολλοῖς ὀδυρμοῖς βοῶν· «Πάτερ, ἡμάρτηκα».

Εἶδεν οὖν, ἔσπευσε πάντα ὁ βλέπων καὶ ὑπαπήντησε καὶ κατεφίλησε τὸν τράχηλον τούτου τοῦ ἐπιστραφέντος· θεὸς γὰρ ἔστι μετανοούντων· ἠλέησεν ὡς εὔσπλαγχνος τὸν πταίσαντα ὑϊὸν αὐτοῦ ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Σωτὴρ ὁ πάντων κατιδὼν ῥερυπωμένην ἐσθῆτα τότε ἠμφιεσμένον τὸν υἱὸν κατεσπλαγχνίσθη· εὐθὺς οὖν τοῖς δούλοις τοῖς ὑπουργοῦσιν ἐβόα· «Δότε συντόμως τὴν στολὴν τὴν πρώτην τῷ τέκνῳ μου ἣν ἡ κολυμβήθρα πᾶσιν ὑφαίνει, ἣν κατασκευάζει χάρις ἡ τοῦ πνεύματός μου, καὶ σπεύσαντες ἐνδύσατε· μέμνησθε πῶς αὐτὸν ἐνδεδυμένον ἐχθρὸς ἀπέδυσε καὶ ἐδειγμάτισε τοῖς δαίμοσι πᾶσι, βαλλόμενος φθόνῳ τὸν βασιλέα τῆς γῆς ἁπάσης, δι᾽ ὃν τὸν κόσμον ἅπαντα ἐκόσμησα ὃν παρήγαγον, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ἴδον αὐτὸν καὶ παριδεῖν οὐ στέγω τὸν γυμνωθέντα· οὐ φέρω βλέπειν οὕτως τὴν εἰκόνα μου τὴν θείαν· ἐμὴ γὰρ αἰσχύνη τὸ ὄνειδος τοῦ παιδός μου· ἰδίαν δόξαν τὴν τοῦ τέκνου δόξαν ἡγήσομαι. Σπεύσατε οὖν, δοῦλοι καὶ λειτουργοί μου, ἀνακαλλωπίσαι ἅπαντα τὰ μέλη αὐτοῦ· εἰσὶ γάρ μοι ἐράσμια.

Κρίνω γὰρ ἄτοπον τοῦτον ὁρᾶσθαι ἢ ἀπρονόητον ἢ ἀκαλλώπιστον τὸν ἐν μετανοίᾳ ἐμοὶ προσδραμόντα καὶ τῆς συγγνώμης ἀξιωθέντα· στολὴν τοῦτον ἐνδύσατε τῆς χάριτος, ὡς προσέταξα ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Στήλη αἰδέσιμος ἱνὰ ἐστὶ τῇ κτίσει ὁ παῖς μου, τὴν χεῖρα δακτυλίῳ καλλωπίσατε τὴν τούτου· ἀρραβὼν γὰρ ἔστι τριάδος τῆς ἀχωρίστου, ἵνα φρουρεῖται ὑπὸ ταύτης, ὡς προσδραμὼν αὐτῇ, ἵνα τὴν σφραγῖδα ταύτην προφέρων φαίνεται μακρόθεν ὅτι ὑϊός μου ἐστὶν τοῦ πάντων βασιλεύοντος· γένηται γνώριμος τοῖς ἐναντίοις καὶ φοβερώτατος φανῇ τοῖς δαίμοσι καὶ τῷ διαβόλῳ τῷ ὑπερηφάνῳ, ἵνα μηκέτι αὐτῷ ἐγγίζῃ· ὁρῶν γὰρ τὴν σφραγῖδά μου οὐχ ἵσταται ἥνπερ δίδωμι, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Καὶ οὐδὲ πόδας τοὺς αὐτοῦ ἀνασφαλίστους ἐάσω· οὐ θέλω οὐδὲ τούτους γεγυμνῶσθαι τῆς προνοίας· ὑποδήσατε οὖν συντόμως τὸν γυμνωθέντα, μὴ πάλιν εὕρῃ ὁ πανοῦργος ὄφις καὶ δόλιος πτέρναν τοῦ παιδός μου γεγυμνωμένην καὶ ἐπιβουλεύσῃ διὰ τῆς κακίας αὐτοῦ τῷ πρᾴῳ ὁ παμπόνηρος.

Δύναμιν δίδωμι τῷ ὑϊῷ μου, ἵν᾽ ὡς ἀδύνατον πατῇ τὸν δράκοντα, ἵνα ἐπιβαίνῃ μετὰ παρρησίας ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ τὸν παράδεισον πορεύεται ὃν ἐφύτευσα, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ἀλλ᾽ ὑπὲρ πταίσαντος λοιπὸν θύσατε νῦν, καθὼς εἶπον, τὸν μόσχον τὸν παρθένον τὸν υἱὸν τὸν τῆς παρθένου, τὸν μὴ δαμασθέντα ζυγῷ τῷ τῆς ἁμαρτίας, τὸν προθυμίᾳ πρὸς τοὺς ἕλκοντας πορευόμενον· οὐ γὰρ στασιάζει πρὸς τὴν θυσίαν, ἀλλὰ τὸν αὐχένα κλίνει ἑκουσίως αὐτοῖς τοῖς θύειν ἐπισπεύδουσιν.

