Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν Ὑπαπαντήν

Σωφρόνιος Ἱεροσολύμων

Η μαρτυρία του πρεσβύτη Συμεών και οι προφητείες για τον Χριστό και τη Θεοτόκο

Η υποδοχή του Λόγου από τον δίκαιο Συμεών, που σηματοδοτεί τη μετάβαση από τον νόμο στη χάρη. Θεολογική ανάλυση της προφητείας για την πτώση και την έγερση των ανθρώπων, καθώς και για τη ρομφαία του πόνου της Παρθένου κατά τη Σταύρωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 5

οὐδὲ γὰρ Χριστὸς τὸ πάντων ὑπάρχων καθάρσιον καθαρισμοῦ τινος προσεδέετο ὁ καὶ σάρκα λαβὼν τὴν μόνην ἀρρύπωτον, οὐδὲ ἡ τεκοῦσα παρθένος ἡ ἄχραντος ἀληθῶς καὶ ἀμίαντος ἡ τὴν πάντων γεννήσασα κάθαρσιν νομικῶν καθαρσίων ἐδέετο, εἰ καὶ τοῦτο διὰ τὸν νόμον ἐγγέγραπται, ἵνα μὴ νόμου καταλύτης ὁ Χριστὸς ὑποπτευθῇ. τί δὲ καὶ ταῖς ἀχράντοις αὐτῆς ἀγκάλαις ἐβάσταζεν, ἢ τί Συμεὼν ταῖς ἀγκάλαις ἐδέχετο, εἰ μὴ λόγον ἔνσαρκον καὶ ἐνσώματον καὶ θεὸν ἱεροπρεπῶς ὁμοῦ καὶ προφητικῶς προσεδέχετο καὶ τῷ θεῷ καὶ πατρὶ προσανέφερεν καὶ τὸν νόμον ἐπλήρου τοῦ πνεύματος, “νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα” εὐχαρίστοις φθεγγόμενος χείλεσιν “κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ”. ὃ πρὸς αὐτὸν ἐκ τοῦ πνεύματος λέλεκτο μὴ ὁρᾶν θανάτου τὴν ἔφοδον πρὶν ἢ Χριστὸν κυρίου θεάσαιτο· ἅμα γὰρ Χριστὸν ἐθεάσατο καὶ ὁ τοῦ νόμου δεσμὸς ἀπελύετο· τοῦ νόμου γὰρ ὁ πρεσβύτης ἐπεῖχε τὸ πρόσωπον· “ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου” φησίν· οὐ γὰρ ὁ νόμος ἦν ὁ Μωσαϊκὸς τὸ σωτήριον, ἀλλ’ ὁ νόμος ὁ παλαιὸς καὶ πρεσβύτης καὶ ἄτονος ἰδὼν Χριστὸν τοῦτ’ ἔστι θεοῦ τὸ σωτήριον τῆς ἀτονίας ἐσῴζετο καὶ τῆς προσούσης αὐτῷ παλαιότητος καινοπρεπῶς ἀνακαινισθεὶς ἀπελύετο· φῶς γὰρ τοῖς ὄμμασιν ἐβλέπετο πάσης τὸν παλαιὸν Ἰσραὴλ ἐλευθεροῦν παλαιότητος καὶ τὴν ἐθνικὴν ἀχλὺν πρὸς φωταυγείαν θεϊκὴν ἐπαγόμενον.

