Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον

Σωφρόνιος Ἱεροσολύμων

Το μεγαλείο του Προδρόμου και η εκκλησιολογική τυπολογία της ερήμου

Η αναχώρηση του Ιωάννη και ο ισάγγελος βίος του μακριά από τα εγκόσμια, με θεολογική ανάλυση του συμβολισμού της ερήμου ως προτύπωση της κλήσης των εθνών και της συγκρότησης της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 7 από 8

ιηʹ. Ἀλλ’ ἐγὼ φήσω πρὸς τὴν ἐκείνων διάσκεψιν, ἐπεὶ μηδ’ ἄλλος τις κατ’ αὐτὸν μέχρις αὐτοῦ γυναικὸς ἀποτίκτεται, ἵνα καὶ τοιαῦτα συμβαίνῃ θαυμαστὰ καὶ παράδοξα· ἐπειδὴ γὰρ μείζων εἶναι τῶν ἐν γεννητοῖς γυναικῶν μεμαρτύρηται, ταύτῃ τοι καὶ δόξης ἠξίωται τηλικαύτης γενέσθαι, ἵνα καὶ διὰ τοῦτο δοξάσοι Χριστὸν τὸν μετ’ αὐτὸν δι’ ἡμᾶς τεχθησόμενον· οὐ μόνον δὲ ταύτῃ τῇ διὰ τεράτων Χριστὸς τὸν οἰκεῖον ἠμφίασε Πρόδρομον, ἀλλὰ καὶ ἀοράτως αὐτῷ συνὼν ὡς Θεὸς παρὰ πᾶσιν ἐποίει μέγα καὶ ἐπίδοξον φαίνεσθαι· ἔχει γὰρ αὐτὸ περὶ τούτων τῆς εὐαγγελικῆς φωνῆς ἡ ὑφήγησις· «Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτοὺς καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας ἐλαλεῖτο πάντα τὰ ῥήματα ταῦτα· καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· Τίς ἆρα τὸ παιδίον τοῦτο ἔσται;

καὶ χεὶρ Κυρίου ἦν μετ’ αὐτοῦ·» εἴργετο γὰρ οὐδαμῶς ἡ τοῦ Κυρίου χεὶρ, ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος τοῦ εἶναι μετ’ αὐτοῦ τῇ θεότητι καὶ μεγαλύνειν αὐτὸν ὥσπερ πρῶτον αὐτοῦ καὶ μέγιστον κήρυκα· αὐτὸς γὰρ ἡ τοῦ Θεοῦ δεξιὰ καὶ χεὶρ καὶ βραχίων ὠνόμασται, ὡς πάντα δρῶντος δι’ αὐτοῦ τὰ γενόμενα, κἂν ἐν μήτρᾳ παρθενικῇ σεσαρκωμένος συνείληπτο, καὶ ὡς ἐν θαλάμῳ βασιλικῶς κατευνάζετο· ὅθεν ὁ Ἰωάννης γεννώμενος πάντας ὑπερέχων τοὺς ἐκ γυναικῶν γεννωμένους ἐδείκνυτο, καὶ φόβον ἐγέννα καὶ ἔτικτε μέγιστον, οὐ μόνον τοῖς συνοικοῦσιν αὐτῷ καὶ ὁμόφροσι καὶ ποθοῦσι Χριστοῦ τὴν θεϊκὴν εἰς ἡμᾶς ἐπιφάνειαν· ἀλλὰ καὶ τοῖς περιοικοῦσι καὶ ἔξω τῆς χάριτος μένουσι διὰ τὴν ἐν τῷ τοῦ νόμου γραπτῷ δυσαπόσπαστον οἴκησιν· περιοικεῖν γάρ πως ἡμᾶς οὗτοι νομίζουσι μερικῶς τὸν νόμον δεχόμενοι, καὶ μονοστοιχοῦντες τῷ γράμματι· δι’ οὗ καὶ ὑφ’ ἡμῶν γεγόνασιν ἔξοικοι καὶ τῆς αὐτῶν νοουμένης ἀποικίσθησαν χάριτος· ἐκεῖνοι μὲν οὕτως οἱ δείλαιοι δι’ οἰκείαν κακόνοιαν τῆς ἐν νόμῳ κεκρυμμένης ζωῆς ἐξεβλήθησαν· ὁ δὲ ταύτης κήρυξ καὶ Πρόδρομος μετὰ τοιαύτης τεχθεὶς γαλουχεῖται δυνάμεως· καὶ μετὰ μαζὸν εἰς τὴν ἔρημον ἔξεισιν, παντὶ τὰς ἐν ἀνθρώποις διατριβὰς ἀρνούμενος, ὡς οὐκ ἀξίας τῆς ὑπὲρ ἀνθρώπους αὐτοῦ διαγωγῆς καὶ βιώσεως· πῶς γὰρ ὁ μηδὲν ἔχων χαμερπὲς καὶ ἀνθρώπινον, μὴ οἶκον, μὴ τροφὴν, μὴ σκέπην, μὴ φιλίαν, μὴ συναλλαγὴν, μὴ πρὸς γένος συνάφειαν, μὴ πρὸς γυναῖκα ὁμόνοιαν, μὴ ἄλλο τι τῶν ἐν κώμαις δρωμένων καὶ πόλεσιν, ἀνθρώποις συνῴκησεν ἐν πόλεσιν, ἢ κώμαις συνῴκησεν;

