Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν Ὑπαπαντήν

Σωφρόνιος Ἱεροσολύμων

Το μυστήριο της Υπαπαντής, η αληθής σάρκωση και το κάλεσμα για λαμπροφόρο υποδοχή

Η μετάβαση από τη Γέννηση στην εορτή της Υπαπαντής. Αναίρεση των χριστολογικών αιρέσεων του Νεστορίου και του Ευτυχούς και προτροπή για συμμετοχή στο μυστήριο με αναμμένες λαμπάδες, ως σύμβολο του πνευματικού φωτισμού των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 5

ἀλλὰ τούτους ἀφέντες ἔξω τῆς σοφῆς ἡμῶν πανηγύρεως ὡς ἑαυτοὺς θεοῦ σοφίας ἐξώσαντας καὶ ματαίας μωρίας ἐμπλήσαντας, τὰ θεοῦ θαυμαστὰ κατορθώματα θεολόγοις κελαδήσωμεν στόμασιν καὶ ψυχαῖς καθαραῖς ἑορτάσωμεν· τοῦτο γὰρ καὶ θεοῦ θείαις ἑορταῖς προσφορώτατον, καὶ θεὸς ἀπαιτεῖ τοὺς αὐτοῦ τὰς ἑορτὰς ἑορτάζοντας. ἐτέχθη Χριστὸς σαρκικῶς ὁ ἀίδιος καὶ μητέρα καθ’ ἡμᾶς ἐπεγράψατο τὴν ἀσπόρως αὐτὸν καὶ ἀφράστως γεννήσασαν· καὶ ταύτην ἡμεῖς οἱ τὴν ἀπ’ αὐτῆς σωτηρίαν δρεψάμενοι μυστικῶς ἑωρτάσαμεν πρότερον. μεθ’ ἣν περιτομὴν σαρκικὴν κατεδέξατο, καὶ ταύτην νομικῶς ὀκταήμερον ἔλαβεν· καὶ ταύτην δὲ πάλιν ἡμεῖς μυστικῶς ἐτελέσαμεν ὡς θεοῦ μύσται καὶ πρόσφυγες καὶ θεῖα θεοῦ δεδεγμένοι δωρήματα. ἄλλο δὲ τοῦτο μετ’ ἐκεῖνα τυγχάνει μυστήριον, καὶ δῶρον ἄλλο τοῖς ἀνθρώποις χαρίζεται· οὐδὲν γάρ ἐστιν πρὸς θεοῦ τοῦ τεχθέντος γινόμενον ὃ μὴ πάντως πρὸς ἀνθρώπων ὠφέλειαν γίνεται· δι’ ἀνθρώπους γὰρ καὶ γεγέννηται, τοὺς ταπεινοὺς ἡμᾶς ἀνυψοῦν ἱμειρόμενος. τί δὲ καὶ νῦν ἐστι τὸ μυστήριον ὃ θεοπρεπῶς ἑορτάζομεν; Χριστοῦ πολυθαύμαστος πρόοδος, Χριστοῦ παμμακαρία προέλευσις, Χριστοῦ προσφορὰ δυσερμήνευτος, Χριστοῦ τοπικὴ μεταχώρησις ἐκ Βηθλεὲμ μὲν τῆς θειοτάτης ἀπαίροντος, εἰς Ἱεροσόλυμα δὲ ταυτηνὶ τὴν πόλιν εἰσβαίνοντος. καὶ τίς ὁ φράσαι δυνάμενος θεοῦ τοπικὴν μεταχώρησιν;

διὰ τοῦτο, ὦ τῆς καθ’ ἡμᾶς σοφίας ἀνάπλεοι, ἄφραστά ἐστι Χριστοῦ τὰ μυστήρια ὡς λόγοις ῥηθῆναι ῥευστοῖς οὐ δυνάμενα. τίς γὰρ πρόοδον ἀπεριγράφου θεοῦ πυνθανόμενος τὴν ἐκ τόπων ἑτέρων εἰς τόπους ἑτέρους μετάβασιν οὐ τὸν λέγοντα θᾶττον γελάσεται ὡς ἄπιστα καὶ ἀπρόσδεκτα ταῖς ἀνθρωπίναις ἐννοίαις εἰσάγοντα;

