Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον

Σωφρόνιος Ἱεροσολύμων

Η κλήση, η χάρις και η πνευματική ενότητα των Αποστόλων

Επεξήγηση της ισότιμης εκλογής του Πέτρου και του Παύλου, της αποστολικής τους αξίας και της πνευματικής τους ενότητας μέσω της κοινής χάριτος του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 5

βʹ. Οὕτως ἡμῶν τῆς σωτηρίας κηδόμενος, δι’ ἣν καὶ πρὸς ἡμᾶς ἐξ οὐρανοῦ κατελήλυθεν, ἁλιέων ἐκλογὰς ἐποιήσατο, καὶ χάριν ἀποστολῆς αὐτοῖς κατεμέρισε, συναριθμουμένην μὲν αὐτῶν τῇ ποσότητι, οὐ διαιροῦσαν δὲ αὐτῶν τὸ ἀξίωμα, οὔτε τὴν τάξιν συγχέουσαν.

Ἀλλ’ ἐν τῇ ἑνότητι τῆς ἀποστολικῆς ἀξίας καὶ χάριτος, τὸ τῆς τάξεως τηροῦσαν διάφορον· καλὸν γὰρ ἡ σοφία τοῦ Θεοῦ καὶ ἡ δύναμις, καὶ ὁ Λόγος ὁ πάντων γνωστῶν γνωστικώτατος, κέκρικε καὶ τῆς ἀποστολῆς τὴν ἀξίαν ἑνιαίαν φυλάττεσθαι, καὶ τῆς τάξεως τὴν διαφορὰν ἀσυγχύτως γνωρίζεσθαι, ὡς ἂν μήτε ἡ τάξις εἰς ἀταξίαν μετέρχηται· ἐξεχθρὸν γὰρ Θεῷ τυγχάνει τὸ ἄτακτον· μήτε τῆς ἀξίας ἡ χάρις εἰς ἀνίσους διατέμνεται χάριτας· ἀμεταμέλητα γάρ εἰσι τὰ χαρίσματα, καὶ τὸ ὅριον ὅπερ αὐτὸς διορίσοιτο, οὐδαμῶς, ὡς ἡ μελῳδία φησὶ, παρελεύσεται· οὗτος ὁ πάντα ζυγῷ καὶ σταθμῷ διοικούμενος, καὶ ἑκάστῳ διδοὺς ἀπροσωπολήπτῳ βουλῇ τὰ χαρίσματα, μετὰ τὴν πρώτην ἐκλογὴν, ἣν ἐπ’ ἀποστόλοις πεποίηται δώδεκα, καὶ τὴν δευτέραν, ἢν ἐπὶ μαθηταῖς δύο καὶ ἑβδομήκοντα τέτευχε· μετὰ τὴν εἰς οὐρανοὺς ἐκ τῶν ἐπιγείων πραγμάτων ἀνάβασιν, ἥτις διὰ τὴν σάρκα γεγένηται, ἣν ἐξ ἡμῶν προσελάβετο (ἄσαρκος γὰρ καὶ ἀσώματος τὸ πρὶν ὡς ἡμᾶς καταβέβηκε), καὶ τρίτην ἐκλογὴν ἐπιδείκνυται, αὔξων τῶν ἀποστόλων καλῶς τὴν ἀρίθμησιν, οὐκ ἀποστολῆς διαφορὰν ἐργαζόμενος· ἐξουσίαν γὰρ ἔχει ὁ πάντων κεραμεὺς ἡμῶν Θεὸς, τοῦ πηλοῦ καὶ τοῦ πλάσματος σκευοποιεῖν, καὶ παράγειν ὡς βούλεται, μηδενὸς αὐτοῦ ταῖς βουλαῖς ἀντιπράττοντος· ὃς καὶ τὸν Παῦλον σαφῶς ἐκλεγόμενος, ἔφασκε πρὸς Ἀνανίαν τὸν Παύλου βαπτιστὴν καὶ διδάσκαλον· ἐκεῖνος γὰρ αὐτὸν καὶ τυφλωθέντα πεφώτικε, καὶ φωτισθέντα βεβάπτικε, καὶ βαπτισθέντα δεδίδαχε τὸ θεόπνευστον δίδαγμα· «Πορεύου» πρὸς τὴν τούτου θείαν κατήχησιν, οὐ μὴν ἀλλὰ καὶ ἀνάβλεψιν, «ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστᾶσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.»

