Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον

Σωφρόνιος Ἱεροσολύμων

Προοίμιο στην κοινή εορτή των Αποστόλων Πέτρου και Παύλου

Εισαγωγή στην πανήγυρη της αδιάσπαστης αποστολικής δυάδας και αναφορά στην κλήση τους από τον Θεάνθρωπο Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 5

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σωφρονίου ἀρχιεπισκόπου Ἰεροσολύμων εἰς τοὺς ἁγίους Πέτρον καὶ Παῦλον τοὺς μακαρίους ἀποστόλους τῇ δ’ ἡμέρᾳ τῶν Γενεθλίων. αʹ. Πάλιν ἡμῖν δυὰς ἀδιάλυτος ἔλαμψεν, πάλιν ἡμῖν συζυγία ἀδιάζευκτος ἤνθησε, πάλιν ἡμῖν συνάφεια ἀδιάτμητος ἔβρυσεν, ἀποστολικῶν ὁμοῦ πανηγύρεων εἰς μίαν συνδραμουσῶν ἑορτὴν καὶ πανήγυριν, καὶ διπλαῖς ἡμᾶς λαμπρυνουσῶν ταῖς φαιδρότησιν, ἐν μιᾷ φωτὸς ἡλιακοῦ φαινομένων λαμπρότητι.

Πέτρος γὰρ τῶν ἀποστόλων ὁ κορυφαιότατος σήμερον, καὶ Παῦλος ὁ Πέτρῳ τὴν χάριν ἐφάμιλλος, καὶ τὴν ἀξίαν τῆς ἀποστολῆς παραπλήσιος, κἂν εἰ μὴ τῆς ἱερᾶς δωδεκάδος ἐκείνης τῶν φωτοφανῶν ἀποστόλων ἐτύγχανεν, ἧς τὴν ἐκλογὴν καὶ πρόκλησιν, οὐκ ἄνθρωπός τις ψιλὸς τεκτήναιτο, οὐ προφήτης, οὐ πατριάρχης, οὐ δίκαιος, οὐκ οὐράνιος καὶ ἀσώματος ἄγγελος· δοῦλοι γὰρ οὗτοι καθεστήκασιν ἄπαντες, καὶ ἡμῖν τοῖς ἀνθρώποις ὁμόδουλοι, κἂν εἰ ἀρεταῖς ἡμῶν καὶ πνευματικαῖς ἀξίαις καὶ χάρισι μέτρῳ πολλῷ διαφέρωσιν· ἀλλ’ αὐτὸς ὁ Χριστὸς ὁ Δεσπότης πάντων ὁμοῦ καὶ Θεὸς καὶ Κύριος, ὁ τὴν φύσιν διπλοῦς καὶ μοναδικὸς τὴν ὑπόστασιν, ὁ ἐκ θείας τε καὶ ἀνθρωπίνης συγκείμενος φύσεως, καὶ ἐν οὐσίᾳ τε θείᾳ καὶ ἀνθρωπίνῃ φανερῶς γνωριζόμενος, καὶ οὐδαμῶς εἰς αὐτὰς διαιρούμενος, οὐδὲ τομὴν τὴν οἱανοῦν προσδεχόμενος, διὰ τὴν ἄτρεπτον καὶ ἀμέριστον ἕνωσιν· οὐδὲ γὰρ τὰ ἐξ ὧν ἐστι συνέχυσεν, εἰ καὶ ἀλλήλοις ταῦτα καθ’ ὑπόστασιν ἥνωσεν· οὔτε τὰ ἐν οἷς ἐστιν ἀλλήλων διέστησεν, κἂν εἰ ἐν αὐτοῖς τελείως γνωρίζεται Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς καὶ ἐν αὐτῷ θεωρούμενος· ὁ καρδίας καὶ νεφροὺς ἐπιστάμενος, καὶ ψυχῆς ἀφανοῦς θεωρῶν τὰ βουλεύματα, ἅπερ ἕκαστος ἄνθρωπος ἐν καρδίᾳ κρυφαίως βουλεύεται, κἂν εἰ λανθάνειν δοκῇ λῃστρικώτατα τοὺς τῆς αὐτῆς ὑπάρχοντας φύσεως.