ἀλλ’ ὅμως ὁ ἀπερίγραπτος πρόεισι, κἂν Ἕλληνες κωμῳδῶσι τὸ κήρυγμα, τὸ ἄσοφον αὐτοῦ καταγράφοντες· καὶ ὁ περιοχὴν φυσικὴν ὡς θεὸς οὐ δεχόμενος ἀλλ’ ἄπειρος τὴν οὐσίαν ὢν καὶ τὴν δύναμιν (τὸ γὰρ πεπερασμένον οὐσίᾳ καὶ πεπερασμένης ὑπάρχει δυνάμεως) καθ’ ἡμᾶς τοὺς ἀνθρώπους προέρχεται, κἂν Νεστόριος ὁ μιαρὸς διαρρήγνυται ἄλλον μὲν υἱὸν τὸν προϊόντα φθεγγόμενος, ἄλλον δὲ ληρῳδῶν τὸν ἀπρόϊτον καὶ δυάδα ἡμῖν υἱῶν καὶ Χριστῶν, μᾶλλον δὲ ἑαυτῷ δυσσεβῶς εἰσηγούμενος καὶ σχίζων τολμηρῶς Χριστοῦ τὸ μυστήριον· τὸν γὰρ ἐκ παρθένου τεχθέντα προϊέναι βεβούληται, οὐ τὸν ἐκ πατρὸς γεννηθέντα υἱὸν καὶ λόγον ἀίδιον· ἀληθῆ δὲ καὶ σαφῆ θεὸς ποιεῖται τὴν πρόοδον· σεσωμάτωτο γὰρ ἀληθῶς καὶ σεσάρκωτο καὶ σωματικῇ γραφῇ περιήλειπτο, κἂν Εὐτυχὴς ὁ μιαρὸς ἐκτραχύνηται τῆς σαρκὸς τοῦ σεσαρκωμένου λόγου τὴν φύσιν ἀρνούμενος καὶ φαντασίαν μόνην ὀνειρώττων τὴν πρόοδον· εἰ γὰρ φύσις μία καὶ σαρκωθέντος τοῦ λόγου μεμένηκεν, φαντασία ἦν τὸ φαινόμενον, καὶ φαντασία Χριστοῦ τὸ μυστήριον, καὶ οὐκ ἀληθὴς τοῦ λόγου γεγένηται σάρκωσις· πῶς γάρ. εἰ φύσιν σαρκὸς μὴ προσείληφε, σὰρξ ὁ λόγος ἀτρέπτως γεγένηται;

ἀλλ’ ὄντως ὁ λόγος σεσάρκωται καὶ τὴν εἰς σάρκα τροπὴν οὐχ ὑπέμεινεν· καὶ φύσιν ὄντως σαρκὸς ἐξ ἀχράντου παρθένου προσείληφεν, ἐξ ἧς σαρκικῶς καὶ γεγένηται καὶ τομὴν οὐ προσίεται φύσεων, καὶ ἐν δυσὶν ἐγνωρίζετο φύσεσιν οὔτε τῇ διαφορᾷ μεριζόμενος, ὡς ὁ μεμηνὼς ἐλύττα Νεστόριος, οὔτε συγχέων τὴν ἕνωσιν τῶν ἐξ ὧν ἡ καθ’ ὑπόστασιν γέγονεν ἕνωσις, καὶ εἷς καὶ ὁ αὐτὸς ἐγνωρίζετο θεὸς ἐν ταὐτῷ τυγχάνων καὶ ἄνθρωπος· καὶ ὑπόστασιν μίαν ἐπεδείκνυτο σύνθετον ἐξ ἀμφοῖν συνεστῶσαν τῶν φύσεων καὶ τὰ ἀμφοῖν οὐ συγχέουσαν ἴδια· ἐξ ὧν γὰρ ἀτρέπτως συντέθειτο, ἐν τούτοις ἀτμήτως ἐφαίνετο, οὔτε συγχέων αὐτοῦ τὸ μυστήριον οὔτε διαιρῶν αὐτοῦ τὴν ὑπόστασιν. οὕτω Βηθλεεμίτης ὁ οὐράνιος πρόεισιν· οὕτως ὁρατὸς ὁ ἀόρατος φαίνεται· οὕτω σαρκικὸς ὁ ἀσώματος δείκνυται· οὕτω περιγραπτὸς ὁ ἀπερίγραπτος ἔρχεται. ἀλλὰ πάντες αὐτοῦ πρὸς ἀπάντησιν θέωμεν οἱ οὕτω τιμῶντες εὐσεβῶς αὐτοῦ τὸ μυστήριον, ἅπαντες σὺν προθυμίᾳ βαδίζωμεν, τίς πρῶτος αὐτῷ συναντήσειεν, τίς πρῶτος θεὸν ὀφθαλμοῖς θεωρήσειεν, τίς πρῶτος θεὸν ὑποδέξοιτο, τίς πρῶτος θεὸν ἀγκάλαις βαστάσειεν.

