Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Σωφρόνιος Ἱεροσολύμων

Το μυστήριο της Ενανθρωπήσεως και οι παλαιοδιαθηκικές προτυπώσεις

Ανάλυση της εκ Παρθένου γεννήσεως και των δύο φύσεων του Χριστού, σε συνδυασμό με την τυπολογική ερμηνεία του φρέατος της Βηθλεέμ και της προφητικής σπονδής του Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 5

ἢ οὐ δι’ ἡμᾶς θεὸς λόγος ὑπάρχων ἀίδιος καὶ ἐξ ἀιδίου πατρὸς ἔχων τὴν γέννησιν παρθένου μήτραν ἀμόλυντον ᾤκησε καὶ σὰρξ ἐν αὐτῇ κατὰ ἀλήθειαν γέγονε, σάρκα προσλαβὼν ἐξ αὐτῆς τὴν ἀμίαντον, οὐ προπλασθεῖσαν πρὸ τῆς πρὸς αὐτὸν ἀτρέπτου συνθέσεως ἀλλ’ ἅμα τῇ τοῦ λόγου συλλήψει λαχοῦσαν τὴν ὕπαρξιν ὡς σύνδρομον αὐτῆς ὁρᾶσθαι καὶ σύγχρονον τῇ συνθέσει τὴν σύστασιν, ἣν καὶ ζωῆς λογικῆς ἐψύχωσεν πνεύματι καὶ ἑαυτῷ καθ’ ὑπόστασιν ἥνωσεν, ὡς Λέων ἡμᾶς ὁ δᾳδοῦχος διδάσκει τῆς πίστεως καὶ Κύριλλος ὁ σοφώτατος ὁ μέγας παιδευτὴς τοῦ κηρύγματος παιδαγωγεῖ λαμπρῶς πρὸς εὐσέβειαν. ὁ γὰρ ἐν πᾶσιν ἡμῖν Χριστὸς δι’ ἡμᾶς ὁμοιούμενος καὶ ἄσπορον ἔσχε τὴν σύλληψιν οὐ δεηθεῖσαν ἀνδρὸς πρὸς συνεργίαν καὶ ἐμπεριγράφου κυοφορίας ἠνέσχετο καὶ ἀνθρωπίνως ὡς φιλάνθρωπος τίκτεται καὶ παρθένον φυλάττει τὴν τίκτουσαν εἰς δεῖγμα καὶ γνώρισμα μέγιστον τῆς αὐτοῦ παντοδυνάμου θεότητος καὶ θεοτόκον αὐτὴν ἀναδείκνυσι μαρτυροῦσαν αὐτοῦ τῇ ἀφράστῳ θεότητι, ὡς ἦν θεὸς ἀληθέστατα καὶ θεοῦ υἱὸς καὶ συμφυὴς τῷ γεννήτορι κἂν εἰ ἄνθρωπος καθ’ ἡμᾶς τοῖς ὁρῶσιν αὐτὸν διεφαίνετο, διτταῖς ἐναστράπτων ταῖς φύσεσιν, θεότητος φημὶ καὶ ἀνθρωπότητος, μηδαμῶς διαιρούμενος, καὶ μένων εἰς Χριστὸς ἔξω τροπῆς καὶ συγχύσεως, ὡσαύτως δὲ καὶ τομῆς καὶ διαιρέσεως.

