Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Η γέννηση, η ονοματοδοσία και η λύση της αφωνίας του Ζαχαρία

Η εξιστόρηση της γέννησης, η θεολογική σημασία του ονόματος Ιωάννης ως έκφραση της θείας χάριτος και η θαυμαστή θεραπεία του Ζαχαρία ως τύπος της φανέρωσης του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 6 από 8

ιεʹ.

Καὶ τεχθεὶς τῆς μὲν τεκούσης μητρὸς εὐθέως τὸ ὄνειδος ἔπαυσεν, ὂν ἐκ τοῦ τῆς ἀπαιδίας ἔσχεν ἐγκλήματος· τῆς δὲ τοῦ τεκόντος πατρὸς γλώττης τὸν χαλινὸν οὐκ ἀπέλυσεν, ὃν ἐκ τοῦ τῆς ἀπιστίας ἔσχε προσκόμματος· καὶ παῖς μὲν τοῖς ὁρῶσι πᾶσιν εἰ ἀναμφίβολος· ἡ τεκοῦσα μὲν γὰρ τὴν ψυχὴν ἐλλαμπομένη τῷ Πνεύματι, Ἰωάννην αὐτὸν ἠβούλετο λέγεσθαι· ὃ δὲ Ἑβραϊκῇ μὲν ἐκφωνεῖται φωνῇ, εἰς τὴν Ἑλληνίδα δὲ μετερχόμενον, Θεοῦ χάριν δηλοῖ καὶ παράστασιν· οἱ δὲ συγγενεῖς καὶ τῆς συναγωγῆς φίλοι καὶ τρόφιμοι τῆς προφητικῆς ἐπωνυμίας ἀκούσαντες, καὶ παρεῖναι τῷ κόσμῳ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χάριν οἰόμενοι, ταύτην ἠρνοῦντο, καὶ μετὰ τῆς οἰκείας ἐμφάσεως ἔφευγον, καὶ δὴ καὶ ἀμείβειν αὐτὴν ἐπειρῶντο καὶ ἤθελον, καὶ τολμηρότερον πρὸς τὴν φύσασαν ἔλεγον· «Ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ·» ἤμελλον γὰρ οἱ τὴν Ἰουδαϊκὴν ἀποπληροῦντες συγγένειαν· ὁ δὲ πυξίδα λαβὼν διὰ νεύματος, ἐπεὶ λαλεῖν μὴ ἐδύνατο, «Ἰωάννης τοὔνομα τοῦ παιδὸς,» ἀπεχάραττεν· οὐ μόνον δὲ τοῦτο τοῖς κηρίοις ἐνέγραφεν, ἀλλὰ καὶ γράφων τοῖς γράμμασιν, ἐβόα τοῖς ῥήμασιν, τῷ τῆς χειρὸς κινήματι, σύνδρομον τῆς γλώττης ἐμφαίνων τὴν κίνησιν, καὶ τῇ γραφίδι τρεχούσῃ δεικνὺς τὸν λόγον συντρέχοντα· τοῦτο γὰρ σημᾶναι βουλόμενος καὶ ὁ μακάριος εὐαγγελιστὴς ἐμφαντικώτερον ἔφησεν· «Καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ·» ἅμα γὰρ ἔγραφέν τε καὶ ἔλεγεν, καὶ σύγχρονον παρεῖχεν ὁρᾷν τὴν ἑκατέρου μέρους γλώττης καὶ χειρὸς ἑκατέρας ἐνέργειαν· οὐ γὰρ ἔγραφε μὲν, οὐκ ἔλεγεν δέ· ἢ ἔλεγε μὲν, οὐκ ἔγραφεν δὲ, ἀλλ’ ἔλεγεν ἴσως καὶ ἔγραφεν· καὶ ἡ χεὶρ κάτωθεν ἔθεεν, καὶ ὁ λόγος ἄνωθεν ἔῤῥεεν· καὶ οὐδεὶς ἑκατέρων κατὰ θατέρου τὴν νίκην, ἀλλ’ ἄμφῳ φίλοι τοῦ δρόμου τὴν νύσσαν ἠσπάζοντο· καθὰ καὶ βαλβίδων ἔξω δραμόντες, καὶ ἄμφω νίκης στεφάνους εἰλήφασιν· οὐδενὸς τὴν ἧτταν ὁμολογεῖν ἐθελήσαντος· ἐφ’ ᾧ καὶ ἐθαύμασαν ἅπαντες· θαύματος γὰρ ἦν ἀληθῶς τὸ πραττόμενον ἄξιον· καὶ εἰ τοῖς τότε τὸ χρῆμα θαυμάζουσι, μόνον σωματικῶς ἐθαυμάζετο, ἐπεὶ καὶ μόνον σωματικῶς ὑπ’ αὐτῶν κατεφαίνετο· ἀλλὰ μὴν τοῖς μύσταις τοῦ Πνεύματος οὐ μέχρι τῶν ὁρωμένων τὰ τοῦ Πνεύματος στήσεται, ἀλλ’ ἔχειν τι κρυπτὸν ὁ λόγος ἐνδείκνυται, ὃ διερευνῶντες τῷ Πνεύματι, πνευματικῶς ἀνιχνεύσωμεν· καὶ τούτου θηράσαντες τοῦ λύχνου δηλαδὴ τὴν αὐγὴν ἡμῖν καταπέμποντος τοῖς τοῦ Πνεύματος τέκνοις ὑμῖν, εἰς τροφὴν παραθώμεθα πνευματικήν.

