Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκια της Μεγάλης Πέμπτης: Ο Νιπτήρ και η άρνησις του Πέτρου
Αναφορά στον Μυστικό Δείπνο, την πλύση των ποδιών των μαθητών και την επερχόμενη τριπλή άρνηση του Αποστόλου Πέτρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκια της Μεγάλης Πέμπτης: Ο Νιπτήρ και η άρνησις του Πέτρου
Αναφορά στον Μυστικό Δείπνο, την πλύση των ποδιών των μαθητών και την επερχόμενη τριπλή άρνηση του Αποστόλου Πέτρου.
Ἕτερον κοντάκιον τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ εἰς τὸν νιπτῆρα, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ ποίημα〉 ἦχος γʹ, ἰδιόμελον. Προοίμιον I Πάτερ ἐπουράνιε, φιλόστοργε, φιλάνθρωπε, ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Προοίμιον II Δεσπότου χερσὶ πόδας νιπτόμενος Ἰούδας ὡς κλέπτης κρυφῇ γλῶσσαν ἠκόνησε δολίαν ὁ παράνομος, Χριστὲ ὁ Θεός· ἀλλὰ τοιαύτης ἀπανθρωπίας λύτρωσαι τοὺς ἐν τῷ οἴκῳ τῆς Θεοτόκου ψάλλοντας· «Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.» Τίς ἀκούσας οὐκ ἐνάρκησεν ἢ τίς θεωρήσας οὐκ ἐτρόμασε τὸν Ἰησοῦν δόλῳ φιλούμενον, τὸν Χριστὸν φθόνῳ πωλούμενον, τὸν Θεὸν γνώμῃ κρατούμενον;
Ποία γῆ ἤνεγκε τὸ τόλμημα; Ποία δὲ θάλασσα ὑπέμεινεν ὁρῶσα τὸ ἀνοσιούργημα; Πῶς οὐρανὸς ὑπέστη, πῶς δὲ αἰθὴρ συνέστη, πῶς καὶ ὁ κόσμος ἔστη συμφωνουμένου, πωλουμένου τότε, προδιδομένου τοῦ κριτοῦ;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ὅτε δόλον ἐμελέτησεν, ὅτε σοι τὸν φόνον κατεσκεύασεν ὁ φιληθεὶς καὶ ἀθετήσας σε, ὁ κληθεὶς καὶ καταλείψας σε, ὁ στεφθεὶς καὶ ἐνυβρίσας σε, τότε σύ, εὔσπλαγχνε, μακρόθυμε, δεῖξαι τῷ φονευτῇ βουλόμενος τὴν ἄφατον φιλανθρωπίαν σου, ἔπλησας τὸν νιπτῆρα, ἔκλινας τὸν αὐχένα, γέγονας δοῦλος δούλων· καὶ ἐπεδίδου σοι Ἰούδας πόδας ἵν᾽ ἀποπλύνῃς, λυτρωτά.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ὕδασι πόδας ἀπέπλυνας τοὺς δραμόντας εἰς τὴν προδοσίαν σου, καὶ μυστικῇ βρώσει ἐξέθρεψας τὸν ἐχθρὸν τῆς εὐσπλαγχνίας σου καὶ γυμνὸν τῆς εὐλογίας σου· ὕψωσας τὸν πτωχὸν χαρίσμασιν, ηὔξησας τὸν οἰκτρὸν δωρήμασιν, ἐπλούτισας καὶ ἐμακάρισας· ὑποταγὴν δαιμόνων, ἀπαλλαγὴν δὲ πόνων εἶχεν ἐπὶ τῆς γλώττης, καὶ ἀντὶ τούτων πάντων διεσχίσθη κα<ὶ ο>ὐ κατενύγη ὁ φονεύς.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Τίς εἶδε πόδας νιπτόμενον καὶ λακτίζειν ἤδη ἐπειγόμενον; Τίς ἤκουσε κτῆνος θαλπόμενον καὶ βαλεῖν κατεπειγόμενον τὸν αὐτῷ ἐπικαθήμενον;
Ἔλουεν, ἔτρεφεν ὁ Κύριος· ἔτρεχεν, ἔβρυχεν ὁ δόλιος ὡς μονιὸς ἀνημερώτατος· πεπληρωμένης φάτνης, ὁ ἀπηνὴς ἐξαίφνης φεύγει τὸν κεκτημένον καὶ ὑποτίθησι τὸν νῶτον ὄντως ἵν᾽ ἐπιβῇ ὁ Σατανᾶς.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ἄδικε, ἄστοργε, ἄσπονδε, πειρατά, προδότα, πολυμήχανε, τί γέγονεν, ὅτι ἠθέτησας; Τί ἰδὼν οὕτως ἠφρόνησας; Τί παθὼν οὕτως ἐμίσησας;
Οὐκ αὐτοῦ φίλον σε ὠνόμασεν; Οὐκ αὐτὸς ἀδελφόν σε κέκληκε, καίτοι εἰδὼς ὅτι δεδόλωσαι; Τὸ τῶν χρημάτων λῆμμα τὸ ἐν τῷ γλωσσοκόμῳ δέδωκε τῇ σῇ πίστει, καὶ ἀσυνείδητος ἐν τούτοις πᾶσιν ἐφάνης ἄφνω πρὸς αὐτόν.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Πέτρος τότε παρῃτήσατο, ὅτε ὁ μονογενὴς παρίστατο νιπτοποδεῖν κατεπειγόμενος, καί φησι· «Κύριε, κύριε, οὐ μὴ σὺ νίψῃς τοὺς πόδας μου.» Ὁ νιπτὴρ ἔκειτο κα<ὶ ἐ>πέπληστο, ὁ σωτὴρ ἵστατο καὶ ἔζωστο ὁ λυτρωτὴς ὡς ἀργυρώνητος· αἱ τῶν ἀγγέλων τάξεις ἄνωθεν κατιδοῦσαι ἔκραζον θαμβηθεῖσαι, καὶ ὁ ἀναίσχυντος οὐκ ἐνετράπη, ἀλλ᾽ ἐξετράπη κατ᾽ αὐτοῦ.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ἵσταντο φόβῳ οἱ πύρινοι καὶ ἐξίσταντο χοροὶ ἀόρατοι ὁρῶντες τὸν ἀπερινόητον γνωμικῶς κατακαμπτόμενον καὶ πηλῷ διακονούμενον.