Ἕλκετε, θύσατε τὸν ζωοδότην τὸν καὶ θυόμενον καὶ μὴ νεκρούμενον, τὸν ζωοποιοῦντα πάντας τοὺς ἐν ᾅδῃ, ἵνα φαγόντες ἐπευφρανθῶμεν· νεκρὸς γὰρ ἦν, ὡς πρόειπον, καὶ ἔζησεν ὃν ἐλέησα ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ἱερεῖς, δοῦλοί μου πιστοί, θύσατε τοῦτον τὸν μόσχον καὶ δότε πᾶσι τρώγειν τοῖς τοῦ δείπνου μου ἀξίοις τὸν ἄσπιλον μόσχον, τὸν καθαρὸν κατὰ πάντα, τὸν σιτευθέντα ἐξ ἀσπόρου γῆς ἧσπερ ἔπλασε· δότε δὲ πρὸς τούτοις τίμιον πόμα, αἷμά τε καὶ ὕδωρ τὸ ἐκ τῆς πλευρᾶς τῆς αὐτοῦ πηγάζον τοῖς πιστεύουσι.

Πάντες οὖν πάντοτε φάγετε τοῦτον· κἂν γὰρ μελίζεται, ἀλλ᾽ οὐ μερίζεται, οὐδὲ διαιρεῖται, οὐδὲ δαπανᾶται, ἀλλ᾽ εἰς αἰῶνας χορτάζει πάντας· εἰς ἔδεσμα γὰρ πρόκειται πανάγιον ὁ φιλάνθρωπος, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.» Τῶν κεκλημένων πᾶς λοιπὸν ὁ θίασος ὡς ἐδείπνει καὶ πάντες εὐφρανθέντες ἐμελῴδουν θεῖον ὕμνον· ὁ πατὴρ μὲν πρῶτος κατήρξατο τῶν παρόντων, «Γεύσασθε, λέγων, καὶ ἴδετε ὅτι Χριστός εἰμι».

Εἶτα μετὰ ταῦτα ὁ ψαλμολόγος κρούων τὴν κιθάραν κράζει ἡδυτάτῃ φωνῇ· «Σπουδαίως προσαγάγετε θύματα ἄχραντα, εὐλογημένα, πρὸς τὸ πανάγιον θυσιαστήριον· ἀνοίσατε μόσχον μετ᾽ εὐχαριστίας.» Καὶ μετ᾽ αὐτὸν δὲ βοᾷ ὁ Παῦλος· «Τὸ πάσχα τὸ ἡμέτερον ἐτύθη νῦν Ἰησοῦς Χριστός, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.» Ἄγγελοι εἴδοσαν αὐτοὺς οἱ ὑπουργοῦντες τῷ δείπνῳ οὕτως εὐφραινομένους καὶ συντόνως μελῳδοῦντας, καὶ ζηλοῦσι τούτους καὶ ἤρξαντο ὑμνῳδίας· τίς δὲ ὁ ὕμνος ἐπακούσωμεν, εἰ δοκεῖ ὑμῖν· «Ἅγιος εἶ, πάτερ, ὁ εὐδοκήσας τοῦ σφαγιασθῆναι ὑπὲρ τῶν ἀνθρώπων νυνὶ τὸν μόσχον τὸν ἀκήρατον· ἅγιος ἔστι δὲ καὶ ὁ υἱός σου ἑκὼν θυόμενος ὡς μόσχος ἄσπιλος, ὃς καὶ ἁγιάζει τοὺς βαπτιζομένους ἐν τῇ δυνάμει τῆς κολυμβήθρας· τὸ πνεῦμα πάλιν ἅγιον ὃ δίδωσι τοῖς πιστεύουσιν ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.» Υἱὸς ὁ πρῶτος παντελῶς ταῦτα ἠγνόει, διότι ἐτύγχανεν ἐκεῖνος εἰς ἀγρὸν πεπορευμένος· ἀλλὰ ὑποστρέψας ἀκούει τῆς συμφωνίας καὶ παῖδα ἕνα μεταπέμπεται καὶ πυνθάνεται· «Τί ἂν εἴη τοῦτο; λέγε συντόμως· καὶ γὰρ μυστικός μοι ἦχος εἰς τὰ ὦτα κτυπεῖ μεγάλης πανηγύρεως· λέγε μοι τί ἐστι τοῦτο τὸ δρᾶμα· τίς τὰ προσήκοντα ἐμοὶ μυστήρια καὶ πάντα τὸν πλοῦτον τῆς θείας θυσίας ἐμοῦ ἀπόντος μερίζει ἄλλοις;

Μὴ ἄρα πάλιν δίδωσι χαρίσματα ὁ γεννήσας με ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος;» Τότε ὁ παῖς ἐρωτηθεὶς εἶπεν πρὸς τοῦτον σπουδαίως ὅτι «Ὁ ἀδελφός σου παρεγένετο ὁ νέος· ηὐφράνθη δὲ τοῦτον ἀπολαβὼν ὁ πατήρ σου, καὶ ἐπειδήπερ ἐρρωμένον τοῦτον ἐδέξατο, ἔθυσε τὸν μόσχον τὸν σιτευθέντα καὶ ἐπὶ τὸ δεῖπνον τοῦτο προετρέψατο νῦν τοὺς φίλους καὶ γνωστοὺς αὐτοῦ.» Ταῦτα οὖν ἅπαντα οὗτος ἀκούσας εὐθὺς ἐξίστατο καὶ οὐκ ἐβούλετο τῷ δείπνῳ παρεῖναι τῷ τῆς εὐωχίας, ὡς ὠργισμένος τοῖς γινομένοις, εἰπών· «Οὐκ εἰσελεύσομαι, οὐκ ὄψομαι ἃ ἐποίησεν ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.» Ἡμῖν ὑπογραμμὸν Χριστὸς τῆς ἑαυτοῦ εὐσπλαγχνίας διδάσκει διὰ τούτου καὶ ἀμέτρου συμπαθείας τῆς καὶ τοὺς δικαίους πρὸς φθόνον ἐρεθιζούσης.

