Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὰ Θεοφάνια

Σωφρόνιος Ἱεροσολύμων

Η σωτηριολογική σημασία του Βαπτίσματος για τους δικαίους της Παλαιάς Διαθήκης

Αναπτύσσεται η αναγκαιότητα του Βαπτίσματος του Χριστού ως αντιπροσωπευτικής πράξης, η οποία επιτρέπει την είσοδο των προφητών και των δικαίων στη βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 6

Πολλοὶ δὲ πάλιν προφῆται καὶ δίκαιοι, οἵ, ποθοῦντες αὐτοῦ τὴν παρουσίαν θεάσασθαι καὶ ἰδεῖν αὐτὸν ὀφθαλμοῖς ἀφικόμενον σώματι, τῆς παρούσης ζωῆς ὑπεξέβησαν, ἐξ ὕδατος μὴ γεννηθέντες καὶ πνεύματος, καὶ διὰ τοῦτο τῆς οὐρανίου βασιλείας, ταὐτὸν δὲ φάναι τῆς ὄντως ζωῆς ἠλλοτρίωντο, κατὰ τὸν ὅρον αὐτοῦ τὸν θεόλεκτον, τὸν πάντας τῆς οὐρανίου βασιλείας ἐκκλείεσθαι φήσαντα, τοὺς ἐξ ὕδατος μὴ βαπτισθέντας καὶ πνεύματος, μήτε τὴν ἄνωθεν ὑπομείναντας γέννησιν. Ἐκείνοις τὸ βασιλεύειν ἐν οὐρανοῖς χαριζόμενος, τῆς τούτων γὰρ βασιλείας ἐστέρηντο, εἰ μὴ εἰς τὸ αὐτῶν βαπτίζεται πρόσωπον, ὡς πάσης ἔχων τῆς ἀνθρωπότητος πρόσωπον, διὰ τοῦτο καὶ “υἱὸν ἀνθρώπου” συνεχῶς ἑαυτὸν ἐπωνόμαζεν, ἵνα τῷ ἀορίστῳ τοῦ τοιούτου ὀνόματος τῶν ἀνθρώπων τὸ κοινὸν ἡμῖν ὑπεμφήνειεν· ἠδύνατο γὰρ ὡς Θεὸς πάντα δυνάμενος καὶ ἐξ ὕδατος βαπτίσαι καὶ πνεύματος τοὺς αὐτῷ τῇ πίστει προστρέχοντας, οὐ βαπτισθεὶς αὐτὸς Ἰορδάνου τοῖς ῥεύμασι, καθὰ καὶ Ἰωάννης πεποίηκε, βάπτισμα δὲ δούς, αὐτὸς μὴ δεξάμενος βάπτισμα· ἀλλ’ ἀνόνητον τοῦτο τοῖς πρὸ αὐτοῦ προφήταις καὶ δικαίοις ἐπεγίνετο· ἔξω γὰρ τῆς βασιλείας ηὐλίζοντο, ἐξ ὕδατος οὐ βαπτισθέντες καὶ πνεύματος, μήτε τὴν ἄνωθεν ἀναγέννησιν ἔχοντες.

Ἀλλὰ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας μέγιστον πέφηνε, γνωριμώτατον γενόμενον σήμαντρον, ἣν αὐτὸς πληροῦν εἰς ἡμᾶς προελήλυθεν· ἄδικον γὰρ τοῖς πᾶσιν ἐφαίνετο, εἰ ἐκεῖνοι προφῆταί τε καὶ πατριάρχαι καὶ δίκαιοι οἱ θεαρέστως βιώσαντες καὶ ζωὴν ἐπαινουμένην διώξαντες, ἔργα τε τῆς οὐρανίου βασιλείας τελέσαντες ἄξια, ἔξω τῆς βασιλείας ὑπέμενον, γέννησιν πνευματικὴν οὐ δεξάμενοι, τὴν ἐξ ὕδατος ἡμῖν μετὰ ταῦτα δοθεῖσαν καὶ πνεύματος· τῷ χρόνῳ γὰρ ἂν διεμέμφοντο καὶ Θεοῦ διαβάλλειν εἶχον τὸ δίκαιον, εἴπερ μὴ πονηρία τις αὐτοὺς παρεξέκλινε πράξεων, ἀλλ’ ἡ τοῦ χρόνου διαφορὰ καὶ διάκρισις τὴν κατάκρισιν αὐτοῖς ἐπρυτάνευε.

Διὰ τοῦτο ὁ Χριστός, ὁ πάσης πληρῶν δικαιοσύνης τὸ ἔννομον, ὑπὲρ αὐτῶν ὡς δικαιοκρίτης βαπτίζεται, ἵνα ἐν αὐτῷ καὶ αὐτοὶ βαπτισάμενοι καὶ τὴν ἄνωθεν εἰσδεξάμενοι γέννησιν καὶ εἰς τὴν ἐν οὐρανοῖς βασιλείαν εἰσέλθωσιν, μηδαμῶς αὐτῆς ἐξειργόμενοι διὰ τὴν μεγαλοδωρεὰν ταύτην, εἴτουν τοῦ βαπτίσματος· καὶ διὰ τοῦτο τάχα καὶ ἡ τῆς ἐρήμου φωνὴ διαπρύσιον ἔκραζεν· “ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου”· οὐ μόνον γὰρ τὴν διὰ σταυροῦ σφαγὴν ὑπῃνίσσετο (ἔμελλε γὰρ ὁ Χριστὸς ὡς ἀμνὸς τοῦ Θεοῦ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς σφαγιάζεσθαι καὶ λυτροῦσθαι ἰδίου προσχύσεσιν αἵματος τυραννίδος διαβολικῆς ἀνθρώπων τὸ φύραμα), ἀλλὰ καὶ ταύτην τὴν ἐξ ὕδατος καὶ πνεύματος κάθαρσιν, ἣν ὁ Χριστὸς βαπτισθεὶς ἡμῖν ἐχαρίσατο, καινὴν ἡμῖν δεδωκὼς ἀναγέννησιν, ὕδατι ταύτην καθάρας καὶ πνεύματι, ἐπειδὴ τὴν προτέραν Ἀδὰμ ὁ προπάτωρ ἐβεβήλωσε καὶ ἐνάμαρτον διὰ τῆς οἰκείας παρακοῆς κατειργάσατο.