ἔξεισιν δὲ οὐ Μωϋσέα ζηλώσας τὸν ἄριστον, εἰ καὶ πλείω Μωϋσέως τὰ θεῖα παιδεύεται, καὶ νομοθετῶν ἐπανέρχεται, καὶ λαὸν λυτροῦται πλανώμενον, καὶ ποδηγεῖ καλῶς πρὸς εὐσέβειαν ὑπ’ Αἰγυπτίων νοητῶν κακῶς ἐκθλιβόμενον· οὐδ’ Ἠλίαν τὸν παλαιὸν ἐκμιμούμενος τὸν μεγάλα κατὰ γῆν ἐργασάμενον τέρατα, κἂν νέος Ἠλιοῦ προσηγόρευται, καὶ ἐν Ἠλιοῦ δυνάμει καὶ Πνεύματι πρόεισι, καὶ Ἡρώδην τὸν νέον Ἀχαὰβ σωφρονίσων ἐπάνεισιν, καὶ ὑπὸ τῆς Ἡρωδιάδος τῆς ἄλλης Ἰεζάβελ διώκεται, καὶ διωκόμενος κτείνεται, οὐδέτερόν τινα τῶν κατὰ τούτους τοῦ ἰδίου βίου σκοπὸν προτιθέμενος, εἰ μὴ πρὸς ἥττους τὴν ἀρετὴν τοῖς ἐνθέοις καὶ σώφροσιν, ἀλλὰ πρὸς τοὺς κρείσσους εἴωθεν ἡ ἅμιλλα γίγνεσθαι· εἰ δὲ ἃ παρ’ ἀνθρώποις Ἰωάννου τὸν κρείττονα βλέπειν ἡ φύσις οὐκ ἤνεγκεν ἄνθρωπον, ἄῤῥενα δέ φημι διὰ τὴν ὑπὲρ πάντας ἀνθρώπους θηλείας καὶ ἄῤῥενας Παναγίαν Παρθένον καὶ σεπτὴν Θεομήτορα, οὔτε Χριστὸς ἐννοεῖν συνεχώρησεν, φανερῶς ὡς οὐκ ἀνθρώπων τινὰς μιμησόμενος, ἀλλ’ οὐρανίους ἀγγέλους εἰς τὴν ἕρημον ἔξεισιν, ἐπειδὴ καὶ τῆς αὐτῶν προσηγορίας ἠξίωτο.