διὰ τοῦτο βοᾷ καὶ βοῶν ἐπαγγέλλεται “Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ”, νέος ἐκ παλαιοῦ καθιστάμενος, καὶ τῶν ἐθνῶν ἡ Γαλιλαία φωτίζεται καὶ νέος Ἰσραὴλ ἀποδείκνυται τὸν Χριστοῦ φωτισμὸν εἰσαθρήσας. τί δὲ καὶ τοῖς ὄμμασιν ἔβλεπεν εἰ μὴ σῶμα συμφυὲς ἡμῖν καὶ διορώμενον καὶ διελέγχον Εὐτυχοῦς τὸ ἀνόητον, ὅπερ ἐκ τῆς μανιχαϊκῆς σπορᾶς προηγάγετο; θεότης γὰρ κατὰ φύσιν ἀόρατος καὶ ἀνθρώπων ὀφθαλμοῖς ἀθεώρητος. χωρείτωσαν οὖν ταύτης τῆς λαμπρᾶς ἡμῶν πανηγύρεως καὶ Εὐτυχὴς ὁμοῦ καὶ Νεστόριος οἱ ταύτης ἐχθροὶ καὶ πολέμιοι καὶ φθείρειν αὐτῆς τὸ φαιδρὸν ἁμιλλώμενοι, ὃ μὲν Χριστὸν διαιρῶν τὸν ἀμέριστον, ὃ δὲ συγχέων ἀσεβῶς τὰ ἀσύγχυτα. οὐδὲ γὰρ τοὺς τοιούτους ἡμῶν ἡ πανήγυρις ἑορτάζειν αὐτήν ποτε καταδέχεται. διὰ τοῦτο καθαίρεσθε· διὰ τοῦτο λαμπρύνεσθε· διὰ τοῦτο Χριστοῦ τὰ μυστήρια ὡς φίλον Χριστῷ θεραπεύσατε· τοὺς γὰρ ἑτέρως αὐτῷ προσυπαντᾶν ἐπισπεύδοντας οὔτε προσίεται οὔτε τοῖς ὀφθαλμοῖς ὁρᾶν καταδέχεται, ἀλλ’ ἐξορίστους τῆς οἰκείας ποιεῖ πανηγύρεως καὶ ἀμυήτους αὐτοὺς τῆς πρὸς αὐτὸν ὑπαντήσεως τίθησι.

τούτοις δὲ συναπίτωσαν Εὐνόμιοι Εὐδόξιοί τε καὶ Ἀστέριοι, καὶ σὺν αὐτοῖς Μανιχαῖοί τε καὶ Ἀπολλινάριοι, Σευῆροί τε καὶ Διόσκοροι καὶ πᾶσα τῶν Ἀκεφάλων ἡ μιαρὰ καὶ ἀκέφαλος γάγγραινα· οἳ μὲν ὅτι διὰ τὸ σαρκικὸν τοῦ Χριστοῦ καὶ ὁρώμενον τὴν ἀόρατον καὶ τελείαν θεότητα σμικρύνειν καὶ ἀθετεῖν ἐπειράθησαν καὶ ἑτεροφυᾶ ποιεῖν καὶ ἑτερούσιον τῆς τοῦ τεκόντος πατρὸς ἐπεχείρησαν φύσεως, τολμηρῶς αὐτὴν συναριθμοῦντες τοῖς κτίσμασιν καὶ κτιστὸν θεὸν κατ’ ἀμφότερα, θεότητα φημὶ καὶ ἀνθρωπότητα, τὸν Χριστὸν δογματίσαντες· οἳ δὲ ὅτι διὰ τὴν Χριστοῦ μὴ ὁρωμένην θεότητα καὶ τὴν σάρκα φαντάζειν ἠθέλησαν, ὅσοι τὰ Μάνου γνησίως ἠσπάσαντο, καὶ τῶν ἑνωθέντων τροπὴν ἐφαντάσθησαν, ὅσοι τὰς Ἀπολλιναρίου καὶ Πολέμωνος μιαρὰς τερθρείας ἠσμένισαν· μεθ’ ὧν Ἐβίωνες καὶ οἱ ἐκ Σαμοσάτων Παῦλοι καὶ Βαρδησάναι ταττέσθωσαν. καὶ ταύτης ἡμῶν τῆς ἑορτῆς ἐλαυνέσθωσαν οἳ μὲν ὅτι ψιλὸν μόνον τὸν Χριστὸν ὑπετόπασαν ἄνθρωπον καὶ ἕνα τῶν καθ’ ἡμᾶς ἐλογίσαντο μηδὲν θεότητος ἴδιον ἔχοντα μηδ’ ὅλως αὐτὸν θεὸν ὀνομάζοντες· οἳ δὲ ὅτι μὴ προαιώνιον θεὸν καὶ τῷ πατρὶ συναΐδιον ἔφασκον ἀλλ’ ἐκ Μαρίας καὶ μόνον καὶ τῆς ἐξ αὐτῆς ἀφράστου σαρκώσεως θεὸν ὑπάρχειν τὸν Χριστὸν εἰσηγήσαντο.