Γαβριὴλ ἔλεγε πτοούμενος· «Ἅγιοι ἄγγελοι, συνόμιλοι, κατίδετε καὶ καταπλάγητε· τείνει τὸν πόδα Πέτρος κα<ὶ ὁ> ἐκ παρθένου μήτρας δέχεται κα<ὶ ἀ>ποπλύνει· καὶ οὐ τὸν Πέτρον μόνον νίπτει, ἀλλὰ καὶ τὸν Ἰούδαν μετ᾽ αὐτοῦ.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Νίπτει τὴν πλίνθον ἡ θάλασσα, ἀποπλύνει τὴν πηλὸν ἡ ἄβυσσος κα<ὶ ο>ὐκ ἀναιρεῖ τούτου τὴν σύστασιν ἀλλὰ σφίγγει τὴν ὑπόστασιν κα<ὶ ἀ>ποσμήχει τὴν προαίρεσιν.
Βλέπετε πόση τοῦ ποιήσαντος, ἴδετε ποταπὴ τοῦ πλάσαντος διάθεσις περὶ τὰ πλάσματα· κέκλινται καὶ εἱστήκει, τρέφονται καὶ παρέχει, νίπτονται κα<ὶ ἀ>ποσμήχει, καὶ οὐ χωνεύονται γηΐνων πόδες ἐν ταῖς παλάμαις τοῦ πυρός.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.» Οὕτω μὲν ἔφη ὁ ἄγγελος, ὅτε καὶ κατεῖδέν σε τὴν ἄμπελον τὰ ἑαυτῆς κλήματα τρέφουσαν καὶ εἰς γῆν πᾶσαν ἐκτείνουσαν καὶ εἰς ὕψος ἐπανάγουσαν· Πέτρος δέ, ἡ ἀρχὴ τῶν φίλων σου, ὁ κανὼν τῶν ἀκολουθούντων σοι, ὁ στρατηγὸς τῆς φαμιλίας σου, ἰδών σε ἐζωσμένον, ἔλεγεν ἀδημονῶν· «Σύ μου τοὺς πόδας νίπτεις;
Οὐ μή μου νίψῃς πόδας εἰς αἰῶνας, ἡ χεὶρ ἡ πλάσασα ἐμέ. Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ὕπνος μοι ἔλθοι εἰς θάνατον ἐάν σε ἐάσω τὸν ἀθάνατον καμφθῆναί μοι τῷ ὑπὸ θάνατον· ὁ ἐχθρὸς ἐπιγελάσοι μοι ἐὰν σὺ τοῦτο τελέσῃς μοι.
Οὐκ ἀρκεῖ ὅτι σὸς νενόμισμαι; Οὐ πολὺ ὅτι σοὶ λελόγισμαι καὶ πρῶτος τῶν φίλων σου κέκλημαι, ἀλλὰ καὶ πλύνεις πόδας τοῦ ὀστρακίνου σκεύους ὁ κεραμεὺς τοῦ κόσμου, καὶ τὰ φθαρτά μου σκέλη καὶ τὰ ἴχνη σὺ θέλεις πλῦναι, λυτρωτά;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.» Ῥήμασι τούτοις χρησάμενος ὁ ἀπόστολος πρὸς τὸν διδάσκαλον· «Ἐὰν μὴ νῦν νίψω σε, ἤκουσε, μετ᾽ ἐμοῦ μέρος οὐ δώσω σοι, ἀλλ᾽ ἐχθρὸν ἀποκαλέσομαι.» Τοῦτο δὲ λέξαντος τοῦ πλάσαντος, φόβος καὶ θόρυβος ἐπέπεσε τῷ μαθητῇ, ὅθεν καὶ ἔφησε· «Κύριέ μου, εἰ πλύνεις, μή μου τοὺς πόδας μόνον, ἀλλὰ καὶ δέμας ὅλον· καὶ ἐπὶ πλεῖον πλῦνόν με, εἰ θέλεις, ἵνα τῶν σῶν μὴ στερηθῶ.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.» Ὢ πόσοις πόσα συνήπτετο καὶ Ἰούδας φίλος οὐκ ἐγίνετο. Ὢ ποταποὶ λόγοι καὶ πράγματα κα<ὶ ὁ> ἐχθρὸς οὐ κατηλλάσσετο, ὁ σκληρὸς οὐκ ἡπαλύνετο· ἅμα γὰρ τῷ φαγεῖν ὃ ἔφαγεν καὶ πιεῖν ὃ πιστῶς οὐκ ἔπιεν, ἐπῆρε τὴν πτέρναν, ὡς γέγραπται, καὶ ἐξελθὼν τῆς μάνδρας ὥρμησε πρὸς τοὺς θῆρας, καταλιπὼν τοὺς ἄρνας καὶ τὸν γλυκύτατον μασθὸν ἐάσας ἦλθεν ἐπὶ θηλὴν πικράν.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Μάτην πρώην ὑπεχώρησε τὸν δεινὸν Ἰούδαν ὁ διάβολος· ἰδοὺ γὰρ νῦν οὗτος ἐχώρησε πρὸς τὸν πρὶν ὑποχωρήσαντα καὶ ἔστιν ὅλως διάβολος.