ιϚʹ. Θεοῦ χάριν ἐλέγομεν Ἰωάννου σημαίνειν τὸ ὄνομα, ἐπειδὴ καὶ ταύτης ἐπέμπετο πρόδρομος, μηνυτὴς ἀγαθὸς ἀπεστέλλετο· Θεοῦ δὲ χάρις ὁ τοῦ Θεοῦ Λόγος εἶναι πιστεύεται, ὁ δι’ ἡμᾶς τοὺς ἁμαρτίας αἴσχεσι βρίθοντας, ἐν σαρκὶ καθ’ ἡμᾶς ἐσχηκὼς τὴν φανέρωσιν· καὶ τῶν μὲν τοιούτων ἡμᾶς λυτρωσάμενος αἴσχεων, δόξης δὲ τῆς οἰκείας πληρώσας καὶ χάριτος· οὕτως γὰρ ἁπάντων Θεὸς καὶ Πλάστης καὶ πρύτανις πᾶσιν ὁμοίως ἐπέλαμψεν, Ἰουδαίοις, Ἕλλησι, βαρβάροις, ἰδιώταις, σοφοῖς, ἀσόφοις, δούλοις, δεσπόταις, καὶ πᾶσιν ἴσην τὴν τῆς οἰκείας φιλανθρωπείας αἴγλην προτέθεικεν, κἂν ἐξ Ἰουδαίων σαρκικῶς ἀπετίκτετο διὰ τὴν πρὸς Ἀβραὰμ τὸν πατριάρχην ἐπαγγελίαν καὶ ἔντευξιν, τὸν ἐξ ἐθνῶν μὲν τὴν γέννησιν ἔχοντα, Ἰουδαίων δὲ τὸ γένος γεννήσαντα· «Ἢ γὰρ,» ὁ Παῦλός φησιν ὁ σοφώτατος, «ἢ Ἰουδαίων μόνον Θεὸς ὁ Θεὸς, οὐχὶ δὲ καὶ ἐθνῶν; ἔστι γὰρ ἀληθῶς καὶ ἐθνῶν Θεὸς ὁ Θεός· ἐπεὶ καὶ εἷς καὶ μόνος ὑπάρχει Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως,» τὴν πρὸς τούτους οὖν ἑκατέρους τῆς θείας χάριτος ἴσην καὶ ὁμοίαν ἐμφάνειαν.