καὶ οὗτοι μὲν ἅπαντες καὶ ὅσοι δυσσεβῶς κατ’ αὐτοὺς ἐξεμάνησαν ἢ μανικῶς κατ’ αὐτοὺς ἐδυσσέβησαν, Χριστοῦ τῆς θεσπεσίας ἀπαντῆς ἐκδιωκέσθωσαν, ἵνα πάντες ἡμεῖς οἱ εὐθύφρονες οἱ ταύτην ἑορτάζοντος σήμερον σπῖλον οὐδένα παντοίας αἱρέσεως ἔχοντες Χριστῷ τῷ θεῷ συναντήσωμεν καὶ σὺν Συμεὼν αὐτὸν τῷ πρεσβύτῃ δεξώμεθα καὶ σὺν Ἄννῃ τῇ γηραιᾷ καὶ προφήτιδι· ἄμφω γὰρ ἐπαλαιοῦντο ὅ τε νόμος καὶ οἱ μετ’ ἐκεῖνον προφῆται γενόμενοι καὶ τὴν οἰκείαν ἐζήτουν ἀπόλυσιν· μέχρι γὰρ τῆς Χριστοῦ φωτιστικῆς ἀναδείξεως ὅ τε νόμος κεκράτηκεν καὶ οἱ προφῆται προφητικῶς προεκήρυξαν τὰ εἰς Χριστὸν θεόσοφα μυστήρια. καὶ τὰ Χριστοῦ θαυμαστὰ ἀνθομολογησώμεθα προφητεύματα καὶ ψαλτικῶς ἀνακράξωμεν οἱ ἐκ πλήθους ἐθνικῶν εἰς νέον Ἰσραὴλ μεταθέμενοι καὶ νέος θεοῦ λαὸς χρηματίζοντες, “ᾄσωμεν τῷ κυρίῳ ᾆσμα καινὸν” οἱ καλῶς καινισθέντες καὶ γενόμενοι ἄνωθεν παρουσίᾳ Χριστοῦ καὶ λαμπρότητι, καὶ πᾶσαν ματαιότητα ῥίψαντες ἑλληνικήν τε ὁμοῦ καὶ νομικὴν καὶ σαρκόφρονα καὶ ταύτης οὐκ ἀξίαν τῆς λαμπρᾶς Χριστοῦ πανηγύρεως “ᾄσωμεν τῷ κυρίῳ ᾆσμα καινόν”.

κεκαινίσμεθα γὰρ καὶ καινοὶ ἐκ παλαιῶν γεγενήμεθα καὶ ᾄδειν ᾆσμα καινὸν προστετάγμεθα τῷ θεῷ καὶ πατρὶ τῷ πάντας ἡμᾶς Χριστοῦ παρουσίᾳ καινίσαντι καὶ νέον αὐτοῦ λαὸν ἀναδείξαντι· “ᾄσωμεν τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν” καὶ τῇ παρουσίᾳ Χριστοῦ θαυμαστότερα, δι’ ἧς τὰ πάντα καινίζεται, δι’ ἧς ἐξ ἀφανισμοῦ εἰς ἀνάκτισιν ἔρχεται, δι’ ἧς καινὰ τὰ παλαιὰ κατοπτεύεται καὶ νεάζει νεανικῶς πρὸς θεὸν ἐπαιρόμενα. καὶ ποῖα ταῦτα; βοάτω σαφῶς ἡ λύρα τοῦ πνεύματος “Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ” φάσκουσα “καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ”.

καὶ τίς ἡ δεξιὰ τοῦ θεοῦ καὶ γεννήτορος καὶ ὁ βραχίων ὁ ἅγιος πέφυκεν ἄλλ’ ἢ μόνος ὁ υἱός, δι’ οὗ τὰ πάντα πεποίηκεν καὶ μὴ ὄντα πρότερον ἔκτισε καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, ἃ καὶ σῴζει μετέπειτα τὰ πρὸς ἀφανισμὸν καὶ παλαίωσιν ῥέψαντα, ἐπεὶ πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ φυσικώτατα γίγνεται, τῇ τε πανσθενεῖ δεξιᾷ καὶ τῷ ὑψηλῷ καὶ παναγίῳ βραχίονι· ὡμολόγηται γὰρ τοῖς θεογνωσίας αἴγλην πλουτήσασιν καὶ φαιδρυνθεῖσιν καλῶς σῶμα καὶ ψυχὴν καὶ διάνοιαν, ὡς μόνος Χριστός ἐστι καὶ γνωρίζεται ὁ πάντων κτισμάτων ἐλθὼν εἰς ἀνάκλησιν διὰ τῆς πρὸς ἡμᾶς σαρκικῆς ὁμοιώσεως· δι’ οὗ καὶ προδήλως σῳζόμεθα καὶ τῆς γηραιᾶς ἡμῶν παλαιότητος ἐλευθερούμεθά τε καὶ λυτρούμεθα καὶ “νέον” θεῷ γεννώμεθα “φύραμα” ζύμης μηδὲν τῆς παλαιᾶς καὶ ὀζώδους ἐμφαίνοντες.

