Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὰ Θεοφάνια

Σωφρόνιος Ἱεροσολύμων

Πνευματικές παραινέσεις, οι επιδρομές των Σαρακηνών και τελική δοξολογία

Προτροπές για τη διατήρηση της καθαρότητας του βαπτίσματος, ερμηνεία των λεηλασιών των Σαρακηνών ως αποτέλεσμα των αμαρτιών του λαού, κλήση σε ειλικρινή μετάνοια και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 6 από 6

Τίς οὖν σωφρονῶν καὶ κατανοῶν Χριστοῦ καλῶς τὰ μυστήρια οὐκ ἐπὶ ταῖς τοσαύταις αὐτοῦ δωρεαῖς εὐφρανθήσεται, Χριστοῦ γεγονὼς φαιδρότητος ἔμπλεως; Σκιρτήσωμεν οὖν καὶ ἡμεῖς, ποθεινότατοι, τὸ ἐξ ὕδατος λαβόντες καὶ πνεύματος βάπτισμα, καὶ τὰ ὄρη μιμούμενοι καὶ τοὺς βουνοὺς εἰκονίζοντες καὶ τὴν δοθεῖσαν ἡμῖν ἀγαλλίασιν τοιούτοις ψυχῆς ὀρχισμοῖς ἐνδεικνύμενοι καὶ ὡς νέον ἅπαξ γενόμενοι φύραμα καὶ τὴν παλαιὰν ἀποθέμενοι γέννησιν, τὴν ῥυπανθεῖσαν ἤδη καὶ μολυνθεῖσαν κακῶς ἁμαρτήμασιν, “ἐν καινότητι ζωῆς περιπατήσωμεν” καὶ τῶν παλαιῶν μολυσμῶν παυσώμεθα· μὴ χράνωμεν καὶ ταύτην τοῖς πλάσμασιν, ἔργα διιόντες τῆς αὐτῆς ἀγλαΐας ἀνάξια· μὴ κώμοις καὶ μέθαις σχολάσωμεν· μὴ κοίταις καὶ ἀσελγείαις ἑαυτοὺς ἐκμιάνοιμεν· μὴ πρὸς ἁρπαγὰς ἑαυτοὺς διεγείρωμεν· μὴ ταῖς κατ’ ἀλλήλων ἀμοιβαῖς ἑαυτοὺς καθοπλίσωμεν· μὴ τοῖς ἀλλήλων ἐπιχαίρωμεν πτώμασι· μὴ κακὸν ἀντὶ κακοῦ παρεχώμεθα, ἢ τὰ τούτοις ὅμοια πράσσοιμεν, ἃ τῆς παλαιᾶς ὑπῆρχε γεννήσεως ἴδια, ἃ τοῦ γηίνου φρονήματος ἐπεφύκει γεννήματα, ἃ Χριστὸς ἐπιφανεὶς καταλέλυκε καὶ τὴν ἄνωθεν ἡμῖν ἀναγέννησιν δέδωκε, οὐκ ἐξ αἱμάτων φθορᾶς τὴν πρόοδον ἔχουσαν, ἀλλ’ ἐξ ὕδατος ἡγιασμένου καὶ στίλβοντος πνεύματος, θεϊκῶς ἁγιάζοντος τὰ ἁγιασμοῦ θεϊκοῦ προσδεόμενα καὶ καθάρσεως μυστικῆς ἐφιέμενα.

Καθαρθέντες οὖν καλῶς τῇ καθάρσει τοῦ πνεύματος, καὶ πάντα μολυσμὸν ἀποθέμενοι τῇ μυστικῇ προσψαύσει τοῦ νάματος καὶ τῇ πυρώσει τοῦ τὸ νᾶμα περιπνέοντος πνεύματος, καθαροὶ καθαρῶς τὸ τοῦ Χριστοῦ καθαρὸν ἑορτάσωμεν βάπτισμα, καὶ λαμπροὶ λαμπρῶς Χριστῷ τῷ λαμπροδότῃ προσέλθοιμεν, καὶ φαιδροὶ φαιδρῶς τῷ φαιδροποιῷ Χριστῷ προσπελάσοιμεν· οὕτω γάρ, εἰ προσέλθοιμεν, ζωὴν καθαρὰν καὶ ἀμόλυντον ἔχοντες, ἀσμένως ἡμᾶς καὶ γεγηθότως προσδέξεται, καὶ μάλιστα τὸ δῶρον αὑτοῦ θεασάμενος καθαρὸν ἡμῖν φυλαττόμενον καὶ μὴ χρανθὲν ἁμαρτίας μολύσμασι· τοιούτους γὰρ ἡμᾶς αὐτὸ καὶ πάντως αὐτῷ παριστᾶν ἀπαιτήσειεν, ὁποῖον ἡμῖν αὐτὸ δεδώρηται.

