Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὰ Θεοφάνια

Σωφρόνιος Ἱεροσολύμων

Η άφιξη του Χριστού στον Ιορδάνη και το κήρυγμα του Προδρόμου

Περιγράφεται η έλευση του Κυρίου στα ύδατα του Ιορδάνη, η μαρτυρία του Ιωάννη προς τους Ιουδαίους, η αξία της αληθινής μετάνοιας και το βάπτισμα εν Πνεύματι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 6

Ἀλλὰ καὶ πρὸς τὸν Ἰορδάνην καὶ Ἰορδάνου τὰ νάματα τῆς ζωῆς ἡ πηγὴ καὶ τῆς ἀθανασίας πρόεισιν, οὐχ ἁλμυρὸν ἐπικλύζουσα, οὐδὲ φθαρτικὸν ἐπιρρέουσα, ἀλλὰ ζωοποιὸν πελαγίζουσα καὶ φωτοειδὲς ἐξαστράπτουσα· ἀλλὰ καὶ πρὸς τὸν βαπτιστὴν αὐτὸν καὶ βαπτίζοντα μόνον τοῖς ὕδασιν ὁ βαπτίζων ἐν πνεύματι γίνεται καὶ βαπτισθῆναι ζητεῖ, καὶ τὴν κάθαρσιν σκήπτεται ὁ πάντων καθαίρων τὰ πταίσματα καὶ πάντα ῥύπον ψυχικὸν ἀπορρύπτων τῷ πνεύματι, τὴν ἐμὴν μνηστευόμενος κάθαρσιν καὶ τὴν ἐμὴν τεχνιτεύων λαμπρότητα. Διὰ τοῦτο ἡ φωνὴ μὲν βοᾷ, κατακτυπεῖ δὲ μεγάλως τὴν ἔρημον καὶ ἐκφοβεῖ τὸν Ἰορδάνην τῷ φθέγματι· “ἑτοιμάσατε τὰς ὁδοὺς Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν”· ὁ γὰρ Θεὸς ἦν αὐτοῦ καὶ πλάστης καὶ κύριος ὁ πρὸς αὐτὸν σαρκικῶς ἀφικνούμενος καὶ σαρκικὸν λαμβάνειν ὀρεγόμενος βάπτισμα· τοῦτο γὰρ καὶ πάσης δικαιοσύνης τὸ πλήρωμα· τίς γὰρ στόμα φέρων ἀνθρώπινον;

ὁ φράσαι Θεοῦ δικαιοσύνην δυνάμενος, ἥτις καὶ πᾶσαν βαθυτάτην τοῖς πταίσμασι φάρυγγα τῆς θείας ποιεῖ πληροῦσθαι πληρώσεως, καὶ πᾶν ὄρος τυραννικὸν καὶ ὑπερήφανον, τὴν κατὰ Θεὸν νοσοῦν τυραννικὴν τραχηλίασιν, ταπεινὸν ἀποδείκνυσι καὶ χθαμαλὸν ἀπεργάζεται, καὶ τὰ σκολιὰ εὐθῆ δημιουργεῖ καὶ ὀρθότατα, καὶ τὰ τραχέα καὶ δυσχερῆ καὶ δυσπόρευτα πρὸς λείας ὁδοὺς μετατίθησι καὶ πρὸς εὐπορεύτους πορείας μεθίστησιν· ἔχει γὰρ ἰσορροποῦντα τὸ θέλειν, τὸ δύνασθαι, καὶ σύνδρομον τῇ βουλήσει φέρει τὴν δύναμιν. Ταύτης ὁ βαπτιστὴς δεδιὼς τὴν ἐμφάνειαν, καὶ μάλα γενικῶς ὑποτρέμων τὴν ἄφιξιν, ὀκνηρότερος γίνεται πρὸς τὴν τῶν αὐτῷ κελευομένων ἐγχείρησιν, κηρύττων τὸ δι’ ὕδατος βάπτισμα, ὅπερ ἦν τοῦ σωτηρίου βαπτίσματος πρόδρομον· ἧ μόνον γὰρ ἐνῆγεν εἰς μετάνοιαν τὸν προκαθαρτικῶς αὐτὸ βαπτισάμενον. Ἀναδύεται καὶ ἀναβάλλεται καὶ δειλιῶν προφανῶς ὑποστέλλεται καὶ μεγάλῃ βοᾷ τῇ φωνῇ, Χριστὸν ὀφθαλμοῖς θεασάμενος, τῆς θείας δικαιοσύνης τὸν τέκτονα· “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με”; Καὶ οὐ ψεύδεται τοῦτο φθεγγόμενος· ἥττηται γὰρ τῇ τοῦ Θεοῦ δικαιοσύνῃ τὰ σύμπαντα καὶ ἀσυγκρίτως κεῖται κατώτερα τῆς ἀκροτάτης αὐτοῦ καθαρότητος. “Καὶ πῶς βαπτίζεις, ὦ βαπτιστά, αὐτὸς βαπτισθῆναι δεόμενος;