ἢ οὐ δι’ ἡμᾶς πλούσιος ὢν καὶ πάντων ἀνημμένος τὸ κράτος καὶ σὺν αὐτῇ βασιλείᾳ τὴν ἡμετέραν πτωχείαν ἐπτώχευσεν, ἵνα ἡμεῖς οἱ πενέστατοι τὸν ἄρρευστον αὐτοῦ πλοῦτον πλουτήσωμεν καὶ βασιλείαν τὴν αὐτοῦ βασιλεύσωμεν; ἢ οὐκ ἄκτιστος ὢν καὶ οὐ τοῦτό γε μόνον ἀλλὰ καὶ ποιητὴς καὶ κτίστης πάσης ὑπάρχων τῆς κτίσεως ἐν κτίσμασι τελεῖν κατεδέξατο, ἵν’ ἡμᾶς κοινωνοὺς αὐτοῦ τῆς ἀκτίστου ποιήσοιτο φύσεως; ἢ οὐκ ἄυλος ὢν καὶ ἀσώματος σῶμα γενέσθαι καὶ σὰρξ κατηξίωσεν, ἵνα σωμάτων ἡμᾶς καὶ σαρκῶν τουτωνὶ τῶν φθαρτῶν ἐργάσοιτο κρείττονας ἐνδύσας ἡμῶν ἀφθαρσίαν τὰ σώματα καὶ ἀθανασίαν ἡμῶν ταῖς σαρξὶ χαρισάμενος; ἢ οὐκ ἀπερίγραπτος ὢν τῇ θεότητι περιγραφὴν σαρκὸς ᾠκειώσατο, ἵνα ἡμῖν τῆς ἀπεριγράφου αὐτοῦ βασιλείας ἀνοίξῃ τὴν εἴσοδον; ἢ οὐκ ἀναμάρτητος ὢν καὶ ἁγνὸς καὶ ἀμόλυντος (‘ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ’) ἁμαρτίᾳ δι’ ἡμᾶς προσλελόγισται καὶ ‘ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας’ λελόχευται, καὶ ‘τὸν μὴ γνόντα ἁμαρτίαν’ ὁ ἀναμάρτητος πατὴρ δι’ ἡμᾶς ‘ἁμαρτίαν πεποίηκεν’, ἵνα ἐν ἀναμαρτήτῳ σαρκὶ τῆς ἁμαρτίας δεδρακὼς τὴν κατάκρισιν τοὺς ἁμαρτωλοὺς ἡμᾶς ἁμαρτημάτων καθαροὺς ἀποδείξειεν; ἢ οὐχ υἱὸς ὢν καὶ ἐλεύθερος καὶ δεσποτικοῖς διαπρέπων φυσικῶς ἀξιώμασι τοῖς δούλοις ἡμῖν συνηρίθμηται, ἵν’ ἐλευθερίας ἡμᾶς ἐνδύσας τὸ χάρισμα υἱοθετήσῃ θεῷ τῷ γεννήτορι;

δι’ αὐτοῦ γὰρ καὶ τὸ υἱοὶ κληθῆναι ὑψίστου δεδέγμεθα, τῆς υἱοθεσίας χάριν, οὐ φύσιν δεξάμενοι. ἢ οὐκ ἄφθαρτος ὢν καὶ ἀπαθὴς καὶ ἀθάνατος σάρκα τὴν ἡμῶν παθητὴν καὶ φθαρτὴν καὶ θνητὴν ἠμφιέσατο, ἵνα καὶ παθῶν ἡμᾶς ἀπαλλάξειεν καὶ φθορᾶς ἁπάσης λυτρώσαιτο καὶ θανάτου δεσμῶν καὶ πολυπλόκων ἁλύσεων ῥύσαιτο; ὃ καὶ πεποίηκε καὶ πεπλήρωκε καὶ θεοπρεπῶς τετελείωκε· διαμαρτάνειν γὰρ θεὸν βουλῆς οὐκ ἐνδέχεται. τί γὰρ ὃ θέλει θεὸς οὐκ ἐργάσοιτο; ἢ τίς αὐτοῦ τῷ πανσθενεῖ καὶ δραστηρίῳ βουλήματι ἀντίθεον ἔχων βουλὴν ἀντιστήσεται; τούτων ἡμεῖς, ἀδελφοί, τὴν ἑορτὴν ἑορτάσωμεν σήμερον κἂν εἰ τὰ μάλιστα λυπηρῶς αὐτὴν ἑορτάζομεν, τὸν τόπον ἡμῖν πλησιαίτατον ἔχοντες, ἐν ᾧ θεὸς ὁ λόγος ὑπάρχων καὶ κύριος ἐπέφανεν ἡμῖν δι’ ἀφράστου γεννήσεως, καὶ δραμεῖν εἰς αὐτὸν οὐ δυνάμεθα, καθὰ καὶ Μωυσῆς ὁ θειότατος τὴν μὲν τῆς ἐπαγγελίας γῆν εἰς ὄρος ἀναχθεὶς ὑψηλὸν ἐθεάσατο εἰσελθεῖν τε εἰς αὐτὴν ἐγλίχετο, κἂν <εἰ> οὐδαμῶς πρὸς θεοῦ συγκεχώρητο, διότι περ αὐτὸν οὐκ ηὐλόγηκε μέλλων ἐκ πέτρας τῆς οἰκείας ῥάβδου τῷ πλήγματι ποταμοὺς ὑδάτων ἐκφέρειν καὶ ῥύακας. ἀλλ’ ἐκεῖνος μὲν οὕτως γῆς τῆς ποθουμένης ἐστέρητο, καὶ οὕτω τῇ λύπῃ τρυχόμενος ἐνθένδε πρὸς θεὸν ἐκδεδήμηκεν· ἡμεῖς δὲ τί τὰ ὅμοια πάσχοντες δράσοιμεν;