Μάτην ἦν φοβερὸς τοῖς πάθεσιν· ὤφθη γὰρ φθονερὸς ἐν ἅπασι καὶ τολμηρὸς κατὰ τοῦ πλάσαντος· μάτην αὐτοῦ λαλοῦντος ἔφευγον πᾶσαι νόσοι· εἶχε γὰρ ἤδη νόσον τῆς ἀθεΐας καὶ φιλαργυρίας· ἐντὸς αὐτοῦ ἦν ἡ πληγή.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ἄρας τοὺς πόδας ὁ ἄνομος ηὐτομόλησε πρὸς τὸ παράνομον καὶ φατριὰν φθάσας φονεύτριαν, τὸν Χριστὸν ὥσπερ ἀλλότριον παραδούς, γίνεται μέτριος. «Τί ἐμοὶ θέλετε δωρήσασθαι;» λέγει τοῖς θέλουσιν ὠνήσασθαι τὸ αἷμα τοῦ ζῶντος καὶ μένοντος.
Ἄκουσον, γῆ, καὶ φρῖξον· θάλασσα, φεύγειν σπεῦσον· φόνος γὰρ συμφωνεῖται, τοῦ ἀτιμήτου τίμημα λαλεῖται καὶ ζωοδότου ἡ σφαγή. Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Νῦν σου ἐφάνη τὸ ἄπληστον, νῦν ἐφανερώθη τὸ ἀκόρεστον, ἀχόρταστε, ἄσωτε, ἄσπονδε, ἀναιδέστατε καὶ λαίμαργε, ἀσυνείδητε, φιλάργυρε. «Τί ἐμοὶ θέλετε δωρήσασθαι;» λέγεις τοῖς θέλουσιν ὠνήσασθαι τὸ αἷμα τοῦ ζῶντος καὶ μένοντος· τί γὰρ καλὸν οὐκ εἶχες; τίνος δὲ οὐ μετεῖχες; τίνος ποτὲ ἀπεῖχες;
Μετὰ τῶν κάτω καὶ τὰ ἄνω εἶχες καὶ τὸν Θεόν σου προδιδεῖς; Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ὅλον τὸν πλοῦτον ἐβάσταζες, θησαυρὸς ὑπῆρχες ἀδαπάνητος· πάντοθεν ἦς πάντοτε πλούσιος, ἐν χερσὶν ἔχων τὰ χρήματα καὶ φρεσὶ φέρων τὸν πλάσαντα.
Τί οὖν σοι γέγονεν, ὦ ἄθλιε, ὅτι νῦν ὡς πτωχὸς πεπόρευσαι πρὸς τοὺς οὐδὲν ἔχοντας δοῦναί σοι; Τί γὰρ καὶ δώσουσί σοι, τί προσενέγκωσί σοι ἀντὶ τοῦ πωλουμένου; Τὸν οὐρανόν τε καὶ τὴν γῆν ἢ πάντα τὸν κόσμον αὐτὸν ἀντ᾽ αὐτοῦ;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ὕπαγε, ἄφρον, ἀνάνηψον, τὴν αὐθάδειάν σου ἀναχαίτισον, τὴν τολμηρὰν γνώμην σου κώλυσον, ταῖς φρεσί σου ἐπιτίμησον καί, μωροί, ποτὲ φρονήσατε· οὔτε γὰρ δύνασαι τιμήσασθαι οὔτ᾽ αὐτοὶ ἱκανοὶ ὠνήσασθαι τὸν τῇ χειρὶ πάντα συνέχοντα.
Ἐὰν δὲ καὶ πωλήσῃς καὶ μὴ αὐτὸς θελήσῃ, τίς ὁ τολμῶν κρατῆσαι; Τίς ἐπενέγκῃ τούτῳ χεῖρας, ἐὰν μὴ συγχωρήσῃ ὡς Θεός; Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Πένης Ἠλίας ἐτύγχανε καὶ ὡς εὔπορος πυρὶ ἀνάλωσε τοὺς ἐπ᾽ αὐτὸν τότε ὁρμήσαντας, πεντηκόνταρχον καὶ ἕτερον, τοὺς αὐτῷ καταθαρρήσαντας· Ἠλιοὺ γέγονεν ἀκράτητος, καὶ Θεὸς Ἠλιοῦ καὶ κύριος τῷ ἀναιδεῖ εὐκαταφρόνητος.
Ὢ τῆς παραπληξίας· δοῦλος ἦν ὁ Ἠλίας τοῦ νῦν πιπρασκομένου κα<ὶ ο>ὐδ᾽ ὡς προφήτην ὁ προδότης ἔσχε τὸν ποιητὴν τῶν προφητῶν. Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Οὕτως δέ, ἄφρον, ἐμέθυες αὐθαδείᾳ σου καὶ οὐκ ἐνόησας τὸν ὑπὸ σοῦ γνώμῃ πωλούμενον, κἂν τὰ σύμφωνα γνωρίσῃ σοι τίς ἐστιν ὁ συμφωνούμενος· Ἔλαβες χρύσινα τριάκοντα· ψήφισον, Ἰούδα, καὶ νόησον τίς προφητῶν οὕτω πεπώληται· ὁ Ἰωσὴφ ἐκεῖνος τοῦ Ἰησοῦ ἦν τύπος οὗ τὴν τιμὴν λαμβάνεις, καὶ δι᾽ αὐτῆς καταλαμβάνεις Ἅιδην τὸν βρόχον ἔχων ἀγχόνην.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ἵλεως, ἵλεως, ἵλεως· ποταπὸν ὁ μαθητὴς ὠλίσθησε καὶ ποταποῦ ὕψους ἀπέτυχε· ποταπὸν πτῶμα κατέπεσε, ποταπὸν κτύπον ἐποίησε.