ἡμεῖς γὰρ ὄντως ἐσμὲν καὶ πεφύκαμεν τὰ θεοῦ δεξιᾷ παραδόξως σῳζόμενα κτίσματα καὶ βραχίονι δυνατῷ καινιζόμενα· καὶ διὰ τοῦτο Δαβὶδ προφητικῶς μελῳδῶν ἐτερέτιζεν “Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ”, τὰ σωτηρίας δῆλον ὅτι δεόμενα, καὶ φυγῆς καὶ λυτρώσεως τῆς ἀφανιστικῆς παλαιότητος χρῄζοντα, οἱ καὶ τῆς Χριστοῦ σωστικῆς δεόμενοι ἀφίξεως, ταὐτὸν δὲ φάναι τῆς τοῦ πατρὸς δεξιᾶς καὶ βραχίονος πρὸς ἀνακαινισμὸν εὐκλεᾶ καὶ ἀνάρρωσιν· καθ’ ἃ καὶ ἡ θεόπνευστος ᾠδὴ προηγόρευσεν “Ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ”· ὃ καὶ Συμεὼν ὁ νόμος δεξάμενος ἔκραζε πρὸς θεὸν τὸν τὸ σωτήριον αὐτῷ Χριστὸν χαρισάμενον “Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ”· εἰρήνη γὰρ οὐράνιος καὶ ἐπίγειος Χριστὸς ἀληθῶς ἐχρημάτισεν· “ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ”.

πεπλήρωται τὸ προφήτευμα, τετέλεσται τὸ ἐπάγγελμα· πεφώτισται * * τὸ πλανώμενον, δεδόξασται τὸ ἀδόξαστον· καὶ ὁ νόμος ἐγὼ τῆς παλαιότητος πέπαυμαι καὶ γέγονα καινός· οὐ μὴν ἀλλὰ καὶ παντελῶς ἀρρυσίδωτον καὶ νεανικὴν ἀκμὴν ἀναδέδεγμαι, τὸ σὸν ἀθρήσας, ὦ δέσποτα, μυστήριον καὶ δόξαν τὴν σὴν γεγηρακόσιν ὀφθαλμοῖς θεασάμενος· φῶς γὰρ αὐτὸς τοῖς ἔθνεσι γέγονεν καὶ τὸν Ἰσραὴλ τὸν νεογενῆ καὶ νεόκλητον ὑπερβαλλόντως τε καὶ θαυμασίως δεδόξακεν, δόξαν ἀληθῶς ἀπαλαίωτον νείμας καὶ φῶς ἐπιλάμψας οὐ γηράσκον ποτὲ καὶ νομικῶς ῥυσιδούμενον.

Συμεὼν μὲν ὁ γεραίτατος θεοῦ κατιδὼν τὸ σωτήριον ταῦτα πρὸς αὐτὸν εὐχαρίστοις φωναῖς ἀνεφθέγγετο, ἔχων ἀγκάλαις τὸ τοῦ θεοῦ καὶ πατρὸς σωτήριον, δι’ οὗ τοῖς πᾶσι τὴν σωτηρίαν ἀνέτειλεν καὶ τὴν ἐξαίρετον δέδωκεν λύτρωσιν. πρὸς δὲ τὴν παρθένον στραφεὶς τὴν γεννήσασαν καὶ θεοῦ τεκοῦσαν σαρκικῶς τὸ σωτήριον καὶ Ἰωσὴφ τὸν πατέρα μὲν τοῦ φωτὸς νομιζόμενον, ξένον δὲ παντελῶς γνωριζόμενον τῆς τοῦ φωτὸς σαρκικῆς ἀποτάξεως “ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ”· πτῶσιν τῶν δούλων τοῦ γράμματος, ἀνάστασιν τῶν τέκνων τῆς χάριτος· πτῶσιν τῶν τὴν νομικὴν εἰς ἔτι τιμώντων παλαίωσιν, ἀνάστασιν τῶν τὴν εὐαγγελικὴν στεργόντων καινότητα· πτῶσιν τῶν τὴν σαρκικὴν Ἀβραὰμ αὐχούντων πατρότητα, ἀνάστασιν τῶν τεκνουμένων Ἀβραὰμ διὰ πίστεως· πτῶσιν τῶν τοῦ παλαιοῦ Ἀδὰμ ἐνδεδυμένων τὸ φρόνημα, ἀνάστασιν τῶν τοῦ νέου Ἀδὰμ πεφρονηκότων τὴν ἔνδυσιν· πτῶσιν τῶν τὰ χοϊκὰ φρονούντων καὶ γήινα, ἀνάστασιν τῶν ποθούντων τὰ ὑψηλὰ καὶ οὐράνια· ἐπεί περ ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκὸς πεπλαστούργητο καὶ γεῶδες ἔσχεν τὸ φρόνημα, ὁ δεύτερος Ἀδὰμ οὗτός ἐστιν ὁ χερσὶ ταῖς ἐμαῖς σαρκικῶς βασταζόμενος καὶ βαστάζων ἐμὲ θεϊκῶς τὸν βαστάζοντα.