Πάλιν ὁ Ζαχαρίας προφητικῷ κινούμενος Πνεύματι, λόγῳ καὶ γράμματι Ἰωάννου τὸ θαυμαστὸν προσεκόμιζεν ὄνομα, τῷ ἐφαμίλλῳ τῆς ἑκατέρας δεικνὺς ἐκφωνήσεως, ὡς μία τοῖς πᾶσιν τῆς υἱοθεσίας χάρις δοθήσεται τοῖς ἐκ νόμου καὶ ἐθνῶν ἐπ’ αὐτὴν ἐπιστρέφουσιν, καὶ προϊεμένοις αὐτὴν καὶ λαμβάνουσι μετὰ πίστεως ἀληθοῦς καὶ ψυχικῆς καθαρότητος. «

Ὅσοι γὰρ αὐτὸν ἔλαβον, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν·» πρόδηλον γὰρ ὡς Ἰουδαῖοι μὲν τῷ τῆς πινακίδος ἐσημαίνοντο γράμματι, ὡς τῷ τοῦ νόμου δουλεύοντες γράμματι· τὰ ἔθνη δὲ τῷ τοῦ στόματος Λόγῳ καὶ Πνεύματι, ὡς Λόγου μᾶλλον μετέχοντες καὶ τὰ τοῦ νόμου προσχωρήσαντες Πνεύματι· ἐπεὶ καὶ ὁ νόμος αὐτὸς διπλοῦς ἐγνωρίζετο, τὸ μὲν ἔχον σαρκικὸν καὶ ἐν γράμματι, τὸ δὲ λογικὸν καὶ ἐν Πνεύματι· αὕτη διερμηνευομένη ἡμῖν τὸ εὐαγγελικὸν τοῦτο μυστήριον τῆς Ἰωάννου διπλῆς ἐν ταυτῷ καὶ μυστικῆς ἐκφωνήσεως ἡ αἰτία κατείληπται, ἢν οὐχ ἡμεῖς ἐξ αὐτῶν εὑρεῖν δεδυνήμεθα, ἀλλ’ Ἰωάννης αὐτὸς ὁ λύχνος ὁ ἄσβεστος ἀστράπτων καὶ τὰ κρύφια φωτίζων ὑπέδειξεν· ὅθεν νῦν ἡμεῖς μᾶλλον θαυμάζομεν ἢ ἐκεῖνοι· ἐκεῖνοι τὸ παλαιὸν ἀλλ’ ἐπὶ μόνοις τοῖς ὁρωμένοις θαυμάζοντες· οὕτω δὲ Ἰωάννης ἐν βίῳ προέρχεται τοῦ τῆς δικαιοσύνης Ἡλίου προτρέχων τοῖς ἅλμασιν, ὥσπερ ἑωσφόρος τις δι’ αὐγῆς, καὶ λαμπρότατος καὶ πάντας ἐκπλήττων τῷ μεγέθει τῆς οἰκείας λαμπρότητος, ἢν αὐτῷ προφέρειν παρείχετο ἡ Ἡλίου τοῦ μετ’ αὐτὸν εὐθὺς ἀνατέλλοντος δι’ ὑπερβολὴν μαρμαρυγῆς καὶ ἄκρας τοῦ φωτὸς καὶ ἐκλάμψεως, ἡ μεγάλη τε καὶ περιφανὴς καὶ ἀχώριστος πρόοδος.