Πρώην μὲν ἔπεσε διάβολος ἀστραπὴν δείξας τὴν κατάπτωσιν· αὐτὸν καὶ Ἰούδας ἐζήλωσε· τῷ γὰρ Χριστῷ ἀντάρας καὶ ἀνιῶν πρὸς κέντρα, τὰς βάσεις συνετρίβη καὶ ἐν βαράθρῳ κατηνέχθη Ἅιδου, ἐκεῖ τὸ κέρδος πληρωθείς.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος. Ἦλθεν οὖν τρέχων ὁ ἄνομος καὶ φιλεῖ ἐν δόλῳ τὸν φιλάνθρωπον καὶ ἀναιρεῖ κατὰ διάνοιαν τὸν βουλῇ πάθος ἑλόμενον καὶ ζωὴν πᾶσι δωρούμενον· πρόβατον τοῦ Χριστοῦ ἐμάνθανε, λύκος δὲ τῷ ποιμένι γέγονεν ὡς ἄγριος θὴρ ἐπερχόμενος.
Φίλημα σὸν προσφέρεις; Φίλημα ποῖον, ἄφρον; Φίλημα προδοσίας· καὶ οὐκ αἰσχύνῃ τὸν ἐχθρὸν ζηλώσας, αὐτοῦ μανθάνων τὰς βουλάς. Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Μεῖνον μικρόν, ὦ πανάθλιε, ἵνα ὄψῃ δίκην ἀμετάθετον· τὸ συνειδός σου κατακρίνει σε, ἵνα γνῷς ὅπερ ἐποίησας τῷ δεινῷ μόρῳ νεκρούμενος· δένδρον σοι γίνεται ὡς δήμιος ἄξιον τὸν μισθόν σοι φέροντα· καὶ ποῦ σοι τὸ χρῆμα, φιλόπλουτε;
Ἀλλὰ καὶ τοῦτο δώσεις καὶ σεαυτὸν οὐ σώσεις μετανοῶν ἀκαίρως, ὅτι προέδωκας ὃν εἶχες πλοῦτον τὸν ψυχικόν σου, τὸν Χριστόν. Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Ἅγιε, ἅγιε, ἅγιε, ὁ Θεὸς τῶν πάντων, ὁ τρισάγιος, τοὺς δούλους σου ῥῦσαι τοῦ πτώματος καὶ τὸ πλάσμα σου ἀνάστησον τοῦ φυγεῖν τοιοῦτον κίνδυνον. Ταῦτα οὖν, ἀδελφοί, γινώσκοντες καὶ τὴν τοῦ πράτου πτῶσιν βλέποντες, τοὺς ἑαυτῶν πόδας στηρίξωμεν· στήσωμεν οὖν τὰς βάσεις ἐπὶ τὰς ἀναβάσεις τῶν ἐντολῶν τοῦ κτίστου καὶ τὴν τοῦ Ἅιδου φύγωμεν πορείαν βοῶντες πρὸς τὸν λυτρωτήν· Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ, κοντάκιον αʹ· κοντάκιον εἰς τὴν ἄρνησιν Πέτρου, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος〉 ἦχος πλάγιος δʹ Προοίμιον I Ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Προοίμιον II Τῶν φοβερῶν κυμάτων ἐπιλησθεὶς καὶ τῷ ῥητῷ τῆς κόρης ἀλλοιωθείς, ὁ Πέτρος ἔλεγε· «Χριστὲ ὁ Θεός, τῇ ζάλῃ βυθιζόμενος ἀξίως ἐδειλίασα καὶ λόγῳ ἐρωτώμενος ἀρνήσει ὑποπέπτωκα, ἀλλὰ δακρύων βοῶ σοι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.»
Προοίμιον III Ἄλλος βυθὸς ἐπὶ γῆς ἡ παιδίσκη· ἀλλὰ εὑρὼν ὕστερον κορυφαῖα, ἐπὶ σὲ τὸν λιμένα καταφεύγω· Κύριε, τὰ δάκρυά [μου] εἰς πρεσβείαν κινήσω σοι, καὶ κράξω σοι διὰ τοῦτο· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Τὸν νοῦν ἀνυψώσωμεν, τὴν φρένα ὑφάψωμεν, τὸ πνεῦμα μὴ σβέσωμεν, τῇ ψυχῇ διαναστῶμεν καὶ σπουδάσωμεν σχεδὸν συμπαθεῖν τῷ ἀπαθεῖ· ἀφήσωμεν πάντα λογισμὸν πολυμέριμνον καὶ προσκολληθῶμεν τῷ ἐν σταυρῷ· ἄγωμεν πάντες, εἰ δοκεῖ, ἅμα τῷ Πέτρῳ εἰς τὴν Καϊάφα αὐλὴν σὺν αὐτῷ.