Ἀλλά με τὰ πράγματα ἐναντία φρονεῖν περὶ τῆς ἡμῶν ἀναγκάζει βιώσεως· πόθεν γὰρ παρ’ ἡμῖν πολιτεύονται πόλεμοι; πόθεν βαρβαρικαὶ πλεονάζουσιν ἔφοδοι; πόθεν Σαρακηνῶν ἡμῖν ἐπανίστανται φάλαγγες; πόθεν τοσαύτη φθορὰ καὶ λεηλασίαι πεπλήθυνται; πόθεν ἀνθρωπίνων αἱμάτων ἐκχύσεις ἄπαυστοι γίνονται; πόθεν τὰ ἀνθρώπεια σώματα ἐσθίουσι τὰ πετεινὰ τοῦ οὐρανοῦ; πόθεν ἐκκλησίαι καθῄρηνται; πόθεν σταυρὸς ἐνυβρίζεται; πόθεν Χριστὸς αὐτὸς ὁ πάντων τῶν ἀγαθῶν δοτὴρ καὶ ταύτης ἡμῶν χορηγὸς τῆς φαιδρότητος ἐθνικοῖς βλασφημεῖται τοῖς στόμασι καὶ κράζει πρὸς ἡμᾶς δικαιότατα “δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν”, ὅπερ ἡμῖν πάντων ἐστὶν τῶν συμβαινόντων δεινῶν φορτικώτερον;

ἐκ τούτου γὰρ καὶ Σαρακηνοὶ θεομισεῖς καὶ ἀλάστορες καὶ αὐτὸ σαφῶς τὸ τῆς ἐρημώσεως βδέλυγμα, τὸ προφητικῶς ἡμῖν προλεγόμενον, καὶ τόπους, οὓς οὐ δεῖ, διατρέχουσι καὶ πόλεις ληΐζονται, ἀγροὺς ἐκθερίζουσι καὶ κώμας πυρὶ κατακαίουσι, καὶ ἐκκλησίας ἁγίας φλογίζουσι, καὶ ἱερὰ μοναστήρια στρέφουσι καὶ παρατάξεσι Ῥωμαϊκαῖς ἀντιτάττονται, καὶ πολεμοῦντες ἐγείρουσι τρόπαια καὶ νίκαις νίκας συνάπτουσι καὶ μειζόνως ἡμῶν κατεπαίρονται καὶ τὰς εἰς Χριστὸν καὶ τὰς εἰς ἐκκλησίας βλασφημίας ἐπαύξουσι, καὶ κατὰ τοῦ Θεοῦ βλασφημοῦσιν ἀθέμιτα, καὶ τῶν ὅλων κρατεῖν οἱ θεομάχοι φρυάττονται, τὸν στρατηγὸν αὑτῶν ἀσχέτως Διάβολον μετὰ πάσης σπουδῆς ἐκμιμούμενοι κἀκείνου τὸν τύφον ζηλώσαντες, δι’ ὃν ἀπ’ οὐρανοῦ καταβέβληται καὶ σκότος ζοφερὸν ἀποδέδεικται· ἅπερ οὐκ ἂν οἱ μιαροὶ διεπράττοντο, οὔτε τοσαύτην ἰσχὺν προσεκτήσαντο, ὡς τοσαῦτα πράττειν ἀθέσμως καὶ φθέγγεσθαι, εἰ μὴ πρῶτοι τὸ δῶρον ἡμεῖς ἐνυβρίσαμεν καὶ τὴν κάθαρσιν ἡμεῖς ἐμιάναμεν πρώτιστοι, καὶ ταύτῃ τὸν δωροδότην Χριστὸν λελυπήκαμεν καὶ πρὸς τὴν καθ’ ἡμῶν ὀργὴν αὐτὸν παρωτρύναμεν, ἀγαθόν τε ὄντα καὶ κακοῖς μὴ ἡδόμενον, φιλανθρωπίαν πηγάζοντα καὶ φθορὰν καὶ ἀπώλειαν ἀνθρώπων ἰδεῖν οὐ βουλόμενον.