Δεῦτε οὖν, γνῶμεν πῶς παρακαλῶν αὐτὸν ἵσταται οὗτος ὁ γεννήσας τοὺς ἀμφοτέρους, οὗτος ὁ τῶν ὅλων πρύτανις καὶ κτίστης Θεός, ὁ θέλων πάντας σῴζεσθαι· ἄφατος, ἄφραστος τοῖς σῳζομένοις ἡ εὐσπλαγχνία σου ἐστί, φιλάνθρωπε· τοὺς μὲν γὰρ δικαίους ἀεὶ θεραπεύεις, ἁμαρτωλοὺς δὲ ἀνακαλεῖσαι· τὸν δίκαιον ἐφύλαξας, τὸν ἄλλον δὲ περιέσωσας, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ἤγειρε πεσόντα υἱὸν δοὺς δεξιὰν ὁ οἰκτίρμων, τὸν ἄλλον δὲ ὁμοίως ὑπεστήρισεν ἑστῶτα· τὸν κείμενον κάτω ἀνέστησε συμπαθήσας, τὸν δὲ ἑστῶτα πεσεῖν ὅλως οὐ συνεχώρησε· τὸν μὲν ἐν πενίᾳ ὄντα πλουτίζει, τὸν δὲ ἐν τῷ πλούτῳ γενέσθα<ι ο>ὐκ εἴασε πτωχόν, ἀλλ᾽ ἔσωσε τοὺς ἅπαντας.

Δεῦτε οὖν, μάθωμεν τί τῷ πατρὶ μὲν ὁ παῖς ἐφθέγγετο καὶ οὐκ ἐβούλετο τῷ δείπνῳ παρεῖναι τῷ εὐτρεπισθέντι, ὡς ὠργισμένος τοῖς γινομένοις· αὐτὸς δὲ ὁ πατὴρ αὐτοῦ πῶς ἵστατο δυσωπῶν αὐτόν, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ῥήματα ἔφη τῷ πατρὶ ὁ υἱὸς ἀγανακτήσας· «Τοσοῦτον χρόνον ἔχω τῇ βουλήσει σου δουλεύων καὶ ταῖς ἐντολαῖς σου ἀεὶ ὑπηρετησάμην, καὶ οὐδεμίαν ἐντολήν σου ὅλως παρέτρωσα· οἶδας, κἂν μὴ λέγω, ὡς ἀληθεύω, καὶ ὑπὲρ τῶν πόνων τούτων οὐ παρέσχες ἐμοὶ ὡς τέκνῳ σου κἂν ἔριφον· πάντοτε θλίβομαι ἐν ἐρημίαις καὶ ὑστερούμενος καὶ κακουχούμενος ἐν καύσωσι πλείστοις καὶ ἐν τοῖς χειμῶσιν, ἵνα ἀρέσω τῇ σῇ δυνάμει, καὶ ὅλως ἐπιστρέψαντα τὸν ἄσωτον προετίμησας, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ὡς εἶδες δὲ τὸν ὑϊὸν τοῦτον τὸν καταφαγόντα τὸν πλοῦτόν σου σὺν πόρναις, εὐθὺς ἔσφαξας τὸν μόσχον· ἐχρῆν γάρ, ὡς οἶμαι, κἂν μέμψασθαι διὰ λόγων καὶ διελέγξαι, ἀποστρέψαι δὲ καὶ τὸ πρόσωπον· ἀλλὰ παραχρῆμα τοῦτον ἐδέξω, καὶ κατηλέησας, πρῶτον συνεπλάκης αὐτῷ, στολῇ δὲ κατεκόσμησας· ἔντιμον ἔδειξας τῷ δακτυλίῳ καὶ περιέσφιγξας τοῖς ὑποδήμασιν· ἐποίησας δεῖπνον πρὸς τὴν εὐωχίαν καὶ προετρέψω τοὺς φίλους πάντας· τιμὰς τοιαύτας ἔδωκας τῷ πταίσαντι, ἐπιστρέψαντι, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.» Μόνον δὲ ταῦτα ὁ πατὴρ ἤκουσε παρὰ τοῦ τέκνου, εὐθέως ἀπεκρίθη σὺν πραότητι πρὸς τοῦτον· «Κλῖνόν σου τὰ ὦτα καὶ ἄκουσον τοῦ πατρός σου.

Σὺ μετ᾽ ἐμοῦ εἶ, οὐκ ἀπέστης γάρ μου οὐδέποτε· σὺ τῆς ἐκκλησίας οὐκ ἐχωρίσθης· σύ μοι συντυγχάνεις πάντοτε παρὼν σὺν ἐμοί, σὺν πᾶσι τοῖς ἀγγέλοις μου. Οὗτος δὲ ἤλυθε κατῃσχυμμένος, γυμνὸς καὶ ἄμορφος, βοῶν· ‘Ἐλέησον· ἡμάρτηκα, πάτερ, καὶ καθικετεύω ὁ πλημμελήσας ἐνώπιόν σου· ὡς μίσθιόν με πρόσδεξαι καὶ θρέψον με ὡς φιλάνθρωπος, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.’ Ἀδελφὸς ἔκραξεν ὁ σός· ‘Σῶσόν με, ἅγιε πάτερ’.

Τί εἶχον οὖν ποιῆσαι τοῦ κλαυθμοῦ τούτου ἀκούων; Πῶς δὲ ἐδυνάμην μὴ ἐλεῆσαι καὶ σῶσαι τὸν ὑϊόν μου τὸν θρηνοῦντα καὶ ὀδυρόμενον; Σὲ κριτὴν αἱροῦμαι τὸν ἐγκαλοῦντα· δίκασόν μοι, τέκνον, ὁ καταμεμφόμενός μοι, καὶ γίνου διαγνώμων μοι.