Βοήσωμεν Χριστῷ τὰς τοῦ Πέτρου πάλαι φωνάς· «Κἂν ἐν ξύλῳ ἀνέρχῃ, κἂν ἐν τάφῳ κατέρχῃ, μετὰ σοῦ πάσχομεν καὶ θνήξομεν καὶ κράξομεν· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.» Οὐ μάτην ἐμνήσθημεν τοῦ Πέτρου, φιλόχριστοι, ἀλλ᾽ ἵνα ζηλώσωμεν τὴν ἀγάπησιν τοῦ φίλου, οὐ τὴν ἄρνησιν τοῦ ὄντως δειλοῦ καὶ τὴν φυγήν.
Τῷ φίλτρῳ γὰρ Πέτρος ὑπερζέσας τὸ πρότερον, τῷ φόβῳ ἐσβέσθη μετὰ μικρόν· ὅμως δεξάμενος αὐτοῦ τὴν προθυμίαν, τὴν ταλαιπωρίαν συνέγνω Χριστός, εἰδὼς τὴν ἀσθενῆ φύσιν ταύτην καὶ ταπεινήν, τὴν ἑκάστῳ ἀνέμῳ κλονουμένην καλάμην, τὴν ἀεὶ τρέμουσαν τὸν κίνδυνον καὶ κράζουσαν· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Ὑμεῖς οὖν, φιλόχριστοι, τοῦ Πέτρου ἀκούσαντες τὰ ὦτά μοι κλίνατε καὶ τοῖς τοῦ εὐαγγελίου ὑπακούσατε ῥητοῖς καὶ αὐτοῖς δότε τὸν νοῦν. Φησὶ γὰρ Ματθαῖος ἐν τῇ βίβλῳ 〈ἣν〉 ἔγραψε· Μετὰ τὸ δειπνῆσαι εἶπε Χριστός· «Τέκνα μου, φίλοι μαθηταί, τῇ νυκτὶ ταύτῃ ἀρνεῖσθέ με πάντες καὶ φεύγετέ με.» Καὶ πάντων ὁμαδὸν ἐκπλαγέντων, Πέτρος βοᾷ· «Εἰ καὶ πάντες ἀρνοῦνται, ἀλλ᾽ ἐγὼ οὐκ ἀρνοῦμαι· μετὰ σοῦ ἔσομαι καὶ θνήξομαι καὶ κράξω σοι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Τί λέγεις, διδάσκαλε; ὁ Πέτρος ἐβόησεν. Ἐγώ σε ἀρνήσωμαι; Ἐγὼ λίπω σε καὶ φύγω; Καὶ οὐ μνήσκομαι τῆς κλήσεώς σου καὶ τῆς τιμῆς; Ἀκμὴν ἐνθυμοῦμαι πῶς τοὺς πόδας μου ἔνιψας, καὶ λέγεις· ‘Ἀρνεῖσαί με’, λυτρωτά;
Ἔτι λογίζομαι, σωτήρ, πῶς τὸν νιπτῆρα βαστάζων προσῆλθες τοῖς ἴχνεσί μου, ὁ φέρων τὴν ξηρὰν καὶ βαστάζων τὸν οὐρανόν· ταῖς χερσὶν αἷς ἐπλάσθην νῦν τοὺς πόδας ἐπλύθην, καὶ βοᾶς ὅτι σκανδαλίζομαι κα<ὶ ο>ὐ κράζω 〈σοι〉· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;
Ἀκμήν, ἀναμάρτητε, ἀκμήν, ἀτελεύτητε, τὸν νόστον τοῦ δείπνου σου ἐν τῷ στόματί μου ἔχω, καὶ πῶς δύναμαι ἀρνήσασθαί σου τὴν δωρεάν; Εἰ γένωμαι, οἴμοι, ὡς προδότης ὁ μύστης σου, καλὸν τὸ θανεῖν με ἢ γὰρ τὸ ζῆν· εἴπερ λανθάνω ἀκριβῶς τοῦ μυστηρίου οὗ οἶδα καὶ εἶδον καὶ πάλιν ὁρῶ, συμφέρει μοι τὰ νῦν πρὸς τὸν ᾅδην ζῶντα δραμεῖν· κολληθήτω ἡ γλῶσσα ἄρτι τῷ λάρυγγί μου, ἐάν σε ψεύσωμαι ἢ παύσωμαι τοῦ κράζειν σοι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.» Πρὸς ταῦτα τὰ ῥήματα ὁ πλάσας τὸν ἄνθρωπον τῷ Πέτρῳ ἀντέφησε· «Τί μοι λέγεις, φίλε Πέτρε; Οὐκ ἀρνεῖσαί με; Οὐ φεύγεις ἐμέ; Οὐκ ἀθετεῖς;
Κἀγὼ τοῦτο θέλω, ἀλλ᾽ ἡ πίστις σου ἄστατος καὶ οὐκ ἀντιβαίνεις τοῖς πειρασμοῖς· μέμνησαι πῶς παρὰ μικρὸν κατεποντίσθης, εἰ μὴ τὴν παλάμην ἐπέδωκά σοι Ἐπέζευσας μὲν γὰρ ἐν θαλάσσῃ ὥσπερ κἀγώ, ἀλλ᾽ εὐθέως ἐσείσθης καὶ ταχέως ἐλήφθης· καὶ λοιπὸν ἔφθασά σε κράζοντα καὶ λέγοντα· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμην σου.
