Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον

Σωφρόνιος Ἱεροσολύμων

Η αποστολική ταπείνωση και η κατακλείδα του εγκωμίου

Αναφορά στην επιλογή της τέταρτης θέσης της εορτής ως ένδειξη της ταπείνωσης των Αποστόλων, προτροπή προς μίμησή τους και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 5

ϛʹ. Ἀλλὰ τί τοῦτο νῦν οἱ σοφοὶ καὶ παμμέγιστοι πράττουσι, μετὰ Στέφανον ἡμῖν τὸν πανάριστον εἰς θεωρίαν σαφῆ προερχόμενοι, καὶ τετάρτην ἑκουσίως πρᾶξιν αἱρούμενοι; καίτοι τῇ ἀξίᾳ τῆς κορυφαίας ἀποστολῆς καὶ προβλήσεως, οὐ Στεφάνου μόνον τοῦ λαμπροῦ πρωτομάρτυρος, ἀλλὰ καὶ πάντων ὁμοῦ θεοφιλῶν ἀνδρῶν προηγούμενοι, καὶ τῷ μεγέθει τῆς αὐτῆς πρωτερεύοντες· οὐκ ἄδηλον γὰρ ὡς μαρτυρικὴ λαμπρότης καὶ ἔλλαμψις, πολλῷ τῆς ἀποστολικῆς αἴγλης ἡττᾶται καὶ στάσεως· τρίτην γὰρ μετὰ τοῦ Χριστοῦ σωτήριον γέννησιν Στεφάνῳ δεδωκότες πανήγυριν, τετάρτην ἑαυτοῖς διετηρήσαντο, τῶν ἐντολῶν τοῦ Δεσπότου μνημονεύοντες, καὶ ταύτας κἀνθάδε πληροῦν ἐφιέμενοι· τοῖς γὰρ τὰ πρωτεῖα λαμβάνειν ἐθέλουσι, καὶ τὰς μείζους ἀξίας αἱρεῖσθαι διώκουσι, τάξιν αἱρεῖσθαι τὴν ἐσχάτην ἐθέσπισεν, ὦδέ πως διαῤῥήδην πρὸς αὐτοὺς φθεγξάμενος· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος·» καὶ, «Ὃς ἐὰν θέλῃ ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω ὑμῶν δοῦλος·» καὶ πάλιν, «Ὁ μείζων ἐν ὑμῖν, γενέσθω ὡς νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.

Ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Ἀλλὰ καὶ οἱ ἔσχατοι πρὸς τὴν ἀμπελουργίαν καλούμενοι, πρῶτοι τὴν μισθοφορίαν ἐδέχοντο.

Ὅθεν τοῦτο σαφῶς ἐπιστάμενοι, καὶ τάξιν τὴν δευτέραν λαμβάνουσι, καὶ Στεφάνῳ τῷ θείῳ τὰ πρωτεῖα παρέχουσιν· ἵνα πρῶτοι δικαιότατα γένοιντο, καὶ τὴν ἀρίστην ἡμᾶς ὁδὸν τῆς ὑψώσεως, τὴν εὐτέλειάν φημι καὶ ταπείνωσιν, ἢν πρῶτος ἐνεργήσας Χριστὸς ἐτέμετο, ὑποδείγμασι τοῖς ἑαυτῶν ἐκδιδάσκουσι· μάθετε ἀφ’ ἡμῶν, τοῖς ἔργοις φθεγγόμενοι, ὡς πρᾶοι καὶ ταπεινοὶ τῇ καρδίᾳ τυγχάνομεν, κατὰ τὸ Χριστοῦ τοῦ Δεσπότου καὶ διδασκάλου διάταγμα· καὶ διὰ τοῦτο, ὁ μὲν ἀλλήλους ἡμᾶς ἡγεῖσθαι ἑαυτῶν ὑπερέχοντας ἔφασκεν· ὁ δὲ τὴν εἰς ἀλλήλους ἡμᾶς ταπεινοφροσύνην ἐγκομβώσασθαι βούλεται· «Ὅτι ὁ Θεὸς, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν·» διὸ καὶ προστίθησι τῷ τοιούτῳ διηγήματι, «Ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ ἐπισκοπῆς·» ὧν, ἀδελφοὶ ποθεινότατοι, ἀκροαταὶ καὶ μαθηταὶ χρηματίζοντες, συνάψωμεν τῇ μαθήσει τὴν μίμησιν, καὶ τῇ ἀκροάσει τοῦ λόγου τὰ πράγματα, ἐκεῖθεν μὲν τὴν εἰς ἀλλήλους ἀγάπην λαμβάνοντες· ἵνα καὶ λόγῳ καὶ πράγματι τὴν πρὸς αὐτοὺς ἐπισπεύδοντες μίμησιν, καὶ τὴν αὐτῶν ὁμοιότητα φέροντες, καὶ οὕτως αὐτῶν ἐμφερῶς τὴν ἑορτὴν ἑορτάζοντες, εὐφράνωμεν ἡμῶν τὰς ψυχὰς καὶ τὰ πνεύματα, καὶ φαιδρύνωμεν ἡμῶν ταῖς αἰσθήσεσι τὴν αὐτῶν φαιδροτάτην πανήγυριν· τοῦτο γὰρ θεωροῦντες πλέον εὐφραίνονται, καὶ πλέον ἀγάλλονται, καὶ χαίροντες ὁμοῦ καὶ γαννύμενοι, τὰς ὑπὲρ ἡμῶν Θεῷ δεήσεις προσφέρουσιν, εἰρηναίαν ζωὴν πρεσβευόμενοι καὶ βασιλείαν οὐρανῶν ἐξαιτούμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἑαυτοὺς, ὡς δέον ῥυθμίσαντας, καὶ μετανοίᾳ τῇ θείᾳ λαμπρύνοντας, καὶ ἀγάπης συνδέσμῳ συσφίγξαντας, τὰς ἀπολαύσεις καὶ τὴν ἔκλαμψιν δρέψασθαι, καὶ τὴν ἀγήρω ζωὴν καὶ μὴ λήγουσαν δέξασθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Θεῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, μεγαλωσύνη τε καὶ ἀνύμνησις πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.