Χαίρω γὰρ πάντοτε φιλανθρωπίᾳ· πῶς οὖν ἀπάνθρωπος γενέσθαι ἴσχυον; Ὃν ἔπλασα πρώην πῶς μὴ ἐλεήσω καὶ οἰκτειρήσω μετανοοῦντα; Τὰ σπλάγχνα μου ἐγέννησαν τὸ τέκνον μου ὃ ἐλέησα ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Νόει ἃ λέγω σοι, υἱέ· τὰ ἐμὰ πάντα σὰ ἔστι, κἀκείνῳ ἐβουλήθην παρασχεῖν τῶν ἀγαθῶν μου· ἀμείωτος ἔστιν ἣν ἔχεις περιουσίαν· οὐ γὰρ ἐκ ταύτης λαβὼν δέδωκα τῷ συγγόνῳ σου· ἐκ τῶν θησαυρῶν μου τούτῳ παρέσχον.

Εἷς εἰμι τῶν δύο κτίστης καὶ πατὴρ ἀγαθός, φιλάνθρωπος καὶ εὔσπλαγχνος· σὲ τιμῶ, τέκνον μου, ὡς προαιρέσει ἀεί με στέρξαντα καὶ θεραπεύσαντα, κἀκείνῳ συμπάσχω διὰ τὸ σπουδάσαι τῇ μετανοίᾳ προσκαρτερῆσαι· εὐφραίνεσθαι οὖν ἔδει σε σὺν ἅπασιν οἷσπερ κέκληκα, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Ὅθεν σὺν ἅπασιν, υἱέ, τοῖς εἰς τὸ δεῖπνον κληθεῖσιν εὐφραίνου καὶ μελῴδει μετὰ πάντων τῶν ἀγγέλων· ὁ γὰρ ἀδελφός σου ἀπώλετο καὶ εὑρέθη· οὗτος νεκρὸς ἦν καὶ ἀπροσδοκήτως ἀνέζησε.» Ταῦτα οὖν ἀκούσας οὗτος ἐπείσθη καὶ ἠγαλλιᾶτο μετὰ τοῦ συγγόνου αὐτοῦ, καὶ ψάλλων ταῦτα ἔλεγεν· «Ἅπαντες κράξατε μετ᾽ εὐφημίας, ὅτι μακάριοι ὧνπερ ἀφίεται πᾶσα ἁμαρτία, καὶ ἡ ἀνομία ἐπεκαλύφθη καὶ ἐξηλείφθη.

Σὲ εὐλογῶ, φιλάνθρωπε, ὃς ἔσωσας καὶ τὸν σύγγονον, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.» Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, δημιουργὲ τῶν ἁπάντων, αἰτοῦντες δυσωποῦμεν οἱ ἀνάξιοί σου δοῦλοι· ἐλέησον πάντας τοὺς σὲ ἐπικαλουμένους· ἡμαρτηκότας ὡς τὸν ἄσωτον περιποίησαι· πρόσδεξαι καὶ σῶσον δι᾽ εὐσπλαγχνίας τοὺς ἐν μετανοίᾳ τρέχοντας πρὸς σέ, βασιλεῦ, κραυγάζοντας· «Ἡμάρτομεν.» Δὸς ἡμῖν δάκρυα, ὥσπερ τῇ πόρνῃ, καὶ τὴν συγχώρησιν ὧνπερ ἡμάρτομεν, καὶ ὡς τὸν τελώνην οἰκτείρησον πάντας ταῖς ἱκεσίαις τῆς Θεοτόκου, μετόχους τε τοῦ δείπνου σου ἀνάδειξον ὡς τὸν ἄσωτον, ὁ τῶν αἰώνων δεσπότης καὶ κύριος.

Κυριακῇ πρὸ τῆς ἀποκρέου, κονδάκιον εἰς τὸν ἄσωτον υἱόν, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος αʹ, πρός· Τῇ ζωῇ τῇ ταφῇ. Προοίμιον Ἀγκάλας πατρικὰς διανοῖξαί μοι σπεῦσον· ἀσώτως τὸν ἐμὸν κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον ἀφορῶν τῶν οἰκτιρμῶν σου, σωτήρ· νῦν πτωχεύουσαν μὴ ὑπερίδῃς καρδίαν· σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω· «Ἥμαρτον, πάτερ, εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.» Τοῦ σωτῆρος ἡμῶν καθ᾽ ἑκάστην ἡμῖν τῇ οἰκείᾳ φωνῇ βοῶντος ἐν γραφαῖς τοῦ ἀσώτου υἱοῦ τὴν μετάνοιαν, ἀποθώμεθα πᾶσαν ἀσέβειαν καὶ τῷ πατρὶ τῷ εἰδότι τὰ πάντα προσπέσωμεν· οἶδε γὰρ, οἶδεν ἐκδέχεσθαι τὴν τῶν πταιόντων μετάνοιαν, ἔνδυμα δὲ τῆς ἀφθαρσίας ἐπιστρέφοντας μόνον ἐνδύει αὐτὸς τοὺς βοῶντας κλαυθμῷ· «Ἥμαρτον, πάτερ, εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.»

Τῇ δʹ τῆς ϛʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον, οὗ ἡ ἀκροστιχὶς αὕτη· 〈ποίημα Ῥωμανοῦ ταπεινοῦ〉 ἦχος πλ. βʹ. Προοίμιον Εἰ καὶ τῶν ἐμῶν βλέπω πταισμάτων ὑπὲρ ἀριθμὸν ψάμμου τὸ πλῆθος, ἀλλὰ τὸ ἄφατον τῶν οἰκτιρμῶν σου γινώσκων κραυγάζω· «Οἴκτειρόν με κα<ὶ ἐ>λέησον, Κύριε.» Πνευματικῇ ὑμνῳδίᾳ ὑμνοῦμέν σε, πανάγιε, σὺν τῷ ἀνάρχῳ σου Λόγῳ καὶ τῷ ἁγίῳ πνεύματι· προσκυνοῦντές σοι ἐν πίστει, ὁμολογοῦμεν τριάδα ἀχώριστόν σε, τρισάγιε.