μηδεὶς ὀκνείτω τὸν δρόμον τὸν ἔνθεον· μηδεὶς χωλευέτω πρὸς βάδισμα σύντονον· μηδεὶς σκαζέτω τὴν φιλόθεον ἔξοδον· μηδεὶς βραδυνέτω πρὸς θείαν ὑπάντησιν· μηδεὶς ὁράσθω τῆς πανηγύρεως ἄγευστος· μηδεὶς φαινέσθω τῶν μυστηρίων ἀμέτοχος· μηδεὶς στερείσθω φωτοφόρου φαιδρότητος· μηδεὶς γινέσθω πρὸς δρόμον ὀξύτατον τοῦ πρεσβύτου Συμεὼν νωχελέστερος· μηδεὶς κρινέσθω τῆς πρεσβύτιδος Ἄννης βραδύτερος, μή πως αὐτὸν οἱ γηραιοὶ καὶ ἀληθῶς ὑπερήλικες ὁρῶντες τοῖς ποσὶν ὑστερίζοντα καὶ δρόμων ὀξέων λειπόμενον μέμψοιντο καὶ τὸ ἀπρόθυμον αὐτῷ, τάχα δὲ καὶ τὸ ἄπιστον προφητικοῖς ὀνειδίσωσι στόμασιν. μηδεὶς οὖν ἔστω τῆς ὑπαντήσεως ἄμοιρος, μηδεὶς ἔστω φωτοφορίας ἀλλότριος. διὰ τοῦτο γὰρ καὶ λαμπρότητα κηρῶν ἐπαγόμεθα τὴν θεϊκὴν τοῦ προϊόντος δεικνύντες λαμπρότητα, ὑφ’ ἧς τὰ πάντα λαμπρύνεται καὶ ζόφον φυγόντα τὸν κάκιστον ἀιδίου φωτὸς παρουσίᾳ φωτίζεται· οὐ μὴν ἀλλὰ καὶ ψυχῆς δηλοῦντες λαμπρότητα, μεθ’ ἧς καὶ Χριστῷ προσαπαντᾶν ἐποφείλομεν.

ὥσπερ οὖν ἡ θεομήτωρ παρθένος καὶ ἄχραντος ἀγκάλαις τὸ φῶς τὸ ἀληθινὸν ἐπεφέρετο καὶ πρὸς τοὺς ἐσκοτισμένους παρεγένετο, οὕτως καὶ ἡμεῖς φαιδρυνθέντες αὐτοῦ ταῖς ἐλλάμψεσιν καὶ φῶς αἰσθητὸν ταῖς χερσὶ προσκατέχοντες τῷ ὄντως φωτὶ προσυπαντᾶν ἐπειγόμεθα· καὶ τοῦτο ἡμῶν τὸ μυστήριον, ὅτι “τὸ φῶς εἰς τὸν κόσμον ἐλήλυθεν” καὶ τοῦτον ἐσκοτισμένον ἐφώτισεν, ὅτι περ “ἀνατολὴ ἐξ ὕψους ἡμᾶς ἐπεσκέψατο” καὶ τοὺς ἐν σκότει καθημένους ἐφαίδρυνεν· διὰ τοῦτο λαμπαδοῦχοι βαδίζομεν, διὰ τοῦτο λαμπροφόροι προστρέχομεν, καὶ τὸ ἐπιὸν ἡμῖν φῶς ὑπογράφοντες καὶ τὴν ἀπ’ αὐτοῦ ἐσομένην ἡμῖν αὐγὴν αἰνιττόμενοι. διὰ τοῦτο συνδράμωμεν, διὰ τοῦτο θεῷ συναντήσωμεν, μή ποτε τοῦτο πράττειν ὀκνήσαντες ἐγκληθῶμεν ὑπ’ αὐτοῦ τὸ ἀχάριστον ἢ τὴν φοβερὰν αὐτοῦ καταφρόνησιν καὶ ἀκούσωμεν αὐτοῦ δικαιότατα λέγοντος ὃ καὶ Ἰουδαῖοι τὸ πρότερον ἤκουσαν οἱ ὄντως σκοτεινοὶ καὶ ἀφώτιστοι, “ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα” (σκοτοῖ γὰρ ἀεὶ τὴν ψυχὴν ἡ πονηρία καὶ τὸ φῶς ὁρᾶν αὐτὴν οὐκ ἀφίησιν), ἢ κἀκεῖνο ὅ φησι τὸ ἱερὸν εὐαγγέλιον, ὅτι “τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν”. “

