Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον

Σωφρόνιος Ἱεροσολύμων

Εγκώμιο στον Ιωάννη τον Θεολόγο: Καταγωγή και θεία συγγένεια

Επιγραφικός τίτλος και αρχή του λόγου στον ευαγγελιστή Ιωάννη, με αποσπάσματα για τη μητέρα του Σαλώμη και τη διαφύλαξη του αειπάρθενου της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 5

Σωφρονίου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Ἱεροσολύμων ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον καὶ εὐαγγελιστὴν, οὗ ἡ ἀρχὴ, Ἰωάννης ὁ τῆς βροντῆς υἱὸς, τὸ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» βροντᾷ.

Καὶ μεθ’ ἕτερα. Ζεβεδαίου Ἰωάννης παῖς καὶ Σαλώμης προέλαμψεν. Αὕτη γὰρ καὶ τῆς μητρὸς ἡ προσηγορία ἐπεφώρατο καθάπερ καὶ ταύτην οἱ Πνεύματι Θεοῦ λαλοῦντες Πατέρες ἐφώρασαν ἅγιοι. Ὅθεν καὶ εὐκληρίαν ἄλλην, κλήρῳ πάσης εὐκληρίας πολλῷ κρείττονά τε καὶ μείζονα. Αὕτη δὲ ἦν ἡ τῆς τεκούσης μητρὸς ἀδελφότητος εὔκλεια. Σαλώμη γὰρ ἡ τὸν μέγαν Ἰωάννην κυήσασα, τοῦ μὲν Ἰωσὴφ θυγάτηρ ἐγένετο, ὃς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ πατὴρ ἐνομίζετο, ὡς ὁ πάνσοφος Λουκᾶς ἀπεγράψατο. Οὐ γὰρ ἦν πατὴρ ἔργῳ καὶ πράγματι· ἐπεὶ οὐδὲ τὴν ἀληθῶς Θεοτόκον καὶ ἀειπαρθένον Μητέρα τοῦ Κυρίου τὸ σύνολον ἔγνωκεν, ἢ τῆς ἀχράντου καὶ παρθενικῆς αὐτὴν ἀπεγύμνωσε χάριτος. Ἰακώβου δὲ καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Συμεῶνος, καὶ μὴν καὶ Μαρίας καὶ Ἄννης ἦν ἀδελφὴ γνησία καὶ σύγκληρος οὓς καὶ Πατέρες οἱ ἔνθεοι ἀδελφοθέους καλῶς ὀνομάζουσι, μέχρις ὀνόματος καὶ μόνου τῷ τοιούτῳ κατακοσμοῦντες αὐτοὺς ἀξιώματι· ἐπειδὴ ὅλως ἐκ τοῦ παρὰ ἀνθρώποις νομισθέντος εἶναι τοῦ Χριστοῦ καὶ κληθέντος ἐν τοῖς Εὐαγγελίοις πατρὸς ἀπετέχθησαν καθὰ τὸν Ἰωσὴφ καὶ ἡ πάναγνος αὕτη καὶ πανάχραντος Παρθένος Θεομήτωρ προσαγορεύουσα φαίνεται, ἢ μηδαμῶς ἄνδρα τὸ παράπαν γινώσκουσα· «Τέκνον γὰρ, φησὶ, καὶ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε.»

Καὶ μετὰ βραχέα. Ὡς Σαλώμην τὴν νέαν Σάῤῥαν ὁ Ζεβεδαῖος εἰς μέσον ἐκάλεσεν, ἵνα ὡς ἀδελφὴ τὸν Χριστὸν ἱκετεύσειεν.