Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Σωφρόνιος Ἱεροσολύμων

Επίλογος και τελική δοξολογία

Καταληκτήρια προτροπή προς το εκκλησίασμα για προσέλευση στον τεχθέντα Χριστό, η οποία επισφραγίζεται με την παραδοσιακή τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 5

ἔστι γὰρ καὶ νέος Ἀδὰμ διὰ τὴν τοῦ παλαιοῦ Ἀδὰμ ἀνακαίνισιν· καὶ Δαβὶδ ἀληθέστατα λέγεται ὡς ἐκ σπέρματος Δαβὶδ τῆς θεοτόκου παρθένου τὴν θαυμαστὴν ποιησάμενος σάρκωσιν· καὶ κραταιὸς χειρὶ καὶ βραχίονι, ὅτι καὶ κρατεῖ καὶ κατέχει τῆς κτίσεως καὶ σῴζει καὶ ῥύεται πάντα τὸν πιστῶς αὐτῷ προσερχόμενον. Ὧι καὶ ἡμεῖς, ἀδελφοὶ προσφιλέστατοι, κἀνθάδε κἀκεῖσε καὶ πανταχῇ (ἀπερίγραπτος γάρ ἐστι τῇ θεότητι καὶ εἰ σαρκὶ καθ’ ἡμᾶς περιγέγραπται, καὶ θυμίαμα αὐτῷ πανταχῇ καὶ θυσία καθαρὰ καὶ ἁγία προσφέρεται) ἁγνότατα καὶ θερμότατα, οὐ μὴν ἀλλὰ καὶ πιστότατα ὅλῃ καρδίᾳ καὶ ψυχῇ προσερχώμεθα λέγοντες ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’ καὶ τῶν θειοτάτων αὐτοῦ δωρεῶν ἀπολαύσωμεν καὶ τῶν οὐρανίων ἀγαθῶν γενώμεθα μέτοχοι· καὶ ζωὴν τὴν αἰώνιον εὕροιμεν καὶ βασιλείαν τὴν οὐ φθειρομένην δεξόμεθα ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, μεθ’ οὗ δόξα τιμὴ κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια τῷ ἀιδίῳ αὐτοῦ καὶ ἀθανάτῳ πατρὶ καὶ γεννήτορι ἅμα τῷ παναγίῳ καὶ ζῳοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.