τὸ φῶς” οὖν “τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον” ἔρχεται· πάντες, ἀδελφοί, φωτιζώμεθα· πάντες, ἀδελφοί, λαμπρυνώμεθα· μηδεὶς ἡμῶν μεινάτω τῆς φωταυγείας ἀμύητος· μηδεὶς ἡμῶν μεινάτω τῆς σκοτομήνης ἀνάπλεως, ἀλλὰ πάντες φαιδροὶ προερχώμεθα· ἅπαντες λαμπροὶ συναντήσωμεν καὶ τὸ φῶς τὸ λαμπρὸν καὶ ἀίδιον σὺν Συμεὼν τῷ γεραιτάτῳ δεξώμεθα καὶ σὺν αὐτῷ σκιρτῶντες τῷ πνεύματι ὕμνον εὐχαριστήριον ᾄσωμεν τῷ τοῦ φωτὸς πατρὶ καὶ γεννήτορι τῷ τὸ φῶς τὸ ἀληθινὸν ἀποστείλαντι καὶ τὸν ζόφον ἀφ’ ἡμῶν ἀφανίσαντι καὶ πάντας ἡμᾶς φαιδροὺς ἀποδείξαντι. εἴδομεν γὰρ καὶ ἡμεῖς θεοῦ κατ’ αὐτὸν τὸ σωτήριον, ὃ κατὰ πρόσωπον λαβὼν ἁπάντων ἡτοίμασεν καὶ εἰς δόξαν ἡμῶν τοῦ νέου Ἰσραὴλ πεφανέρωκεν, καὶ ἁμαρτίας εὐθὺς τῆς σκοτεινῆς καὶ παλαιᾶς ἀπελύθημεν, ὡς Συμεὼν τῆς παρούσης ζωῆς Χριστὸν ἰδὼν ἀπολέλυτο· ἡμεῖς γὰρ οἱ πίστει Χριστὸν δεξάμενοι ἐκ Βηθλεὲμ εἰς ἡμᾶς ἀφικνούμενον (οὗτος γάρ ἐστιν τοῦ θεοῦ καὶ πατρὸς τὸ σωτήριον), καὶ θεοῦ λαὸς ἐξ ἐθνῶν ἡμεῖς γεγενήμεθα· καὶ σαρκωθέντα θεὸν ὀφθαλμοῖς τεθεάμεθα, καὶ νέος λαὸς καὶ Ἰσραὴλ χρηματίζομεν θεοῦ παρουσίαν ἀθρήσαντες καὶ ταύτην ἀγκάλαις ψυχῆς προσηκάμενοι, καὶ ἐτησίοις αὐτὴν ἑορταῖς ἑορτάζομεν εἰς λήθην αὐτῆς οὐκ ἐρχόμενοι. τί δὲ Χριστὸς ὁ πανταχοῦ παρὼν παραγίνεται; ἢ τί τὸ φῶς τὸ πάντα πληροῦν ἐπεδήμησεν;