Ἀλλ᾽ αὐτὸς τοὺς πίστει βοῶντάς σοι φωτί σου καταύγασον μετὰ τῶν ἁγίων σου, ὡς τὸν δίκαιον Λάζαρον· ἀνέγνωμεν γὰρ τούτου τὸν βίον ἐν γραφαῖς καὶ τοῦ μισανθρώπου ἀσπλαγχνίαν πρὸς αὐτόν· τὸν μὲν γὰρ παρέπεμψας <γεέ>ννῃ πυρός, τὸν δὲ κόλποις Ἀβραάμ· ἀλλ᾽ αὐτὸς ἡμᾶς, οἰκτίρμων, τῆς ὀργῆς σου ῥυσάμενος ἐλέησον, Κύριε.

Ὁ Κύριος ὁ τῆς δόξης, φιλῶν τὴν ἀνθρωπότητα καὶ θέλων πάντας σωθῆναι, ἐγνώρισε τὰ μέλλοντα, προχαράξας ἐν τῇ βίβλῳ τὴν ἀπόδοσιν ἣν δώσει τότε ἀγαθοῖς καὶ πονηροῖς· τὸν γὰρ βίον τούτου τοῦ ἅρπαγος ἀρτίως ἀκούσαντες, τὰ ἡμῶν σκοπήσωμεν, ἑαυτοὺς ἀνακρίνωμεν.

Τοῦτο γάρ φησι καὶ ἡ θεόλεκτος γραφή· τὶς ἄνθρωπος ἦν πλούσιος χρήμασι πολλοῖς, ὃς ἐνεδιδύσκετο βύσσον πολλὴν καὶ πορφυρίδα λαμπράν, εὐφραινόμενος ἐν δόξῃ, εὐωχούμενος, μὴ βοῶν· «Ἐλέησον, Κύριε.» Ἰδὼν τὸν Λάζαρον τότε ὁ πλούσιος, ὡς ἄσπλαγχνος, ὀργίλῳ ἀπανθρωπίᾳ τὸν πένητα βδελυττόμενος ἀσθενείᾳ τετρωμένον καὶ ἀπανθρώπως ἀποστρεφόμενος αὐτὸν ὁ εὐσθενής, ὀδυνώμενον δὲ παρέβλεπε λιμῷ τε φθειρόμενον, οὐδέποτε ἐλεῶν ὁ Θεὸν μὴ φοβούμενος, ὑπερηφανῶν τὸν ἀδελφὸν ὁ δυσμενής, καὶ ἀνηλεῶς βλέπων ἐν πτωχείᾳ αὐτὸν γυμνὸν ὄντα πάντοτε 〈⏑⏑⏑–〉 ἐν τῷ πυλῶνι αὐτοῦ κατακείμενον ὡς σκεῦος τεθλασμένον, κραυγάζοντα· «Ἐλέησον, Κύριε.» Ἡ ὑπερήφανος γνώμη εἰργάσατο τὸν πλούσιον, ἀνελεήμονα φύσει, ἀπάνθρωπον καὶ ἄφρονα· ἐπελπίσας γὰρ τῷ πλούτῳ, ἐφυσιοῦτο, καὶ ἐν τοῖς χρήμασιν αὐτοῦ ἦν γαυριῶν.

Ἀλλ᾽ ὡς ἔφη ἡμῖν τὸ σύγγραμμα, λαμπρῶς εὐφραινόμενος, τῷ οἴνῳ μεθυσκόμενος, ἀσελγείαις δεδούλωτο· ὃς καὶ ἐνδημῶν καὶ ἐκπορευόμενος, ἑώρα ἐν γῇ Λάζαρον ψιχίων ἐνδεῆ καὶ πρὸ πύλης κείμενον ἐν στεναγμοῖς, τὸ σῶμα βλέπων αὐτοῦ ἀσθενείᾳ τετρωμένον, καὶ οὐδ᾽ οὕτως ἐβόησεν· «Ἐλέησον Κύριε.» Μακροθυμῶν καρτερίᾳ ὁ Λάζαρος ὑπέμενεν· ὡς δὲ ἑώρα εἰκότως τὸν πλούσιον ἐσθίοντα, ἐπεθύμει καὶ ἐζήτει ἐκ τῶν ψιχίων τῶν ἐκπιπτόντων παρ᾽ αὐτοῦ μεταλαβεῖν.

Κατακείμενος γὰρ παράλυτος τραυμάτων πεπλήρωτο· δεινῶς δὲ ἐπτώχευεν ἀσθενείαις κρατούμενος, βοῶν ἐκτενῶς ἐν τῇ εὐχῇ πρὸς τὸν Θεόν, τὰ ἕλκη ὁρῶν τῆς ἀνιάτου συμφορᾶς· ὅθεν καὶ συνέπασχον ὡς ἰατροὶ οἱ κύνες τῷ ἀσθενεῖ, καὶ ἀνέλειχον τὰ ἕλκη τοῦ ἐν θλίψει κραυγάζοντος· «Ἐλέησον Κύριε.» Ἀνεξερεύνητα πάντα τὰ κρίματα τοῦ πλάσαντος· τὸν μὲν γὰρ ἐνταῦθα κρίνει, τὸν δὲ ἐκεῖ εἰς γέενναν· ἕκαστος κατὰ τὸ ἔργον καθὼς μετρήσει, καὶ μετρηθήσεται αὐτῷ παρὰ Θεοῦ.