καὶ πῶς καθαίρεις τοὺς ῥυπαροὺς ἁμαρτήμασι, χρῄζων αὐτὸς τοῦ καθαίροντος, διὰ τοῦτο δέ”, φησί, “πόρρω τυγχάνων θεϊκῆς τελειότητος καὶ ἀνθρωπίνων μολυσμῶν οὐκ ἀμέτοχος; οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μίαν ἡμέραν μόνον βιώσειε, καὶ οὐδεὶς ἁγνὴν τὴν καρδίαν ἔχειν καυχήσοιτο, φύσιν χοϊκὴν κληρωσάμενος”. —“Ἐγὼ μὲν βαπτίζω ὑμᾶς τοὺς ἐμοῦ πλεῖον ῥυπῶντας τῷ ὕδατι, μικρὰν ὑμῖν τῇ μετανοίᾳ παρεχόμενος ἔκπλυσιν καὶ προκαθαίρων ὥσπερ ὑμᾶς τῆς ἀπείρου τε καὶ δυσεκπλύτου ῥυπάνσεως, μέσος δὲ ἕστηκεν, ὃν ὑμεῖς οὐ γινώσκετε, ὅστις ὑμᾶς πυρὶ βαπτίσει καὶ πνεύματι, καταφρύγων ὑμῶν πᾶσαν ἁμαρτημάτων τὴν ἅλωνα καὶ ἐκφυσῶν πάντα τῆς ὑμῶν πλημμελείας τὰ ἄχυρα· οὗ τὸ πτύον χειρὶ τῇ θείᾳ βαστάζεται καὶ ὅλην αὐτοῦ διακαθαίρει τὴν ἅλωνα, καὶ ᾧ τὸν μὲν σῖτον αὐτὸς τὸν καθαρὸν αὐτῷ προσφερόμενον καὶ ζιζανίων ὄντα κακίστων ἐλεύθερον εἰς ἀποθήκην τιθεῖ τὴν οὐράνιον, ὅπου σῆς οὐκ ἐκφαίνεται καὶ ὅπου λῃστὴς οὐκ εἰσέρχεται, ὃ μὲν φθείρων κακῶς τὸ ἀπόρρητον, ὃ δὲ κλέπτων χαλεπῶς τὸ θησαύρισμα· τὸ δὲ ἄχυρον ἀσβέστῳ πυρὶ κατακαύσειεν, ὡς ἀποθηκῶν οὐρανίων οὐκ ἄξιον.

Ἔχει δὲ τῆς δικαιοσύνης ὁ πρύτανις καὶ τὴν ἀξίνην τῷ πτύῳ συνόμιλον καὶ τῇ ῥίζῃ τῶν δένδρων ἀκόλουθον, πᾶν δένδρον μὴ καρποφοροῦν καρπὸν τὸν θεάρεστον ἀκαμάτως ἐκκόπτουσαν (Θεοῦ γὰρ τοῦτο δικαιοσύνῃ ψηφίζεται) καὶ ἀσβέστῳ πυρὶ παραπέμπουσαν, ἐν ᾧ τὸ ἄχυρον καίεται, ἀκοιμήτῳ φλογὶ βυθιζόμενον.

Μετανοίας οὖν καρπὸν εὐθύνω τὸν ἄξιον, τοὺς μετανοίᾳ δεχομένους τὸ βάπτισμα, καὶ μὴ ταῖς ἐξ Ἁβραὰμ κελεύω προσβολαῖς ἐναβρύνεσθαι, ἀλλὰ πίστει καὶ ἔργοις τοῖς Ἁβραὰμ καλλωπίζεσθαι· τοὺς γὰρ τοῦτο δρᾶν οὐκ ἐθέλοντας, ἐχιδνῶν καλῶ δικαίως γεννήματα καὶ οὐ πατριάρχου Ἁβραὰμ βλαστήματα.