Ἀλλὰ καὶ Παῦλος αὐτὸς ὁ θαυμάσιος, τῆς οἰκείας ἀξίας δεικνὺς τὴν προχείρισιν, ἔγραφεν, ὡς «Ὁ ἐνεργήσας Πέτρῳ εἰς τὴν περιτομὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη.» γʹ.

Τῆς οὖν τοῦ Σωτῆρος κατ’ ἐκλογὴν προχειρίσεως, Πέτρῳ τῷ πρώτῳ τῶν ἀποστόλων καὶ κήρυκι Παῦλον συναρμοσάσης τὸν ἔνθεον, καὶ ἓν ἀμφοῖν δεδωρημένης ἀξίωμα, κἂν εἰ τὸν μὲν εἰς ἀποστολὴν τῶν ἐν περιτομῇ προεβάλλετο, τὸν δὲ ἀγέλαις ἐθνικαῖς προσεκλήρωσε· καὶ χάριν μίαν, καὶ θεόσδοτον ἀξίωμα, τὸ τῆς υἱοθεσίας φημὶ τῆς πρὸς τὸν Θεὸν καὶ Γεννήτορα, τοῖς δι’ αὐτὸν ὡς Χριστὸν αὐτὸν ἐπιστρέφουσι δέδωκε, καὶ ὄνομα ἓν ἀμφοῖν προσκεχάρισται, τὸ ἀπ’ αὐτοῦ Χριστοῦ Χριστιανοὺς ὀνομάζεσθαι· εἰκότως καὶ ἡμεῖς οἱ τούτων μαθηταὶ καὶ ἀκόλουθοι, πίστιν τὴν αὐτῶν περιέποντες, καὶ δίδαγμα τὸ αὐτῶν ἀσπαζόμενοι, ἀλλήλοις τούτους συνήψαμεν, οὒς ἡ χάρις συνῆψε τοῦ Πνεύματος· καὶ κοινὴν αὐτοῖς συνιστῶμεν πανήγυριν, ὡς κοινὸν λαχοῦσι καὶ ἰσοκλεὲς τὸ προχείρισμα· καὶ μίαν Χριστῷ ἑορτὴν ἑορτάζομεν, ὡς μιᾶς ἡμῖν πνευματικῆς αὐτῆς διὰ τῆς ἀμφοτέρων ἐπαστραπτούσης φαιδρότητος· οὓς γὰρ Χριστὸς αὐτὸς συνηρμόσατο, καὶ μιᾷ κατεκόσμησε χάριτι, τούτους ἀλλήλων διαιρεῖν οὐκ ἀκίνδυνον, οἱ εἰς Χριστὸν τετοκότες ἡμᾶς ἐψηφίσαντο· διὰ τοῦτο γὰρ καὶ μίαν αὐτοῖς πανήγυριν ὥρισαν, ἵνα μὴ Χριστοῦ τῇ ψήφῳ φανῶσιν μαχόμενοι· οἷς καὶ ἡμεῖς οἱ ἐλάχιστοι, ἐν πᾶσιν ἀκολουθεῖν ἐπισπεύδοντες, καὶ κοινὴν αὐτοῖς συνδρομὴν συνιόντες ἀθροίζοιμεν, καὶ ταύτῃ φανότατα τιμῶμεν αὐτῶν τὴν συνάφειαν· ἔνθα γὰρ Πέτρος ὁ κορυφαῖος κηρύττεται, ἐκεῖ καὶ Παῦλος εὐθὺς ὀνομάζεται· καὶ ὅπου Παῦλος ὁ ἔνθεος ἄνθρωπος φανῇ, καὶ Πέτρος συναγελαζόμενος δείκνυται.