ἐπὶ μὲν γὰρ τοῖς δώροις ἡδόμεθα καὶ γανύμεθα καὶ οὐρανίως τερπόμεθα καὶ εὐφροσύνην ἀδιάδοχον ἔχομεν, λυπούμεθα δὲ καὶ ἀσχάλλομεν ὅτι τὸν τόπον ἰδεῖν οὐκ ἰσχύομεν κἀκεῖσε τῆς ἑορτῆς ἀγαγεῖν τὴν πανήγυριν, ἐν ᾧπερ ἡμῖν τὸ φῶς τὸ ἀληθινὸν ἀνατέταλκε καὶ ἡ ζωὴ ἡ αἰώνιος ἤνθηκε καὶ τῶν δωρεῶν ὁ θησαυρὸς ἐμπεφάνισται καὶ πάντας εὐφραίνει καὶ φωτίζει τοὺς βλέποντας καὶ οὐρανίου χαρᾶς αὐτοὺς ἀκορέστως ἐμπίπλησι καὶ πλοῦτον αὐτοῖς τὸν ἄρρευστον δίδωσι καὶ ᾄδειν αὐτῷ μετ’ εὐφροσύνης ποιεῖ καὶ τερπνότητος σὺν ἀγγέλων καὶ ποιμένων καὶ μάγων στρατεύμασι ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’. καὶ οὐ μόνον Ἀδὰμ τῷ προπάτορι καὶ Μωυσεῖ τῷ θεόφρονι λίαν ἐλεεινῶς ὁμοιούμεθα σήμερον, ἀλλὰ καὶ Δαβὶδ τῷ θεοπάτορι ἀκριβῶς ἀπεικαζόμεθα, τοῖς ὁμοίοις καὶ γείτοσι παραπλησίως ἐνειλούμενοι πράγμασι. κἀκεῖνος γάρ ποτε ὁ θεόληπτος ὅτε τῇ ἐκ Σαοὺλ περιστατικῇ περιοχῇ περιείργετο, τῇ καθ’ ἡμᾶς ταύτῃ τάχα πνευματικῇ δίψῃ φλεγόμενος ὕδωρ πιεῖν τὸ σωτήριον τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ ἐπεθύμησεν, ὅ περ ὕδωρ ζῶν καὶ πάντας ζῳογονοῦν δυνάμει θείᾳ τοὺς πίνοντας. ‘