Ἰδοὺ καὶ νῦν λέγω σοι ὅτι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ψεύσῃ με †καὶ ὡς κύματα θαλάσσης περικλύζων καὶ βυθίζων τὸν νοῦν,† τρὶς ἀπαρνῇ· καὶ τότε μὲν κράξας, νῦν δὲ κλαύσας, εὑρήσεις με οὐ χεῖρά σοι δόντα ὥσπερ τὸ πρίν· ταύτῃ γὰρ κάλαμον λαβών, ἄρχομαι γράφειν συγχώρησιν πᾶσι τοῖς ἐκ τοῦ Ἀδάμ· ἡ σάρξ μου, ἣν ὁρᾷς, ὥσπερ χάρτης γίνεταί μοι, καὶ τὸ αἷμά μου μέλαν ὅθεν βάπτω καὶ γράφω, δωρεὰν νέμων ἀδιάδοχον τοῖς κράζουσι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου. —Νῦν οὖν, ἀτελεύτητε, ὁ Πέτρος ἀντέφησε, νῦν ὅτι ἐσήμανας τὸ ποσάκις σε ἀρνοῦμαι, ἐμφανίζω σοι κἀγὼ τὴν ἐμὴν γνώμην, σωτήρ.
Εἰ γὰρ καὶ γινώσκεις πρὶν εἰπεῖν με, φιλάνθρωπε, ἀλλ᾽ ὅμως δηλῶ σοι ἅπερ φρονῶ· ἐπὶ ἀγγέλων καὶ βροτῶν καὶ σοῦ τοῦ κτίστου τῶν ἄνω καὶ κάτω νῦν ὁμολογῶ· κἂν δέῃ με θανεῖν, οὐκ ἀρνοῦμαι σέ, λυτρωτά· μετὰ σοῦ θέλω ζῆσαι, μετὰ σὲ δὲ μὴ ζῆσαι· διὰ τί βλέπω γὰρ τὸν ἥλιον, μὴ κράζων σοι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμην σου;» Ὁ Πέτρος μὲν πρόθυμος ὡς φίλος ἐπίσημος, ὁ πλάστης δὲ ἕτοιμος βοηθῆσαι πάλιν Πέτρῳ, ὡς εἰδὼς αὐτοῦ τὸ ὀλισθηρὸν καὶ τὸ σαθρόν.
Τοιαῦτα οὖν λέξας καὶ ἀκούσας ὁ Κύριος ἀπήγετο θέλων πρὸς τὸ παθεῖν ὑπὸ ἀνόμων κρατηθείς, ὡς ἠβουλήθη, καὶ ὑπὸ Ἰούδα, ὡς οἶδεν, πραθείς· καὶ ἤχθη εἰς τὴν τοῦ Καϊάφα τότε αὐλήν· ἠκολούθει δὲ Πέτρος ἵνα ἴδῃ τὸ τέλος, καὶ ἰδὼν ἔπτηξεν, ἐτρόμασεν, ἐκραύγασεν· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Ὑπὸ διαθέσεως πολλῆς ὁ ἀπόστολος τῷ ὄχλῳ προσπλέκεται καὶ εἰσέρχεται σπουδαίως· καὶ γενόμενος ἐντὸς τῆς αὐλῆς, βλέπει ἐκεῖ τὸ πῦρ δεδεμένον καὶ τὸν χόρτον καθήμενον, Χριστὸν παρεστῶτα τῷ ἱερεῖ· καὶ μὴ βαστάσας τὸ κακόν, ἤδη δακρύει καὶ τύπτει τὸ στῆθος καὶ λέγει σιγῇ· «Δεδέσμευσαι, Χριστέ, καὶ ἀνέχει καὶ καρτερεῖς, καὶ ἐμπτύει τὴν ὄψιν δι᾽ ἣν κρύπτει τὰς ὄψεις Σεραφὶμ φρίττοντα καὶ τρέμοντα καὶ κράζοντα· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Ῥαπίζει, διδάσκαλε, καὶ ζῶ καὶ προσέχω σοι; Ὑβρίζει, φιλάνθρωπε, καὶ ὁρᾷ ἡ γῆ καὶ στέγει καὶ οὐ σχίζεται τοῦ καταπιεῖν τοὺς ἀπειθεῖς; Ἐμπαίζει καὶ βλέπει οὐρανὸς κα<ὶ ο>ὐκ εἱλίσσεται, κα<ὶ ο>ὐκ ἀγανακτοῦσιν οἱ ἐν αὐτῷ;
Καὶ οὐ θυμοῦται Μιχαὴλ σοῦ ῥαπισθέντος, καὶ καίει καὶ φλέγει τοὺς ἐπὶ τῆς γῆς; Καὶ στέγει Γαβριὴλ καὶ οὐ φλέγει τοὺς τολμηρούς; Εἰ καὶ πᾶσαι δυνάμεις αἱ τῶν ἄνω σιγῶσιν, ἀλλ᾽ ἐγὼ πλήττομαι καὶ φύρομαι καὶ κράζω σοι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.» Ὡς ταῦτα δὲ ἔφησεν, ὁ Πέτρος ἠσύχασε καὶ ὑπὸ ἐκπλήξεως συσχεθεὶς οὐδὲν προσεῖπεν· ἀλλ᾽ ἐξαίφνης ὁ σιγήσας καλῶς ἔφη κακῶς, ἵνα ἀληθεύσῃ ὁ Χριστός, ἡ ἀλήθεια, καὶ γένηται ψεύστης πᾶς γηγενής.