Ταῦτα δέ τινες ἐλογίσαντο σκιὰν καὶ ἐνύπνιον, ἕως ἂν κατήντησαν εἰς τὴν γέενναν τὴν ἄσβεστον· ὡς οὗτος ὁ ἅρπαξ καὶ μισόθεος ἀνὴρ τρυφὴν τὰ αὐτοῦ πρὶν ἐλογίσατο κακῶς, λέγων· «Οὐκ ἔστι Θεὸς οὐδὲ κριτὴς ὁ Κύριος τῶν βροτῶν· διὰ τοῦτο εὐωχοῦμαι, ἐντρυφῶ, σκιρτῶ κα<ὶ ο>ὐ βοῶ· Ἐλέησον Κύριε.» Ῥύπον εἰ εἶχεν κηλῖδος ὁ Λάζαρος τοῖς πταίσμασι μικρὸν πρὸς ἔτασιν, οὕτω προσκαίρως ἔνθεν κρίνεται, ἕως ὅτου ἀνῃρέθη ἡ ἁμαρτία τοῖς πόνοις τοῦ σώματος νῦν, ὡς ἐν πυρί.

Οὐδείς ἐστι γὰρ ἀναμάρτητος, εἰ μὴ μόνος Κύριος· ὅθεν ὁ ἐλάχιστος μετὰ φειδοῦς κριθήσεται, δυνάσται λαῶν δὲ ἐτασθῶσι δυνατῶς, ὡς ἔφη τὸ πρὶν ἐν παροιμίαις Σολομών· οὗτοι γὰρ γενήσονται βρῶμα πυρός οἱ ἀμελοῦντες Θεοῦ καὶ δικαίου ἀποστάντες· δι᾽ ὧν ἡμᾶς ῥυσάμενος ἐλέησον, Κύριε.

Ὡς ἐκ πολλῆς ἀσθενείας ὀχλούμενος ὁ ὅσιος, δεχόμενος τὰς ὀδύνας εἰκότως ταῦτα ἔφησεν· «Πρώην μὲν ἐν τοῖς ἀρχαίοις Ἰὼβ πτωχεύσας, ἐγκαρτερῶν ἐν τῇ πληγῇ ἐρρύσθ<η α>ὐτῆς· ἐγὼ δὲ τὸν θάνατον ἕτοιμον ὁρῶ ἐναντίον μου· διὸ μὴ παρίδῃς με, ἀλλὰ δέξαι τὸ πνεῦμά μου, ὅτι κατελείφθην ὑπὸ πάντων ὡς νεκρός· ἀπέλθω οὖν νῦν καὶ οὐχ ὑπάρξω λυπηρός, κατοικῶν ἐν μνήματι ὡς οἰκιᾷ, ὡς χνοῦς εἰς γῆν κατελθών· ἀλλὰ ῥῦσαί με ἐξ ᾅδου, ὁ Θεός μου, κραυγάζοντα· Ἐλέησον Κύριε.» Μετὰ τοιαύτας δεήσεις, ὁ πάντα ἐπιστάμενος τῷ ἐν ὀδύναις ἐπεῖδεν καὶ ἔπεμψε τὴν λύτρωσιν δι᾽ ἀγγέλων ταξιάρχων τοῦ μεταστῆσαι ἐκ τῶν τοῦ σώματος δεινῶν τὸν εὐσεβῆ.

Τούτῳ δὲ ἀθρόως ἐπέστησαν ὡς φίλοι οἱ ἄγγελοι αὐτὸν κολακεύοντες, ὡς δικαίῳ συμπάσχοντες· οὓς πόθῳ ὁρῶν οὐ θορυβεῖται τῇ ψυχῇ, τὴν ἔξοδον δὲ οὐκ ἠγωνία ἐννοῶν. Τοῦτον ἀσπασάμενοι ὡς προσφιλεῖς πορεύονται ἐν χαρᾷ, καταλείψαντες τὸ σῶμα ἐν τῇ γῇ τοῦ κραυγάζοντος· «Ἐλέησον Κύριε.» Ἀλλ᾽ ἀνεθεὶς τῆς ὀδύνης, ἄμωμος ἐπορεύετο μετὰ ἁγίων ἀγγέλων ὁ δίκαιος γηθόμενος· καταφθάσας δὲ τὸ βῆμα καὶ προσκυνήσας Κυρίῳ τῷ πάντων κριτῇ, εἶχε χαράν.

Εὐμενῶς δὲ τοῦτον προσέταξεν ὁ πάντα δυνάμενος οἰκεῖν [με]τὰ Ἀβραὰμ εἰς τὸν θεῖον παράδεισον. Μακάριος γὰρ ὃν ἐξελέξω, ἀγαθέ, καὶ ὃν προσελάβου ἐν αὐλαῖς σου, λυτρωτά, κατοικεῖν τὴν ἄφατον δόξαν ἀεὶ τοῦ οἴκου σου καὶ ὁρᾶν ἅπερ νοῦς βροτῶν οὐκ ἔγνω· ἃ καὶ ἡμῖν δωρούμενος ἐλέησον Κύριε.

Νέμων ὁ κριτὴς ἑκάστῳ τὰ δίκαια ὡς δίκαιος, ἀγγέλους ἐξαποστέλλει ὀξεῖς καὶ ὀλοθρεύοντας συλλαβέσθαι ἀποτόμως τὸν μὴ θελήσαντα συμπάσχειν τῷ πτωχῷ ὡς γηγενεῖ. Ἀθρόως δὲ τούτῳ ἐπέστησαν οἱ ἐπὶ τῆς φάσεως ἐν προφυλακῇ νυκτός, οὓς ἰδὼν ἀπεπλήκτησε· τῷ βέλει τρωθεὶς τῷ τοῦ ὀλοθρεύοντος, ἐδίδου ψυχήν, βρύχων τε καὶ ἀγωνιῶν.