ἐξ οὐρανοῦ πρὸς ἡμᾶς ἐπεδήμησε καὶ οὐράνιον δίδωσι φρόνημα τοῖς πιστῶς αὐτοῦ δεχομένοις τὴν ἄφιξιν καὶ τοῦ πρώτου μὲν Ἀδὰμ ἀρνουμένοις τὴν ἔνδυσιν, τοῦ νέου δὲ Ἀδὰμ προσιεμένοις τὴν γέννησιν· ὅσοι γὰρ αὐτὸν μετὰ πίστεως λάβωσιν, τούτοις υἱοθεσίαν ἀθάνατον τὴν πρὸς θεὸν καὶ πατέρα χαρίζεται· οἵ τινες οὐκ ἐκ θελήματος ἀνδρὸς ἀποτίκτονται οὐδὲ ἐκ θελήματος σαρκὸς ἀναδείκνυνται, ἀλλ’ ἐκ θεοῦ κατὰ χάριν βλαστάνουσιν· οὐ γὰρ κατ’ οὐσίαν καὶ φύσιν προέρχονται. μόνος γὰρ οὗτος, ὦ παρθενομῆτορ ἀμόλυντε, ἐκ θεοῦ κατ’ οὐσίαν γεγέννηται καὶ θεοῦ τοῦ πατρός ἐστιν ὁμοούσιος, μόνος ἐκ θεοῦ τεχθεὶς τοῦ γεννήτορος καὶ υἱὸς αὐτοῦ μονογενὴς γνωριζόμενος, κἂν εἰ ἐκ σοῦ τῆς παρθένου σεσάρκωται καὶ τὴν ἐκ σοῦ σαρκικὴν καταδέχεται γέννησιν. καὶ σοῦ δὲ αὐτῆς τῆς τὰ μεγάλα θεοῦ θεασαμένης μυστήρια καὶ τὸν θησαυρὸν ἡμῖν τοῦτον τετοκυίας τῆς χάριτος, δισταγμοῦ ῥομφαία τὴν ψυχὴν διελεύσεται καὶ τὸν νοῦν διαδράμοι καταπλήξεως μάχαιρα, ἡνίκα τοῦτον ἴδοις τοῖς ὄμμασιν ἑκουσίῳ σταυρῷ προσηλούμενον καὶ ἐν μέσῳ λῃστῶν αἰωρούμενον, καὶ νεκροῦντα μὲν τὸν ἡμᾶς νεκρώσαντα θάνατον, ζῳοποιοῦντα δὲ τοὺς δικαίως ἡμᾶς ἀποθνήσκοντας. καὶ δεσμοῦντα μὲν τοῦ διαβόλου τὴν φάλαγγα, ἀπολύοντα δὲ δεσμῶν ἁμαρτίας τὸν ἄνθρωπον, ὃν τὸ παλαιὸν αὐτὸς ὁ διάβολος ἔδησεν.