Ἀλλ’ ὄντως ἡμεῖς τούτων ὅλων καθεστήκαμεν αἴτιοι καὶ λόγος οὐδεὶς πρὸς ἀπολογίαν εὑρεθήσεται· ποῖος γὰρ λόγος ἢ τόπος ἡμῖν πρὸς ἀπολογίαν δοθήσεται, τοσαῦτα παρ’ αὐτοῦ λαβόντες δωρήματα καὶ πάντα ῥυπάναντες καὶ πάντα μιαραῖς ἐκμιάναντες πράξεσιν;

Ἀλλ’ εἴ μοι νῦν ἱκετεύοντι πείθεσθε, πεισθῆναι δὲ πάντως ὀφείλετε, καλῶς ἡμῖν καὶ πατρικῶς συμβουλεύοντι, καὶ λόγοις, ἀδελφοί, τοῖς ἐμοῖς ὑποκλίνεσθε, μετανοίᾳ τὴν τοσαύτην φθορὰν τῶν κακῶν ἐξιλεωσώμεθα καὶ πρὸς αὐτὸν ἐκ ψυχῆς ἐπιστρέψωμεν· ἄλλη γὰρ σωτηρίας ἐλπὶς ἡμῖν οὐ διώριστο· οὔτε γὰρ οἰκτίρμων ὢν φυσικῶς καὶ φιλάνθρωπος παρόψεται ἡμῶν τὴν μετάνοιαν, ἀλλὰ χαίρων εὐθέως προσδέξεται καὶ τῶν δεινῶν ἡμᾶς ἀπαλλάξειεν· διὰ τοῦτο γὰρ αὐτὰ καὶ προελθεῖν συγκεχώρηκεν, ἵνα, “ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας ἡμῶν ἄγξας” καὶ τὸ ἀτίθασον, προσεγγίζειν αὐτῷ καὶ προσπελάζειν ποιήσειεν, ἵνα μὴ οὕτω τῆς παρούσης ζωῆς ἐξερχόμενοι τὴν σὺν τῷ κόσμῳ κατάκρισιν λάβοιμεν, ἀτελευτήτως ἡμᾶς βασανίζουσαν καὶ ἐς ἀεὶ δειναῖς ἡμᾶς ταῖς αἰκίαις ἀλγύνουσαν. Διόπερ, ἀδελφοί, τὸ τάχος περὶ τὴν μετάνοιαν ἐπιδράμωμεν καὶ πρὸς τὸ συμπαθὲς αὐτὸν ἐπικλίνωμεν· ἐπικλίνεσθαι γὰρ φιλεῖ πρὸς ἡμᾶς εἰς συμπάθειαν, διὰ τὴν ἔμφυτον αὐτοῦ καὶ θεϊκὴν ἀγαθότητα, ἢ διεγείρεσθαι πρὸς ἀπήνειαν καὶ τῶν δρωμένων ἡμῖν κακῶν ἐπεξέλευσιν.

Εἰδότες οὖν αὐτοῦ τὸ φιλάνθρωπον, φιλανθρωπίᾳ πρὸς αὐτὸν ἐπισπεύσωμεν καὶ ἔργοις αὐτὸν ἀγαθοῖς ἐπευφράνωμεν, φωτεινὰ φοροῦντες ἐνδύματα καὶ περιβόλαια ψυχῆς λαμπρὰ περικείμενοι, καὶ φαιδροὶ ὅλοι καὶ ἀσκότιστοι τοῖς ὀφθαλμοῖς αὐτὸν θεωρούμενοι, καὶ ὅλως αὐτοῦ τὴν φαιδροτόκον ἑορτὴν ἑορτάζοντες καὶ πανήγυριν ἄγοντες τὴν πάσης μητέρα λαμπρότητος καὶ πάσης ἀγλαΐας γεννήτριαν, ἵνα καὶ εἰς τὴν ἐν οὐρανοῖς αὐτοῦ βασιλείαν εἰσέλθοιμεν καὶ τῆς ἐκεῖθεν φωτοφορίας μετάσχοιμεν, ἀπόλαυσιν τὴν ὄντως ἀκράδαντον καὶ μόνην σταθηρὰν καὶ ἀσάλευτον, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ καὶ σωτῆρι τῆς ἡμῶν ἀσθενοῦς ταπεινότητος, τῷ εἰς τοσοῦτον ἑαυτὸν δι’ ἡμᾶς ταπεινώσαντι καὶ κοινωνοὺς ἡμᾶς τῶν οἰκείων ὑψωμάτων ποιήσαντι· μεθ’ οὗ πατρὶ τῷ γεννήσαντι σὺν τῷ παναγίῳ καὶ πάντων κτιστῶν αὐτῷ συνδεσπόζοντι πνεύματι καὶ οὐσίᾳ θεϊκῇ βασιλεύοντι δόξα, τιμή, κράτος, μεγαλωσύνη τε καὶ προσκύνησις πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.