εἰ ᾔδεις’ γὰρ πρὸς τὴν Σαμαρεῖτιν φησὶν αὐτὸς ὁ Χριστὸς ἡ πηγὴ τὴς ζωῆς ἡ μὴ λήγουσα, ‘τίς ἐστιν ὁ λέγων σοι Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν’, καὶ ‘πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον’. ὁ λάκκος ὁ ἅγιος ἡ παναγία παρθένος κυοφορεῖν καὶ τίκτειν ἤμελλεν ὕστερον· προφητεία γὰρ ἦν τὸ τελούμενον καὶ Χριστοῦ τοῦ ζῶντος καὶ πᾶσι ζωὴν πηγάζοντος ὕδατος καὶ λάκκου τοῦ νοητοῦ τῆς τοῦτο κυοφορησάσης καὶ τεκούσης ἄρρευστον ἤγουν ἀφθόρου παρθένου προτύπωσις, ὅν περ ὁ Δαβὶδ αἰσθητοῖς ἰδεῖν ὀφθαλμοῖς διπλῶς ἐπεθύμει τε καὶ ἐγλίχετο, τοῦτο μὲν ὡς προφήτης φᾳνότατος, τοῦτο δὲ καὶ ὡς εὐπραγέστατος δίκαιος· καὶ τῇ ἐπιθυμίᾳ καιόμενος ἔλεγεν ‘Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;’ καὶ διὰ τοῦτο αὐτοῖς ὁμοιούμεθα τοῖς αὐτὸν σαρκικοῖς τότε καὶ νοητοῖς ὄμμασι βλέπουσι. τὸ ὕδωρ αὐτὸ τὸ ζῶν, ὁ Χριστὸς διαλεγόμενος ἔφασκε ‘Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν’.

περὶ οὗ καὶ Πέτρος ὁ ἀπόστολος ἔγραψεν τοῖς εἰς αὐτὸν Χριστὸν τὸν σωτῆρα πιστεύσασιν· ‘Ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν· περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ἡμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι’. εἰ δίκαιοι οὖν καὶ προφῆται καὶ ἄγγελοι Χριστοῦ θεωρεῖν ἐπιθυμοῦσιν τὴν γέννησιν καὶ τὸν τόπον ἐν ᾧ Χριστοῦ ἡ πολυπόθητος γίνεται γέννησις, πῶς οὐχὶ καὶ ἡμεῖς ἐπιθυμήσομεν οἱ ὄντες ταπεινοὶ καὶ ἐλάχιστοι, οἱ τῆς ἐκείνων εὐσεβείας συμμέτοχοι καὶ ὀρθοδόξου πίστεως σύγκληροι; καὶ τίνος ἕνεκεν Δαβὶδ ὁ θεσπέσιος, Βηθλεεμίτης ὢν γνησιώτατος κἀκ Βηθλεὲμ τῆς θεογόνου ὁρμώμενος πόλεως, τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ ὕδωρ ἐπεθύμει πιεῖν καὶ ἱμείρετο, καὶ τοῦ ποθουμένου τυχεῖν οὐκ ἐδύνατο, ἀλλ’ ὡς ἡμεῖς καὶ αὐτὸς εἰς τὴν ἁγίαν Βηθλεὲμ δραμεῖν καὶ πιεῖν ἐκωλύετο;