ιθʹ. Ἔσχε δὲ δικαίως πρὸς αὐτοὺς τὴν τοιαύτην ἔριν ἀγαθὴν καὶ φιλόθεον ὁ μόνος φανεὶς ἐπὶ γῆς ἐνσώματος ἄγγελος, ὡς καὶ τῆς αἰθρίας αὐτὸν ἀξίας συμμέτοχον, καὶ τὴν ἴσην μέλλων Χριστῷ λειτουργίαν προσάγειν Ἰορδάνου βαπτιζομένῳ τοῖς ῥεύμασιν, καὶ τὴν ἄλλην ἅπασαν ὑπηρεσίαν ἣν δι’ ὅλης αὐτοῦ τῆς ἐπιγείου ζωῆς ἀγγελικῶς ἐκτελῶν εἰσαγήοχεν· μετὰ τοιαύτης γοῦν Ἰωάννης τῆς ἐφέσεως, τὴν πατρῴαν ἑστίαν ἀφεὶς, ὡς χῶρον ὑψηλόν τινα καὶ οὐράνιον τὴν ἔρημον ᾤκησε, πᾶσι διδοὺς ἐνορᾷν τῷ αἰνίγματι ὡς τὴν κατὰ σάρκα γεννήσασαν καὶ πατρῴαν συναγωγὴν ἡ τοῦ Θεοῦ χάρις Χριστὸς καταλείψειε, καὶ τὴν τῶν ἐθνῶν ἔρημον Ἐκκλησίαν οἰκήσειε· καὶ τοῦτο οὐκ ἐπὶ χρόνον τινὰ, ἀλλ’ εἰς ἀεὶ διαπράξοιτο, καὶ ἕως ἀναφανεῖν πάλιν τὸ δεύτερον ἀπ’ οὐρανοῦ μετὰ δόξης πολλῆς καὶ δυνάμεως πρὸς τὸν ἀληθινὸν Ἰσραὴλ ἀναδεικνύμενον. «

Τὸ δὲ παιδίον ηὔξανεν, καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ·» ἴσασι γὰρ οἱ ἀγχινοίᾳ πατρικῇ στεφόμενοι, ὡς τοῖς Ἰουδαίων δήμοις εἰπὼν ὁ Χριστὸς, «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος,» οἶκον ἑαυτοῦ τὴν ἕρημον τῶν ἐθνῶν Ἐκκλησίαν πεποίηται, καὶ σῶμα ἴδιον τοὺς κεκλημένους ἡγούμενος, καὶ ἐν ἔσω κεφαλῆς αὐτοῖς ἐπικείμενος· σῶμα γάρ ἐσμεν Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ κεφαλὴν αὐτὸν ἔχομεν, ὡς τὸ τῆς ἐκλογῆς ἐκδιδάσκον σκεῦός φησιν· αὔξει τὴν ἡμῶν τῶν μελῶν καὶ τοῦ σώματος οἰκειούμενος αὔξησιν, καὶ κραταιοῦται πνεύματι ὁ τὴν πνευματικὴν ἡμῶν κρατύνων κραταίωσιν, ταύτην ἰδίαν διὰ τοὺς ἰδίους ἡμᾶς λογιζόμενος· εὖ δὲ καὶ τὸ ἐν ἐρήμοις αὐτὸν εἶναι φάσκειν τὰ Λόγια· δείκνυσι γὰρ τοῦτο ἐμφαντικώτερον λέγοντα, ὡς οὐκ ἐν ἔθνει μόνον ἑνὶ καθὰ καὶ πρώην ἐν μόνῳ τῷ Ἰσραὴλ Χριστός ἐστι καὶ γίνεται, ἀλλ’ ἐν πᾶσι τοῖς ἔθνεσι καὶ ταῖς ἐκ τούτων λαχούσαις Ἐκκλησίαις τὴν σύστασιν.

Οὕτως γὰρ πολλαχοῦ τῆς Γραφῆς πληθυντικῶς ὀνομάζονται· νῦν μὲν ὄρη τὰ ὑψηλὰ, νῦν δὲ βουνοὶ, ἄρτι δὲ πηγαὶ, καὶ ἄλλοτε νῆσοι τῶν ἐθνῶν, καὶ ἀλλαχοῦ πλοῖα Καρχηδόνος τροπικῶς σημαινόμενα. Σὺ μὲν οὖν, ὦ μακάριε Βαπτιστὰ (καλέσω γάρ σε Χριστοῦ βαπτιστὴν, καὶ εἰ μήπω σε τοῦτο ποιεῖν ὁ Λόγος ὑπέδειξεν). οὕτω τε καὶ διὰ ταῦτα τὰς ἐρήμους κατέλαβες, ὡς ἐγώ σε νοῆσαι καὶ φράσαι δεδύνημαι, μυστικώτερον πως αὐταῖς εὐαγγελιζόμενος τὴν καταλειψομένην θᾶττον αὐτὰς τῆς θείας χάριτος σωτήριον ἄφιξιν.