Τοῦτο δέ φημι καὶ ἀληθῶς ἀποφαίνομαι, ὅτι δύναται ὁ Θεὸς ὁ παντοδύναμος καὶ ἐκ λίθων ἀκάρπων τῆς ἐθνικῆς ἀγνοίας ἐγεῖραι τέκνα φανότατα, Ἁβραμιαίαις ἀρεταῖς καλλυνόμενα καὶ εἰκότως αὐτῷ τῷ Ἁβραὰμ διὰ τῆς αὐτῆς οἰκειούμενα πίστεως, ἅπερ ἐξ ἀγριελαίου παλαιοῦ πάλαι φυόμενα καὶ νεκρότητα λίθων τῇ ἀκαρπίᾳ μιμούμενα εἰς καλλιελαίου φύσιν μετάγεται, μετακεντριζόμενά τε καὶ μεταλλευόμενα καὶ ἄμειψιν τὴν καλὴν ὑπομένοντα, καὶ καρποφοροῦντα τῷ Θεῷ τῷ τὸν μετακεντρισμὸν αὐτῷ ἐνεργήσαντι καὶ καρπὸν αὐτῷ θυμηρέστατον, οὐ τὸν παλαιὸν καὶ πικρότατον, ἀλλὰ τὸν νέον ἀληθῶς καὶ καινὸν καὶ γλυκύτατον· πίστιν φημὶ τὴν Ἁβραὰμ καὶ ἀμώμητον, ἧς Ἰουδαῖος ὁ νῦν ἀπωλίσθησε, καὶ πράξεις πατριαρχικὰς καὶ προαίρεσιν, ὧν ὁ σαρκικὸς Ἰσραὴλ ἀποπέπτωκε· τὰ γὰρ ἀρχαῖα καὶ παλαιὰ νυνὶ παρελεύσεται, καὶ τὰ πάντα Θεοῦ καινὰ γίνεται χάριτι Χριστοῦ τοῦ τοῖς παλαιοῖς ἐπιλάμψαντος καὶ δρῶντος αὐτῶν δυνάμει θείᾳ τὴν ἐγκαίνισιν, τὴν μὴ κλινομένην ποτὲ πρὸς παλαίωσιν, καὶ φθορὰν παντελῶς οὐ γινώσκουσαν, καὶ ἀφανισμὸν ἰδεῖν οὐκ ἐθέλουσαν· διὰ τοῦτο γὰρ καὶ νόμος ὁ Μωσαϊκὸς πεπαλαίωται καὶ Χριστὸν ἡμῖν ἀνατέταλκεν ὁ πάσης καινιστὴς τῆς ἐξ Ἀδὰμ παλαιότητος καὶ πάντα νεουργῆ καὶ νεότευκτα σοφίᾳ καὶ σθένει θεϊκῷ προβαλλόμενος”.

Καὶ ταῦτα μὲν Ἰωάννης βοάτω τὰ ῥήματα τοῖς αὐτὸν ἐρωτᾶν δολερώτατα θέλουσιν, μᾶλλον δὲ ἰουδαϊκώτατα καὶ κακουργότατα σπεύδουσι· “Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὐδὲ Ἠλίας, οὐδὲ ὁ προφήτης”; Χριστὸς μὲν γὰρ αὐτὸς οὐκ ἐτύγχανεν, ἀλλὰ Χριστοῦ προελήλυθε πρόδρομος, κατασκευάζειν πεμφθεὶς λαὸν περιούσιον, καλῶν ἔργων ζηλωτὴν καὶ ἀξίων δηλονότι τῆς χάριτος· καὶ Ἠλίας οὐκ ἦν ὁ Καρμήλιος, ἀλλ’ Ἠλιοὺ προεληλύθει τῷ πνεύματι καὶ ἄσκησιν Ἠλιοὺ φορῶν καὶ ἐνδύματα καὶ ἔρημον οἰκῶν, ἐξ ἧς Ἠλιοὺ ἐνεργείαις ἀγγελικαῖς ἁρπάζεται καὶ ὡς εἰς οὐρανὸν (οὐ γὰρ εἰς οὐρανὸν) ἀναφέρεται· ἀλλ’ οὔτε “ὁ προφήτης”. Ἰωάννης προώριστο ὁ τοῖς ἐπιγείοις εἰς σωτηρίαν ἐλθεῖν προσδοκώμενος· Χριστὸν γὰρ ἡμῖν κατεμήνυεν ὁ προφήτης μετὰ τοῦ ἄρθρου λεγόμενος, καὶ τοῦτο ἔχων τῆς ἐνηλλαγμένης αὐτοῦ σημασίας τὸ γνώρισμα· προφήτης γὰρ καὶ ἕκαστος τῶν προφητῶν προσηγόρευτο, ὡς προφητικοῦ χαρίσματος μέτοχος, ἀλλ’ οὐ μετὰ τοῦ ἄρθρου λεγόμενος, οὔτε τὸ ἄρθρον ἔχων τῆς τοιαύτης προηγούμενον κλήσεως· “ὁ προφήτης” δὲ μόνος ὁ Χριστὸς ὠνομάζετο, ὁ τὴν πατρικὴν βουλὴν προσφθεγγόμενος, ὡς Θεοῦ βουλὴ καὶ λόγος καὶ σύμβουλος, καὶ πᾶσι προφήταις αὐτὸς διδοὺς τὸ προσφθέγγεσθαι, καὶ πνεῦμα τὸ προφητικὸν χαριζόμενος, καὶ ταύτῃ τῶν ἄλλων προφητῶν διιστάμενος καὶ τὴν πρὸς αὐτοὺς οὐ δεχόμενος σύμβασιν. Ἀλλὰ τί;