ἀλλ’ οὐ στήσεται, οὐδὲ μονὴν ἡ ῥομφαία τὸ σύνολον σχοίη παρὰ σοὶ διοδεύουσα· οὐ γὰρ εἰς λήθην ποτὲ τῆς ἐκ σοῦ θεσπεσίας συλλήψεως καὶ τῆς ἐκ σοῦ θαυμασίας γεννήσεως, ὦ θεομῆτορ, ἐλάσειας, καὶ εἰ τῶν γενησομένων ἐν τῷ καιρῷ τῆς ἀρρήτου σταυρώσεως ἀνθρωπίνην κατάπληξιν δέξαιο, πῶς σταυροῦσθαι θεὸς καταδέχεται ὁ κατ’ οὐσίαν ἀπαθὴς καὶ ἀθάνατος, πῶς ἐν μέσῳ λῃστῶν καθυβρίζεται ὁ ὑπ’ ἀγγέλων ἀεὶ δοξαζόμενος, πῶς χολὴν καὶ ὄξος ποτίζεται ὁ πάντα τρέφων τὰ τροφῆς προσδεόμενα καὶ πάντα ποτίζων τὰ δίψει κρατούμενα, πῶς ἡ ζωὴ προσίεται νέκρωσιν ἡ πάντα ζῳοῦσα τὰ ζωῆς ὑστερούμενα, πῶς τὴν πλευρὰν κεντεῖται τῷ δόρατι ὁ ἀοράτῳ λόγχῃ κεντήσας τὸν θάνατον, πῶς ταφὴν ὑπομένει τριήμερον ὁ θάπτων ταφῇ τὴν φθορὰν καὶ τὸν θάνατον καὶ λύων ταφὴν τοῖς κειμένοις ἐν μνήμασιν, καὶ ζωὴν χορηγῶν καὶ ἀνάστασιν τοῖς ἐξ Ἀδὰμ λαχοῦσι τὰ σώματα καὶ ταῦτα νεκρὰ περιφέρουσι διὰ τὴν Ἀδὰμ πατρῴαν παράβασιν. ταῦτα γὰρ ἅπαντα βλέπουσα πρὸς βραχὺ γενήσῃ κατάπληκτος· ἀλλ’ οὐκ ἐπὶ πλέον φανήσῃ διστάζουσα· διελεύσεται γὰρ τὴν σὴν ψυχὴν καὶ διάνοιαν τῶν τοσούτων ῥομφαία φοβερῶν καταπλήξεων· ἀλλ’ οὐ στήσεται· οὐδὲ γὰρ ἕξοι χώραν μονῆς τε καὶ στάσεως ἐλαυνομένη τονώτατα ὑπὸ τῆς σῆς ἀσπόρου συλλήψεως καὶ τῆς σῆς ἀεὶ παρθένου γεννήσεως. ὧν οὐδέν ἐστι φρικωδέστερον ἢ ἀνθρώποις οὐ συνιοῦσιν ὁρᾶν ἀπιστότερον.

διὰ τοῦτο διαλογισμοὶ καρδιῶν ἐκ πολλῶν ἐκκαλύπτονται τὰ σὰ θεωρεῖν οὐκ ἰσχύοντες θεῖά τε καὶ ξένα μυστήρια, ἅ περ οὐδὲ οὐρανῶν ὁρᾶν αἱ δυνάμεις δεδύνηνται· διὰ τοῦτο πίπτει μὲν ὁ ἀπιστῶν τῷ κηρύγματι, ἀνίσταται δὲ καὶ ἀφθαρσίαν καὶ ζωὴν ἐκφωτίζεται ὁ πιστεύων σοῦ τῷ γεννήματι καὶ θεὸν αὐτὸν κηρύττων τῷ στόματι καὶ θεοτόκον σὲ φρονῶν τὴν γεννήσασαν. διὰ τοῦτο Χριστὸς οὑτοσὶ ὁ ἐκ σοῦ γεννηθεὶς κατὰ ἀλήθειαν “εἰς ἀντιλεγόμενον σημεῖον” τεθήσεται τοῖς οὐ συνιοῦσιν αὐτοῦ τὸ μυστήριον· οἳ καὶ πτῶσιν ἀνέγερτον πείσονται ἀπιστίας γενόμενοι μέτοχοι καὶ ἀνάστασιν καὶ ζωὴν τὴν ἐν οὐρανοῖς οὐκ ἀθρήσουσιν, ὅτι τῇ ἀιδίῳ ζωῇ μὴ ἐπίστευσαν. ταῦτα φήσας ἐπαύσατο, καὶ συμπαύει τοῦ νόμου τὴν κράτησιν, τὸν νομοθέτην αὐτὸν ἰδὼν ἀφικόμενον καὶ πληροῦντα τοῦ ἰδίου νόμου τὸ βούλημα. πλήρωμα γὰρ τοῦ νόμου Χριστὸς προελήλυθεν. καὶ οὐδεὶς ὁ ἀντιλέγων τῷ Παύλου ψηφίσματι, ὅθεν “εἰς σωτηρίαν μὲν τῷ πιστεύοντι”, εἰς πτῶσιν δὲ καὶ ἀπώλειαν τῷ γνώμην ἄπιστον ἔχοντι.