Φανερῶς γὰρ φθέγγεται ὁ ψαλμῳδός· «Τὰ βέλη τοῦ δυνατοῦ σὺν τοῖς ἄνθραξιν ὑπάρχει, ἀναιροῦντα τοὺς μὴ κράζοντας· ‘Ἐλέησον Κύριε’.» Ὄντως τὰ βέλη Κυρίου ὀργῇ διαπορεύεται ἐπὶ υἱοὺς ἀδικίας· διὸ καὶ τούτῳ ἔφθασεν ἡ ὠδὶν ὡς 〈τῇ〉 τικτούσῃ, καὶ καταλείπει τὰ πρὶν ὑπάρξαντα αὐτῷ ἄλλοις ἄκων.

Πάντες δὲ οἱ φίλοι καὶ ἴδιοι ἐτήρουν τὸν κείμενον, τὸ ἄπληστον μεμφόμενοι· πρὸς ἀλλήλους δὲ ἔλεγον· «Οὐχ οὗτός ἐστιν ὁ μὴ φοβούμενος Θεὸν καὶ ἄνθρωπον ὅλως μὴ ἐλεήσας ποτέ;» Καὶ σπουδαίως θάψαντες τοῦτον εἰς γῆν, μερίζονται τὰ αὐτοῦ ἃ κατέλιπεν ἀδίκοις θησαυροῖς· οὐ γὰρ ἔκραξεν· «Ἐλέησον Κύριε.» Ὕλῃ πολλῇ τῶν πταισμάτων κρινόμενος ὁ πλούσιος εἰκότως ἐνεθυμήθη· «Πολλὰ μὲν ἡμάρτηκα· τίς δὲ ἡ αἰτία ἐστὶν ὅτι ἐνταῦθα νῦν τηγανίζομαι φλογὶ ἀνηλεῶς;» Ὅτε ταῦτα ἤκουσεν Κύριος ὁ πάντ<α ἐ>πιστάμενος, δεικνύει τῷ πταίσαντι τὴν αἰτίαν τῆς κρίσεως.

Εἰς ᾅδην γὰρ ὤν, ἐπὶ τὸ ὕψος ἀφορᾷ καὶ Λάζαρον βλέπει ἐν τοῖς κόλποις Ἀβραάμ· ὅθεν κα<ὶ ἐ>πεγίνωσκε τὸν πρὶν πτωχὸν καὶ ἀλλοιοῦται τηρῶν ὃν παρέβλεπεν ἐν κόσμῳ εὐωχούμενος, μὴ βοῶν· «Ἐλέησον Κύριε.» Τότε θαυμάζων ὁ ἅρπαξ καθ᾽ ἑαυτὸν ἐφθέγγετο· «Οὗτος ὑπάρχει ὁ πρώην ἐν τοῖς προθύροις κείμενος, ὃν ψιχίων οὐκ ἠξίουν;

Καὶ πόσον φέγγος καὶ δόξαν ἔχει, ἣν οὐκ εἶδον ἐν τῇ γῇ; Καὶ τί νῦν βοήσω ἢ σκέψομαι; Αἰτήσω τὸν Λάζαρον ἵνα ῥανίδι μικρᾷ καταψύξῃ τὴν γλῶσσάν μου; Αἰσχύνομαι νῦν τοῦτον αἰτῆσαι τὸν πτωχόν, ὃν ἔβλεπον πρὶν καὶ τῶν ψιχίων ἐνδεῆ.

Ἀβραὰμ αἰτοῦμαι οὖν· ‘Πάτερ, βοῶν, ἐλέησον τὸν υἱὸν καὶ ἀπόστειλον ταχέως τὸν βοήσαντα Λάζαρον· Ἐλέησον Κύριε’. Ἀδίκως πρὶν τῷ Λαζάρῳ ἐνήδρευσα ὡς πένητι· ἀνομιῶν ἐνεπλήσθην· ἀδίκως ἐπορεύθην δὲ γαυριῶν ἐπὶ τῷ πλούτῳ· ἀλαζὼν ὢν δὲ ἀπεπλανήθην τῆς ὁδοῦ τῆς ἀληθοῦς, καὶ τὸ φῶς ἐμοὶ οὐκ ἐπέλαμψεν, ὅτι οὐκ ἐπέγνωκα ὁδοὺς ὁσιότητος, παροδεύσας τὸν βίον μου.

Παρῆλθεν ὁ πλοῦτος ὡς ἀράχνη καὶ σκιὰ καὶ ὡς ἐξανθῶν χόρτος ἐπὶ δώματος· ὡς ναῦς δὲ διέδραμεν ἐν τῷ βυθῷ, ἴχνος οὐκ ἔστιν εὑρεῖν· ἀνωφέλητον οὖν ἐστι τὸ ἐνταῦθα κραυγάζειν με· Ἐλέησον Κύριε. Πλοῦτος καὶ βίος παρῆλθεν· ὡς ἄχνη ὑπὸ λαίλαπος καὶ καπνὸς ὑπὸ ἀνέμου ἐκδιωχθεὶς οὐ φαίνεται, οὕτως μου τὸ πνεῦμα, ἄφνω ἐκπορευθέν, ἐμοῦ διεχέθη ὡς χαῦνος νυνὶ ἀήρ.