Τί οὖν ἐροῦμεν, ἀδελφοί; Ὅτι ὁ πλάστης ἵνα ἀληθεύσῃ, ἀρνεῖται Κηφᾶς; Μὴ γένοιτο ἱνὰ οὕτως εἴπω περὶ Χριστοῦ, ἀλλὰ οὕτως νοήσω ὅτι πάντα προβλέπει καὶ δηλοῖ καὶ προασφαλίζεται τοὺς κράζοντας· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Μικρὸν οὖν ἡσύχασεν ὁ Πέτρος, ὡς πρόειπον· ὀλίγον ἐπαύσατο ἀπὸ τῆς ἀδημονίας καὶ ἐκάθητο ἐντὸς τῆς αὐλῆς σύννους, στυγνός. Παιδίσκη δὲ μία τοῦτον περιεβλέπετο καὶ περιεκύκλου τὸν μαθητήν· ἄνω καὶ κάτω ἀκριβῶς κατανοοῦσα καὶ καταλαβοῦσα, βοᾷ πρὸς αὐτόν· «Καὶ σύ ποτε σὺν τῷ Γαλιλαίῳ ἦσθα σαφῶς.» Ἀπεκρίθη δὲ Πέτρος· «Οὐ γινώσκω ἃ λέγεις, ἀγνοῶ τοῦτον ὃν κηρύττουσιν οἱ κράζοντες· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.» Ἀφῆκες, ἀπόστολε, ταχέως τὸ κράτημα, καὶ κόρη σε ἔρριψεν· ἀλλ᾽ ἀνάστηθι, ἐξάλλου καὶ ἀνάζωσαι τὴν πρώτην ἰσχύν, ὡς ἀθλητής· οὐκ ἔσχες τὴν πάλην πρός τινα δυνατώτερον, καὶ πῶς κατηνέχθης λόγῳ ψιλῷ;
Κόρη προσῆλθέ σοι μικρά, ἥτις καὶ τάχα ψελλίζουσα εἶπεν ἃ εἶπεν πρὸς σέ, καὶ ταύτης ὡς βρυγμὸν δειλιάσας τὸν ψελλισμόν, ἀπεφήνω πρὸς ταύτην· «Οὐ γινώσκω ἃ λέγεις». Διὰ τί κόρη σε ἐπτόησε κα<ὶ ο>ὐκ ἔκραξας· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;
Νομίζων ὁ δίκαιος ὅτι τὸ κοράσιον τοῖς ἔσω προσβέβληται, τὴν αὐλὴν καταλιμπάνει καὶ προσκόψας τῷ πυλῶνι αὐτῆς πίπτει κἀκεῖ. Παιδίσκη γὰρ ἄλλη προσελθοῦσα, ὡς γέγραπται, τοῖς θερμαινομένοις οὕτω φησίν; ὅτι «καὶ οὗτος ὁ ἀνὴρ τῷ Ναζωραίῳ συνῆν καθ᾽ ἑκάστην, καὶ δῆλός ἐστι.» Πρὸς ταῦτα δὲ Κηφᾶς ἀπεκρίθη θορυβηθείς· «Οὐ γινώσκω τὸν ἄνδρα, οὐκ ἐπίσταμαι τοῦτον· ἀγνοῶ ἄνθρωπον ὃν λέγουσιν οἱ κράζοντες· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.» Οὐκ οἶδας τὸν ἄνθρωπον, ὦ Πέτρε, ὡς ἔφησας; Οὐκ οἶδας τὸν ἄνθρωπον;
Μή τι τοῦτο θέλεις λέγειν ὅτι ἄνθρωπον οὐκ οἶδας ψιλόν, ἀλλὰ θεόν; Μὴ ἄρα διδάξαι τοὺς ἀνόμους ἐσπούδασας ὅτι Θεὸς πέλει ὁ σταυρωθείς; Εἰ γὰρ καὶ ἔπαθεν σαρκὶ σάρκα ὁ φέρων, ἐκ τῆς ἀμιάντου ἀσπόρως τεχθείς, ἀλλ᾽ οὖν ἐστὶ Θεὸς καὶ οὐ θνῄσκει θνῄσκων σαρκί· ὡς ὁρᾶται, κρατεῖται· ὡς δὲ μὴ θεωρεῖται, οὐδενὶ πρόσκειται εἰ μή τι δ᾽ ἂν τοῖς κράζουσι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Ὑμνοῦμέν σε, δέσποτα, ὅτι ἀγαθὸν ψαλμός· αἰνοῦμέν σε, Κύριε, ὅτι πάντα σὺ ὑπέστης, καὶ ὁ Πέτρος σου μηδὲν ὑποστὰς ψεύδεταί σε· αὐτὸς ἐμαστίζου καὶ ὁ Πέτρος ἠρνεῖτό σε, μηδὲν ὑπομείνας ὁ ἀθλητής· ἤδη γὰρ δεύτερον βληθεὶς ὑπὸ θηλείων, τὸ τρίτον ἡττᾶται ὑπ᾽ ἄλλων ἀνδρῶν.