ιζʹ. Οὗτος τεχθεὶς, καὶ Ἰωάννης κληθεὶς, καὶ τῷ οἰκείῳ μηνύσας ὀνόματι τοῦ μετ’ αὐτὸν ἐκ Παρθένου τεχθησομένου τὴν δύναμιν, λύει τοῦ τεκόντος καὶ κεκληκότος νόμῳ τὴν γλῶτταν δεσμοῖς βραδυγλωττίας πρὸ τούτου δουλεύουσαν, καὶ παρέχει τῷ βαρυφώνῳ νόμῳ καὶ Πατρὶ φωνὴν ἡ φωνὴ διαπρύσιον τὸν Λόγον κηρύττειν τὸν μετ’ αὐτὸν φανησόμενον, τῷ καὶ τὴν προσοῦσαν Μωϋσεῖ τῷ νομοθέτῃ βαρυφωνίαν ἐλαύνοντι· πῶς γὰρ ἦν δυνατὸν πρὸ τοῦ Λόγου τικτομένης τὸν Λόγον τῆς φωνῆς ἀφωνίᾳ τὸν ταύτῃ γεγεννηκότα κατέχεσθαι; ἢ δεσμοῖς ἀλογίας τὴν γλῶτταν πιέζεσθαι μέλλοντος ὅσον οὐδέπω τοῦ Λόγου προϊέναι καὶ τίκτεσθαι;

πρόδηλον γὰρ ὡς μετὰ Ἰωάννην τὴν φωνὴν Ἰησοῦς ὁ Λόγος γενόμενος, τὴν γλῶτταν τοῦ νόμου βραδυγλωττίας δεσμῶν ἐλευθέρωσεν· ἐσφράγιστο γὰρ αὐτοῦ καὶ τῆς προφητικῆς ἐπαγγελίας τὰ κρύφια, καὶ φωνὴν αὐτῷ μεγάλην καὶ εὔρυθμον δέδωκεν ἀπελάσας αὐτοῦ τὸ πρώην φαινόμενον ἄφωνον, καὶ ἐξελὼν αὐτοῦ τὴν ἀφωνίαν τῇ φανερώσει τῆς οἰκείας ἐκλάμψεως, τὴν πρὶν αὐτὸν ἀφανῶς καταθλίβουσαν· διὰ τοῦτο γὰρ ἐν Ζαχαρίᾳ τὸ κατ’ αὐτὸν ἱερεῖ καὶ προφήτῃ τυγχάνοντι, ἐτελεῖτο μυστικῶς τὰ ἑκάτερα, ὡς ἑκατέρου σαφῶς εἰκονίζοντι, τῇ μὲν ἱερωσύνῃ τὸν νόμον, καὶ τῷ γηραλαίῳ τῷ παλαιῷ τὴν νομικὴν παλαιότητα· τὸ δὲ τῆς προφητείας χάρισμα, τοῦ προφητικοῦ καιροῦ τὴν ὁμήγυριν· «Ἀνεῴχθη γὰρ, φησὶν, τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν·» καὶ γὰρ ὡς ἀληθῶς Χριστοῦ κατὰ γῆν τοῖς ἐπὶ γῆς ἐπιφανέντος, ὃς καὶ Λόγος ἐστὶ καὶ σοφία τοῦ Πατρὸς, καὶ τοῦ προφητικοῦ στόματος ἡ σφραγὶς ἀπεσφράγισται, καὶ τῆς νομικῆς γλώττης ὁ δεσμὸς ἀπολέλυται· καὶ ὁμοίως ἑκάτεροι ὅ τε νόμος καὶ οἱ προφῆται λαλοῦσι φανερῶς Χριστοῦ τὸ μυστήριον, καὶ εὐλογοῦσιν αὐτὸν ὡς Θεὸν προαιώνιον, τῷ εὐαγγελικῷ συναθλοῦντες καὶ συμβροντῶντες κηρύγματι.

Διὰ ταῦτα τῶν τότε παρόντων ὁ σύλλογος καὶ τῶν γειτόνων ποιουμένων τὴν οἴκησιν, φόβῳ μεγάλῳ συνείχοντο· καὶ περιμερίμνως περὶ αὐτὸν διελέγοντο. Καὶ τί ἆρα καὶ τίς Ἰωάννης ἔσται, συνεχῶς διεσκέπτοντο· ὅτι γεννώμενος τοιαῦτα θαυμαστὰ συμβέβηκε πράγματα οἵαπερ ἐπ’ ἄλλου τινὸς μὴ συνήκαμεν.