οὗ τί ἂν ἐλεεινότερον γένοιτο, ὅτι πλησίον τὸ ποθούμενον ἔχομεν καὶ τοῦ ποθουμένου τυχεῖν οὐκ ἰσχύομεν; ὅτι καὶ τότε, φησίν, καθὰ καὶ νῦν τῶν Σαρακηνῶν, ἐν Βηθλεὲμ τῶν ἀλλοφύλων ἦν τὸ ὑπόστημα, καὶ τοῦτο αὐτὸν καθὰ καὶ ἡμᾶς εἰς τὴν θεοδόχον ἐλθεῖν Βηθλεὲμ ἀνεσειρίαζε καὶ τυχεῖν ἀπεῖργε τοῖς δείμασι τῆς ὄντως ποθεινῆς καὶ μακαρίας ἐφέσεως, ἧς οὐδὲν ἂν εἴη ποτὲ μακαριώτερον ἢ τιμιώτερον καὶ τερπνότερον. ἀλλ’ ἐκεῖνος μὲν ὕδωρ πιεῖν τοῦ Βηθλεεμιτικοῦ λάκκου γλιχόμενος καὶ τὴν θεοφόρον φθάσαι Βηθλεὲμ ἐξειργόμενος διὰ τὸ πολέμιον τῶν ἀλλοφύλων ὑπόστημα τότε πολεμικῶς τῇ παντίμῳ Βηθλεὲμ προσκαθήμενον τοῦ ποθουμένου τετύχηκεν, εἴπερ ὕδωρ πιεῖν αἰσθητὸν ἐβεβούλητο· τρεῖς γὰρ τῶν δορυφόρων ἀλκιμώτατοι καὶ ῥωμαλεώτατοι πρόμαχοι τοῦ βασιλέως ἑωρακότες τὴν ἔφεσιν καὶ ἀκούσαντες αὐτοῦ δικαιότατα φάσκοντος ‘Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;’

καὶ νομίσαντες αὐτὸν ὕδωρ αἰσθητὸν πιεῖν προσεφίεσθαι καὶ ὄντες, ὡς ἔστιν εἰπεῖν καὶ τεκμήρασθαι, πρὸς τὴν ὑπὲρ αὐτοῦ σφαγὴν ἑτοιμότατοι, πρὸς θάνατον προφανέστατον ὥρμησαν, τὸ ἀνδρεῖον αὐτῶν καὶ τολμηρὸν καὶ ἀδείμαντον δεικνύναι τῷ βασιλεῖ προαιρούμενοι, τάχα δὲ καὶ τὴν πρὸς αὐτὸν ἀξιάγαστον εὔνοιαν καὶ τὴν οὐ νικωμένην κατὰ τὸν σωτήριον λόγον ἀγάπησιν (‘μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει’ φησὶν ὁ σωτήρ, ‘ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ’)· ‘καὶ διέρρηξαν’ φησίν ‘οἱ τρεῖς δυνατοὶ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ παρεγένοντο πρὸς Δαβίδ’. καὶ ὅρα μοι τοῦ Δαβὶδ τὴν εὐλάβειαν καὶ τὴν πασῶν ἀρετῶν βασιλίδα διάκρισιν· ‘οὐκ ἠθέλησεν’ γὰρ ‘πιεῖν αὐτό’ φησὶν τῶν βασιλέων τὸ ἄφιγμα, ἀλλ’ ‘ἔσπεισεν αὐτὸ τῷ κυρίῳ καὶ εἶπεν·

Ἵλεώς μοι, κύριε, τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι. καὶ οὐκ ἠθέλησεν’ φησὶν ‘πιεῖν αὐτό’. ᾔδει γὰρ ὁ θειότατος προφητικῷ προορώμενος ὄμματι, ὡς ἀπειθήσουσιν Ἰουδαῖοι Χριστῷ τῷ ζῶντι καὶ ζῳογονοῦντι τὰ σύμπαντα ὕδατι ἐκ Βηθλεὲμ σαρκικῶς ἀνατέλλοντι καὶ ἐκ λάκκου τοῦ παρθενικοῦ τικτομένῳ καὶ φαίνοντι, καὶ ὡς προφήτης ἁγνότατος τὴν ἐκείνων τυπικῶς προεμήνυσεν εἰς Χριστὸν ἐσομένην ἀπείθειαν. διὰ τοῦτο γὰρ ὁ θεσπέσιος καὶ τὸ ὕδωρ ἐνεχθὲν πιεῖν οὐκ ἠθέλησεν, ὅτι περ Ἰουδαῖοι μετ’ ἔπειτα διαπιστεῖν Χριστοῦ τῷ κηρύγματι εἰς ὄλεθρον ἑαυτῶν καὶ ἀπώλειαν οἱ μιαροὶ καὶ παράφρονες ἤμελλον.