Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον

Σωφρόνιος Ἱεροσολύμων

Η αποστολική διδασκαλία και προτροπή περί χριστιανικής αγάπης

Παράθεση των νουθεσιών του Πέτρου και του Παύλου για τη φιλαδελφία, με πρακτικές προτροπές για την αποφυγή της έχθρας και την έμπρακτη εφαρμογή της ευαγγελικής αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 5

δʹ. Οὕτως ἀλλήλων οἱ σοφοὶ καὶ θεσπέσιοι τὰς συνουσίας ἀῤῥήτους ἐργάζονται, τὸν χωρισμὸν οὐ βουλόμενοι, τὸν μερισμὸν ἐκτρεπόμενοι, τὰς διαιρέσεις ἐκκλίνοντες, τὰς τομὰς ἀποφεύγοντες, τὰς διαστάσεις οὐ στέργοντες, ὡς μίσους ἐκγόνους, καὶ ἔχθρας οὔσας προβλήματα· διδάξαι διὰ τούτων ἡμᾶς ἐφιέμενοι, τὴν τῆς πνευματικῆς ἀγαπήσεως ὄνησιν, καὶ φιλίας τῆς κατὰ Χριστὸν τὸ ὠφέλιμον· τὸ γὰρ κατὰ Χριστὸν τὸν Θεὸν οὐ γινόμενον, οὐδὲ μίαν παρέχειν οἶδε τοῖς δρῶσιν ὠφέλειαν· διὰ τοῦτο δὴ καὶ ἀμφότεροι, τὸ τῆς ἀγάπης ἡμᾶς ἐκδιδάσκοντες ὄφελος, καὶ ἐν ἑαυτοῖς τυποῦντες αὐτῆς τὴν ἐνέργειαν, καὶ κοινὴν τὴν πανήγυριν ἄγουσιν.

Ὅθεν, ὁ μὲν, ἀλλήλοις ἡμᾶς τῷ συνδέσμῳ τῆς ἀγάπης γιγνώσκων τὸ ἄπτωτον, ἢν καὶ πάντων μείζονα τῶν χαρισμάτων ὡρίζετο, ὡς καὶ τὸ πλησίον κακὸν οὐκ εἰδυῖαν ἐργάζεσθαι· «Ἡ γὰρ ἀγάπη, φησὶ, τὸν πλησίον κακὸν οὐκ ἐργάζεται·» καὶ ἀλλήλων ἐνδέχεσθαι τοῖς αὐτὴν ἐνδεδυμένοις ἐντέλλεται· καὶ οὐ τοῦτό γε μόνον, ἀλλὰ καὶ τὰ σφῶν αὐτῶν μὴ ζητεῖν διατάττεται, ἀλλὰ τὸν πλησίον ποθεῖν δι’ ἀγάπησιν, ἥτις καὶ ἓν σῶμα, καὶ ἓν Πνεῦμα ποιεῖ τοὺς μετέχοντας, καὶ ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως τίθησι, καὶ κοινωνοὺς τῆς αἰωνίου ζωῆς ἀποδείκνυσιν· ὁ δὲ, «Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, φησὶν, εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καρδίας ἀλλήλους ἐκτενῶς ἀγαπήσατε, καὶ ὡς Θεοῦ δοῦλοι, πάντας ἡμᾶς τιμήσατε· τὴν ἀδελφότητα ἀγαπᾶτε,» ἀδελφοποιεῖν ἀλλήλοις ἡμᾶς εἰδὼς τὴν ἀγάπησιν· ὅθεν καὶ πρὸ πάντων τὴν εἰς αὐτοὺς ἀγάπην ἐκτενῶς ἔχειν ἡμᾶς ἐγκελεύεται· ὅτι τὴν ἀγάπην καλύπτειν πλῆθος ἁμαρτημάτων, ὁριστικῶς ἀπεφήνατο.

εʹ.

Ἀλλ’ ἡμεῖς τἀναντία τούτων ταῖς διδασκαλίαις σπουδάζοντες, οὐ μόνον ἀλλήλους ἀγαπᾷν οὐ βουλόμεθα, ἀλλὰ καὶ μισεῖν ὡς πολεμίους τοὺς πλησίον ἐθέλοιμεν· οὐκ εἰδότες, ὡς ἔοικεν, ὡς ἔχθρα καὶ μίσος τοῦ πονηροῦ καθέστηκεν ἔγγονα πνεύματος· ὅθεν καὶ ἀδικοῦμεν τούτους, καὶ θλίβομεν, καὶ μυρίαις διαβολαῖς ἐκτοξεύομεν, καὶ πᾶν εἴ τι κακὸν εἰς αὐτοὺς ἐργαζόμεθα, τῆς ἀγάπης ἅπαξ χηρεύσαντες· ἥτις κατὰ Παῦλον τὸν πάνσοφον, τὸν πλησίον κακὸν οὐκ ἐργάζεται· ἀγάπης γὰρ ἔργον ὄντως πεφώραται κάλλιστον, τὸ τὸν πλησίον κακὸν μὴ ἐργάζεσθαι· ἀλλ’ οὔτε τούτων τὰ θεῖα διδάγματα, τὰ θείας γέμοντα χάριτος, καὶ σωτηρίαν τοῖς ποιηταῖς αὐτοῖς [οὐ] μόνον ἀκροαταῖς παρεχόμενα, οὔτε τὰ σοφὰ πάλιν ὑποδείγματα μετάγειν ἡμᾶς πρὸς ἀγάπην δεδύνηται· οὕτω νοσοῦμεν χαλεπῶς τὸ μισάδελφον, καὶ ἀῤῥωστοῦμεν δεινῶς τὴν πρὸς ἀλλήλους ἀπέχθειαν, ἥτις πάντων κακῶν καὶ πηγὴ κυρίως ἐστὶ καὶ γεννήτρια· διὸ παρακαλῶ, προσφιλέστατοι, ἵνα τὴν ἀποστολικὴν ὁμοῦ καὶ φιλικὴν Πέτρου καὶ Παύλου τῶν θεσπεσίων ἀνδρῶν πανήγυριν ἄγοντες, ζηλοῦμεν αὐτῶν τὴν ἀγάπησιν, καὶ τὴν εἰς ἕν σῶμα ποθοῦμεν συνάφειαν, καθὰ καὶ ἐν τῷ τῆς μιᾶς ἐδεξάμεθα χρίσματι πίστεως, καὶ κακῶν τῶν εἰς ἀλλήλους παυσώμεθα, καὶ τῶν ἀγάπης οὐρανίων αὐτοῖς ἀμειβῶν κοινωνήσοιμεν, φοιτηταὶ χρηματίζοντες γνήσιοι, καὶ ὄντες αὐτῶν παῖδες, καὶ υἱοὶ γνωριζόμενοι, ὡς κρατοῦντες αὐτῶν τὴν ἀγάπησιν, καὶ τιμῶντες ἀκριβῶς τὰ προστάγματα, καὶ μηδὲν παντελῶς τῶν ἱερῶν μαθημάτων αὐτῶν παραφθείροντες.