Καὶ γὰρ μετὰ μικρὸν προσελθόντες ἄλλοι τινὲς ἐπιτίθενται Πέτρῳ, καὶ ἀρνεῖται μεθ᾽ ὅρκων, καὶ εὐθὺς ὄρνις τοῦτον ἤλεγξε, καὶ ἔκραξε· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου. Ἀκούσας τοῦ ὄρνιθος ὁ Πέτρος φωνήσαντος, εὐθέως ἐκραύγασε κωκυτὸν μετὰ δακρύων· «Οἴμοι, οἴμοι, ποῦ ἀπέλθω; ποῦ στῶ; ποῦ δὲ φανῶ; τί λέξω; τί φράσω; τί ἀφήσω; τί λήψομαι; τί πράξω; τί πάθω; τί ὑποστῶ; ποίαν θρηνήσω μου πληγήν; πρώτην; δευτέραν;
Τριπλῆ γὰρ ὀδύνη ἐπῆλθεν ἐμοί· τρισσῶς ὁ δολερὸς ἔβαλέ με τὸν ἀφελῆ· ἀφανῶς ἐτοξεύθην, φανερῶς κατεβλήθην· ποῦ τὸν νοῦν τοῦτον μετεώρισα κα<ὶ ο>ὐκ ἔκραξα· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;
Ἰσχύς μου καὶ ὕμνησις ὑπάρχεις, φιλάνθρωπε· μὴ ἐγκαταλίπῃς με.» Ταῦτα Πέτρος ἔφη κλαίων ὅτε ἤρχετο πρὸς τοὺς μαθητὰς τοῦ λυτρωτοῦ. Τὰς χεῖρας δὲ θήσας ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐβόησεν· «Οἴμοι, δοῦλοι Χριστοῦ· ἤδη ἐπλήρωσα Χριστοῦ τὴν προφητείαν ἐπὶ τῇ ἀρνήσει ἐμοῦ τῇ τριπλῇ.
Συγκλαύσατέ μοι οὖν καὶ θρηνοῦντες λέξατέ μοι· ‘Ποῦ ὁ πόθος καὶ ζῆλος; Ποῦ ἡ πίστις καὶ νῆψις; Ποῦ ὁ νοῦς οὗτος ὃς ἐρέμβετο κα<ὶ ο>ὐκ ἔκραξε· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;’» Νικᾶται ὁ εὔσπλαγχνος τοῦ Πέτρου τοῖς δάκρυσι καὶ πέμπει τὴν ἄφεσιν· τῷ λῃστῇ γὰρ ὁμιλήσας ὑπαινίττεται τὸν Πέτρον ἐκεῖ ἐν τῷ σταυρῷ· «Ὦ φίλε λῃστά μου, μετ᾽ ἐμοῦ γενοῦ σήμερον, ἐπειδὴ ὁ Πέτρος ἔλιπέ με· ὅμως ἐκείνῳ τε καὶ σοὶ καὶ τοῖς ζητοῦσιν ἀνοίγω τὰ σπλάγχνα, φιλάνθρωπος ὤν.
Δακρύων, ὦ λῃστά, ‘Μνήσθητί μου’, λέγεις ἐμοί, καὶ ὁ Πέτρος δὲ κλαίων· ‘Μὴ ἀφήσῃς με’, κράζει· δι᾽ αὐτὸ σοὶ κἀκείνῳ λέγω σὺν τοῖς κράζουσι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου. Οὐδεὶς ἀναμάρτητος, οὐδεὶς ἀκατάβλητος· μὴ ὀλιγωρήσητε, ἐγὼ μόνος δίχα μώμου· διὸ ἅπασιν ὑμῖν ἐφαπλῶ τὴν δωρεάν.» Ἀλλ᾽ ἴσως ἐρεῖ τις· «Πόθεν τοῦτο, ὦ ἄνθρωπε, ὅτι ἀνεκλήθη Πέτρος πεσών;» Ἤδη δεικνύω ἀκριβῶς καὶ διὰ τίνος ἐπέμφθη τὸ δῶρον τῷ Πέτρῳ ποτέ· ἀγγέλου ἦν φωνὴ ὁμιλοῦντος ταῖς γυναιξίν· «Ὅταν εἴπητε πᾶσιν, εἴπατε καὶ τῷ Πέτρῳ· μὴ φοβοῦ, εἶπεν ὁ διδάσκαλος· ἀνάκραξον· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Συνάντησον, ἅγιε, καὶ δέξαι τὸν Κύριον πρὸς σὲ πορευόμενον ἐκ ταφῆς ὡς ἐκ παστάδος· δι᾽ ἐμοῦ γὰρ τοῦ ἀγγέλου αὐτοῦ λέγει πρὸς σὲ τοιαῦτα εἰπάντος· Μὴ ἀπογνῷς τὴν ἄφεσιν, ἀλλ᾽ εὔχου μὴ πίπτειν εἰς πειρασμόν.» Μὴ οὖν πλεκέτω ἡμῖν τις ὅτι τῷ Πέτρῳ οὐ συνεχωρήθη τὸ πταῖσμά ποτε· συγχώρησιν Χριστὸς θέλων δοῦναι ἦλθεν εἰς γῆν, συγχωρῆσαι θελήσας τῷ σταυρῷ προσηλώθη, συγχωρῶν θάνατον ὑπέταξε τοῖς κράζουσι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου. «Συγχώρησον, δέσποτα», τῷ πλάστῃ βοήσατε, ὑμεῖς οἱ νεόλεκτοι, ἐπειδὴ τῆς κολυμβήθρας ἀπογεύεσθε γλυκείας πηγῆς καὶ ἀγαθῆς· φωτίζεσθε μᾶλλον καὶ μὴ μόνον βαπτίζεσθε· μὴ δόλῳ τὸ δῶρον δέξασθε νῦν, μήποτε εἴπῃ ὁ Θεός· «Ὅτε εἰσῆλθον, ἐμίαναν οὗτοι τὴν γῆν τὴν ἐμήν.» Μὴ γένοιτο δὲ νῦν ἵνα οὕτως λέξῃς, Χριστέ, ἀλλ᾽ ἵν᾽ ἔλθῃς ταχέως, ἵνα δέξῃ ἡδέως σὺν ἡμῖν τούτους 〈τοὺς ἐν πίστει〉 σοι κραυγάζοντας· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.