Ἀλλὰ ταῦτα μὲν πολλοῖς ὕστερον χρόνοις ἐπράττετο, Θεοδοσίου τοῦ μικροῦ βασιλεύοντος καὶ Κυρίλλου τοῦ μεγάλου τὸν Ἀλεξανδρείας θρόνον ἰθύνοντος· πρώην δὲ ἤδη τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀνθρώπινον γένος οἰκτείραντος ἀπάτῃ δαιμόνων φθειρόμενον, καὶ εἰς γῆν ἐλεεινῶς εἰλυσπώμενον ἐν σκότει τε φρενῶν πορευόμενον καὶ τῇ κτίσει λατρεῦον παρὰ τὸν κτίσαντα, καὶ δι’ Υἱοῦ δεδωκότος θεσμὸν εἰς βοήθειαν, καὶ τοῦ δεδομένου νόμου διὰ τῆς ἐντολῆς, μᾶλλον δὲ διὰ τῆς ἀνθρωπίνης πρὸς τὰ πάθη ῥοπῆς ἀσθενήσαντος, καὶ μὴ δυναμένου σώζειν ἐκείνους, δι’ οὓς καὶ δι’ ἀγγέλων ἐδεδώρητο καὶ χειρὶ μεσίτου Μωϋσέως ἐτεθέσπιστο· ἤδη δὲ πάλιν μετὰ νόμον καὶ τὸν νομοθέτην Υἱὸν γεννώμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἐκπέμψαντος τὸν ἐκ τῆς πατρικῆς αὐτοῦ φύσεως γεννητῶς ἀνατείλαντα, καὶ δι’ οὗ τὰ πάντα πεποίηκεν, τὸν ἀϊδίως αὐτῷ συνεδρεύοντα καὶ τῆς οὐκ ἀϊδίου συνδεσπόζοντα κτίσεως· ἤδη δὲ καὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ τὴν εἰς ἡμᾶς οἰκονομίαν τελέσαντος, καὶ τῆς αὐτοῦ σωτηριώδους ἐνανθρωπήσεως τὸν σκοπὸν ἐκπληρώσαντος καὶ ταχέως μὲν σκυλεύσαντος, ὀξέως δὲ τὸν ἐχθρὸν προνομεύσαντος, καὶ τὸ πρὶν ἀπολωλὸς διασώσαντος πρόβατον, καὶ τοῖς ἰδίοις ὤμοις ὀχούμενον τῷ Πατρὶ προσενέγκαντος, καὶ μᾶλλον ἐπ’ αὐτῷ ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς οὐ παθοῦσιν τὴν ἀπώλειαν χαίροντος· ἤδη δὲ τὴν εἰς οὐρανὸν ἡμῖν καινίσαντος ἄνοδον, καὶ τὴν εἰς παράδεισον ἀνοίξαντος εἴσοδον, καὶ τὴν ἐκ τάφου δεδωκότος ἀνάστασιν· ἤδη σωτηρίαν ἐν μέσῳ τῆς γῆς πρυτανεύσαντος, καὶ τὴν σαλευομένην κραταιώσαντος θάλατταν, καὶ τῶν ἐν αὐτῇ δρακόντων τὰς κεφαλὰς καταθλάσαντος, καὶ ἀγκιστρωτὸν πολυκέφαλον ἄξαντος δράκοντα· ἤδη τὴν διαβολικὴν ἀπάτην, ἥτις αὐτοῦ καὶ πρόσωπόν ἐστιν ἐνδύσεως ἐκκαλύψαντος, καὶ εἰς πτύξιν τὰ κρύφια τοῦ θώρακος εἰσελάσαντος, καὶ τὰς τοῦ προσώπου αὐτοῦ πύλας ἀνοίξαντος, καὶ δεδωκότος ἡμῖν ἐπάνω πατεῖν ὄφεων καὶ σκορπίων καὶ πάσης αὐτῶν τῆς δυνάμεως· ἤδη δὲ πάλιν περιθέντος Χριστοῦ φορβαίαν ἐπὶ ῥῖνα τοῦ δράκοντος, καὶ κρίκον τοῖς μυκτῆρσι προσδήσαντος, καὶ τὰ χείλη ψελλίῳ τρυπήσαντος, εἰληφότος τε αὐτὸν τὸν ἀποστάτην καὶ φυγάδα γενόμενον δοῦλον αἰώνιον, καὶ δεδεμένον ἡμῖν, ὥσπερ στρουθίον παιδίῳ, λαῷ τῷ ἐν αὐτῷ τῷ Χριστῷ νηπιάζοντι νείμαντος· ἤδη δὲ πεπτωκότος ἑωσφόρου τοῦ πρωῒ ἀνατέλλοντος, καὶ τῆς ἐν ἀνθρώποις ἐλασθέντος οἰκήσεως, καὶ οἰκεῖν προσταττομένου τὴν ἄβυσσον· ἤδη δὲ λοιπὸν καὶ τοῦ τῶν ἀποστόλων κηρύγματος τὴν οἰκουμένην φωτίσαντος, καὶ τοῦ τῶν ἁλιέων δικτύου τὸν κόσμον ζωγρήσαντος, καὶ τοῦ σκυτοτομικοῦ σμίλακος τὴν ἀναίσθητον πλάνην ἐκτεμόντος, καὶ πανταχοῦ τὸ σεπτὸν Εὐαγγέλιον διαγγέλλοντος, καὶ πάσης σαρκὸς ὁρώσης Θεοῦ τὸ σωτήριον· ἤδη δὲ τῆς τοῦ Θεοῦ βασιλείας ἐξ Ἰουδαίων ἀρθείσης καὶ δοθείσης τοῖς ἔθνεσιν τοῖς ὥριμον αὐτῆς τὸν καρπὸν Θεῷ τῷ δεδωκότι προσφέρουσιν, καὶ τοῦ Δεσποτικοῦ ἀμπελῶνος τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν ἐργάτας ἀμπελοφύλακας ἔχοντος· καὶ τοῦ πεσόντος εἰς εὔγειον ἄρουραν σπέρματος τὴν καλὴν αὔξοντος αὔξησιν καὶ τὴν καρποφορίαν ἐν ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα Θεῷ διδόντος τῷ σπείραντι· καὶ πάντων πάντα πωλούντων τὰ ἴδια, καὶ λαμβανόντων ἀντὶ πάντων τὸν πολύτιμον μάργαρον· καὶ τῶν ὑψιπετῶν ὀρνέων ἐπὶ τοὺς κλάδους σκηνούντων τοῦ βραχυσπόρου σινάπεως.