Σκιὰ γὰρ ὁ βίος παντὶ θνητῷ· οὐκ ἔστιν ἀνάλυμα ἐν τῇ τελευτῇ ἐμοῦ, ὅτι σφόδρα ἡμάρτηκα. Δικαίων ψυχαὶ ἐν ταῖς χερσὶ δὲ τοῦ Θεοῦ, καὶ οὐκ ἐγγιεῖ μάστιξ σκηνώματι αὐτῶν· διὸ νῦν κεκράξομαι πρὸς Ἀβραὰμ ἐξιλεῶσαι Θεὸν καὶ πεμφθῆναι τὸν γνωστόν μου τὸν βοήσαντα Λάζαρον· Ἐλέησον Κύριε.» Εὐθὺς νευροῦται ἐν τούτοις ὁ πλούσιος κρινόμενος, καὶ Ἀβραὰμ ἐδυσώπει δακρύων καὶ βοῶν αὐτῷ· «—Πάτερ Ἀβραάμ, οἰκτείρας σπλαγχνίσθητί μοι καὶ πέμψον Λάζαρον δροσίσαι με σπουδῇ.

Τῇ φλογὶ δεινῶς ὀδυνώμενος ἀποτηγανίζομαι· διὸ μὴ παρίδῃς με, ἀλλὰ πρόσχες τῇ κρίσει μου· ἐλθέτω πρός με ὅνπερ παρέβλεπον μισῶν, ὁρῶν ἐνδεῆ καὶ ἐκτηκόμενον λιμῷ· νῦν γὰρ οὗτος πλούσιος, ἐγὼ πτωχός, κρινόμενος ἐν φλογί· διὸ οὗτός μου δροσίσῃ χείλη τὰ μὴ βοήσαντα· Ἐλέησον Κύριε. —Ἰδοὺ πατέρα φωνεῖς με, μὴ γνούς μου τὸ φιλόξενον· οὐκ ἂν γὰρ βλέπων παρεῖδες τὸν ἐν πτωχείᾳ Λάζαρον· οὗτος γὰρ ὅνπερ καλέεις παρακαλεῖται· σὺ δ᾽ ὀδυνᾶσαι ἐν πυρί, ἄθλιος ὤν.

Οὐκ ᾠκτείρησας, οὐκ ἠλέησας ἐν τῇ παροικίᾳ σου τὸν δίκαιον Λάζαρον ἐν πτωχείᾳ φερόμενον· οὐκ ἐνεθυμήθης ὡς θνητὸς τὰ τοῦ Θεοῦ, ἀλλ᾽ ἔμεινας μάτην θησαυρίζων τὸν χρυσόν· ἐνδεῆ παρέβλεπες μὴ ἐλεῶν, ὡς πλούσιος καὶ φθαρτός· προστιθέμενος τῷ πλούτῳ πλοῦτον ἄλλον, οὐκ ἔκραζες· Ἐλέησον Κύριε. —Νῦν τῆς προσκαίρου ἀπάτης ἀπήλαυσα, ὡς ἔφησας, καὶ ἐν τῷ ᾅδῃ ὑπάρχω πικρῶς βασανιζόμενος· ὅθεν ἐρωτῶ σε, πάτερ, ἐξαπόστειλον τὸν Λάζαρον ὡς ὑετὸν γλώσσῃ ἐμῇ.» Ἀβραὰμ δὲ τούτῳ ἀντέφησεν· «Ἀπέλαβες, ἄνθρωπε, ἐν βίῳ τὰ ἀγαθά· ὅθεν οὐ κεχρεώστησαι· καὶ Λάζαρος πάντα τὰ κακὰ ἔλαβεν, ὡς βέλη τὰ ἕλκη ἐν τῷ σώματι αὐτοῦ· ὅθεν οὐκ ἐτάζεται ὡς πληρωθεὶς τῶν ἀπεκεῖθεν κακῶν, ἵνα τούτων ἀπολαύσῃ τῶν καλῶν, ὅτι ἔκραζεν· Ἐλέησον Κύριε.

Οὐκ ὢν ἀνοικτίρμων νῦν σοι τοιαῦτα ἔφην, ἄνθρωπε, ἀλλ᾽ ὅτι μέγιστον χάος ὑπάρχει μεταξὺ ἡμῶν, ἵνα μὴ οἱ ἐν τῷ ᾅδῃ ἐνταῦθα ἔρχωνται, μήθ᾽ ἡμεῖς διαπερῶμεν πρὸς ὑμᾶς.» Πρὸς ταῦτα τῷ Ἀβραὰμ ἔφησε· «Σοῦ δέομαι, κύριε, ἐγεῖραί με ἐκ νεκρῶν το<ῦ ἀ>ναγγεῖλαι τῷ γένει μου, μήπως καὶ αὐτοὶ σὺν ἐμοὶ κριθήσονται.» Ἀντέφη δ᾽ αὐτῷ· «Ἔχουσι προφήτας καὶ Μωσῆν· αὐτῶν ἀκουσάτωσαν ταῖς διδαχαῖς· ὃς δ᾽ ἂν τούτοις μὴ πεισθῇ, οὐδ᾽ ἐκ τάφου ἂν καθίδῃ <δια>νιστάμενον φθέγξηται· Ἐλέησον Κύριε.» Υἱὲ Θεοῦ, σῶσον ἡμᾶς ὡς μόνος ἀτελεύτητος· ἀνθρώπου γὰρ αἱ ἡμέραι ὡς ἄνθος χόρτου ἔσονται· ὡς χλόη πρωῒ ἀνθήσει, τὸ δὲ ἑσπέρας ἀποπέσει, σκληρυνθῇ καὶ ξηρανθῇ, ὅτι πνεῦμα ἦλθεν ἐν ῥισὶν ἡμῶν καὶ ὡς οὐχ ὑπάρξαντες πάλιν γενησόμεθα, ὡς σκιὰ παρερχόμενοι.

Ἐν τῷ οὖν ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος, αὐτός με ἐξάρπασον ὡς λυτρωτὴς τῆς ἀπειλῆς τοῦ πυρός, ἀκατάκριτόν με δείξας μετὰ πάντων τῶν δούλων σου· ἐλέησον Κύριε.