ἔστιν γὰρ οὐδὲν αὐτοῦ κενὸν τῆς λαμπρότητος φύσιν ἀπερίγραπτον ἔχοντος καὶ πρός τινος εἴργεσθαι μηδαμῶς ἀνεχομένου καὶ θέλοντος. νόμον παλαιὸν πληροῦν παραγίνεται, ὃν Μωσαϊκοῖς διεθέσπισε στόμασι τὴν ἑαυτοῦ προμηνύων πανυπέρτατον γέννησιν. ποῖον τοῦτον; “πᾶν ἄρσεν διανοῖγον μήτραν” φησίν “ἅγιον τῷ κυρίῳ κληθήσεται”. ὅ περ διάταγμα, μᾶλλον δὲ προφητικὸν διάγγελμα μόνος αὐτὸς καὶ πεπλήρωκεν, ἐπειδὴ καὶ μόνος αὐτὸς ἐκ παρθένου μήτρας διέκυψεν καὶ τῆς παρθενίας αὐτὴν οὐκ ἐστέρησεν οὐδὲ προϊὼν ταύτης τὸν δεσμὸν διαλέλυκεν. περὶ μόνου γὰρ αὐτοῦ καὶ σαφῶς προηγόρευτο, ἐπεὶ καὶ μόνος αὐτὸς ἐκ μόνης παρθένου γεγέννηται, καὶ μόνος αὐτὸς ἐκ νηδύος ἀσπόρου λελόχευται, καὶ μόνος αὐτὸς ἐκ μήτρας παρθενικῆς προελήλυθε καὶ παρθένον αὐτὴν διεφύλαξεν οὐ φθείρας αὐτῆς τὴν χάριν γεννώμενος, οὐ μειώσας αὐτῆς τὴν αἴγλην τικτόμενος, οὐ χαυνώσας αὐτῆς τὸν δεσμὸν προερχόμενος, ἃ καὶ θεὸν τὸν τικτόμενον δείκνυσιν καὶ θεοτόκον κυρίως ἐμφαίνει τὴν τίκτουσαν. ποῦ πάλιν ὁ μιαρὸς ὁρᾶται Νεστόριος ὁ μήτε θεὸν εἰπεῖν τὸν τεχθέντα βουλόμενος μήτε θεοτόκον τὴν τεκοῦσαν φρονεῖν ἀνεχόμενος; ποῦ δὲ καὶ ὁ βδελυρὸς Εὐτυχὴς θεαθήσεται ὁ σάρκα ἡμῖν ὁμοούσιον ἀποφάσκων ἔχειν τὸν κύριον;

πῶς γὰρ ὁ λόγος σεσάρκωτο ὁ σαρκωθῆναι δι’ ἡμᾶς ἀνασχόμενος, εἰ σὰρξ ἐξ ἡμῶν ὑπ’ αὐτοῦ μὴ προσείληπτο καὶ φύσις σαρκὸς αὐτῷ μὴ προσήνωτο δεικνῦσα σαφῶς τὸ ἡμῖν ὁμοούσιον καὶ τὸν λόγον λαβεῖν τὸν ἀσώματον καὶ οὕτω καθ’ ἡμᾶς γενέσθαι κατὰ ἀλήθειαν ἄνθρωπον, ἐπεὶ μηδὲ λέγεται κατὰ ἀλήθειαν ἄνθρωπος ὁ μὴ σῶμα φέρων τοῖς ἡμετέροις ὁμόφυλον σώμασιν καὶ ψυχὴν ταῖς ἡμετέραις ψυχαῖς ὁμοούσιον· ἀλλ’ ὄντως ὁ λόγος σαρκούμενος καὶ σῴζειν ἡμᾶς ἐφιέμενος θεός τε ὢν ἐν ταὐτῷ καὶ ἀληθείᾳ γενόμενος ἄνθρωπος οὐδὲν ψευδὲς ἐπιδείκνυται, οὔτε τοὺς ἀνθρώπους ἡμᾶς πεφενάκικεν, ἀλλὰ λαβὼν οὐσιωδῶς τὸ ἡμέτερον, τὸ οἰκεῖον ἡμῖν αὐτὸς ἐχαρίσατο. πῶς γάρ, εἰ μὴ τοῦτο ἦν ὡς πιστεύομεν, ὁ ταῦτα γράφων εὐαγγελιστὴς ἂν ἐφθέγγετο “καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν”; ποίου καθαρισμοῦ, Εὐτυχῆ πολυβδέλυκτε, εἰ σὰρξ ἀληθὴς ἐν τῷ Χριστῷ μὴ ἐτύγχανεν, εἰ φύσις ἀνθρωπεία τῷ λόγῳ μὴ ἥνωτο; ποίου γὰρ χρῄζει καθαρισμοῦ θεότης ἀσώματος; ἢ τίς μολυσμὸς ἐν ἀσάρκῳ καθορᾶται θεότητι; εἰ καὶ τὰ μάλιστα ἀνθρωπινώτερον τουτὶ καὶ ταπεινότερον γέγραπται διὰ σὲ καὶ τὴν σὴν φαντασιώδη παράνοιαν καὶ μανιχαϊκὴν καὶ ἀπόπληκτον ἔκστασιν.