Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην

Σωφρόνιος Ἱεροσολύμων

Εγκώμιο της ιεράς δυάδας και η πνευματική τους ενότητα

Η εξύμνηση των μαρτύρων Κύρου και Ιωάννη ως φως του κόσμου και η ένωση του μοναχού και του στρατιώτη εν Χριστώ μέσω της κοινής τους πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 8

Ἐγκωμιαζέσθωσαν οὖν πρὸς τῆς ἡμῶν εὐτελείας οἱ μάρτυρες, καὶ πρόφασις εὐφροσύνης γινέσθωσαν τοῖς ἀκούουσιν· σκιρτᾷ γὰρ τῶν πιστῶν τὰ συστήματα Κῦρον εὐφημούμενον βλέποντα, καὶ τῶν εὐσεβούντων τὸ πλῆθος ἀγάλλεται Ἰωάννου μαθὸν τὸ ἐγκώμιον· ἐξ Εὐαγγελίων δὲ ἡμῖν καὶ τῶν τοῦ Κυρίου φωνῶν τὸ προοίμιον, αἳ πρὸς τοὺς ἀποστόλους πρώην ἐλέχθησαν, ἁρμόττουσι δὲ Κύρῳ καὶ Ἰωάννῃ τοῖς μάρτυσιν καὶ τοῖς μετ’ ἐκείνους τοιούτοις προσφέρεσθαι.

Ὑμεῖς ὄντως ἐστὲ τὸ φῶς τοῦ κόσμου καὶ τὸ ἅλας τῆς γῆς, ὦ τρισμακάριοι, τὸ φῶς τὸ μὴ δυόμενον, καὶ τὸ ἅλας τὸ μὴ μωραινόμενον, τὸ φῶς τὸ μὴ σβεννύμενον καὶ τὸ ἅλας τὸ μὴ ἕξω βαλλόμενον, τὸ φῶς τὸ ἀκοίμητον καὶ τὸ ἄλας τὸ ἀκαταπάτητον, φῶς τὸ ἀεὶ θεωρούμενον καὶ ἅλας τὸ ἀεὶ βιβρωσκόμενον, φῶς τὸ πᾶσιν γλυκύτατον καὶ ἅλας τὸ πᾶσιν ἐράσμιον, οὗ χωρὶς καὶ λόγος χάριτος ἔρημος, καὶ ἄρτος ἄβρωτος γίνεται, φῶς θεογνωσίαν δωρούμενον, καὶ ἅλας φιλοθεΐαν τεχνούμενον, φῶς τὸ σκότους λυτήριον καὶ ἅλας τὸ τῶν μωρανθέντων ἐπάρτυμα, φῶς φωτίζον τὰ ἀφώτιστα καὶ ἅλας εὐχυμίζον τὰ δύσχυμα, φῶς διελέγχον τὰ ἄτοπα καὶ ἅλας συσφίγγον τὰ ἔκλυτα.

Ὢ ξυνωρίδος ἁγίων, δι’ ἧς τὸ θεῖον θαυμάζεται· θαυμαστὸς γὰρ ὄντως ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὢ ξυνωρίδος μαρτύρων, δι’ ἧς ὁ κόσμος φαιδρύνεται. Ὢ ξυνωρίδος δικαίων, δι’ ἧς ὁ βίος καινίζεται. Ὢ ξυνωρίδος ὁσίων, δι’ ἧς ἡ πίστις κρατύνεται. Ὢ ξυνωρίδος ὀλβίων, δι’ ἧς εὐσεβεῖς μεγαλύνονται. Ὢ ξυνωρίδος ζηλωτῶν, δι’ ἧς ἡ πλάνη θερίζεται. Ὢ ξυνωρίδος δυναστῶν, δι’ ἧς ὁ διάβολος ῥήσσεται. Ὢ ξυνωρίδος ὁπλιτῶν, δι’ ἧς κολάζονται δαίμονες. Ὢ ξυνωρίδος εὐσεβῶν, δι’ ἧς ποντοῦται τὰ εἴδωλα. Χαίροις, ὄντως ὦ ξυνωρὶς ἱερὰ καὶ Θεῷ παροῦσα καὶ βροτοῖς τὰ κρείττω βραβεύουσα· χαίροις, ὦ ξυνωρὶς τιμία, ἐν οὐρανῷ μένουσα καὶ τὴν γῆν οὐκ ἐάσασα· χαίροις, ὦ ξυνωρὶς ἁγία, σὺν ἀγγέλοις χορεύουσα καὶ ἀνθρώπους ἐποπτεύουσα· ὄντως ἀξίως ἀκούετε τοῦ Σωτῆρος ὑμᾶς ἐγκωμιάζοντος καὶ μεγαλοφώνως κηρύττοντος· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου καὶ τὸ ἅλας τῆς γῆς· φῶς ἐξ ἀληθινοῦ φωτὸς φωτιζόμενον, καὶ ἅλας ἐξ αὐτοῦ τοῦ ὄντως ἁλὸς ἀρτυόμενον, καὶ φωτίζον ἀκραιφνῶς τοὺς πιστεύοντας, καὶ ἀρτύον διαρκῶς τοὺς γεραίροντας.

Πῶς δὲ τῆς ἀλύτου ταύτης δυάδος μὴ θαυμάσωμεν τὴν συνάφειαν; Ἢ πῶς ταύτης τῆς ξένης συζυγίας τὴν ἕνωσιν μὴ δοξάσωμεν; Ὁρῶμεν γὰρ μιγέντα τὰ ἄμικτα, καὶ ἀλλήλοις συμβάντα τὰ ἀλλήλοις ἀσύμβατα, καὶ κραθέντα τὰ ἄκρατα, καὶ συμπλακέντα τὰ ἀσύμπλεκτα, καὶ εἰρηνεύσαντα τὰ πολέμια, καὶ φιλιάσαντα τὰ ἀντίπαλα, καὶ ἓν ἐκ συνουσίας γενόμενα τὰ γενέσθαι ἓν δυσκολαίνοντα· ὁ μὲν γὰρ ἦν μοναστὴς ὁ Κῦρος, Ἰωάννης δὲ στρατιώτης ἐτύγχανεν· ὁ μὲν τὴν ἔρημον, ὁ δὲ τὰς πόλεις ἐδίωκεν. Ὁ μὲν τὴν πρὸς πάντας εἰρήνην ἐσπούδαζεν κατὰ τὸν εἰρηκότα, «Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες»· ὁ δὲ τὸν πρὸς ἀνθρώπους ἠσπάζετο πόλεμον· ὁ μὲν τὰ ἴδια τοῖς πτωχοῖς ἀπεσκόρπιζεν, ὁ δὲ τὰ μὴ ἴδια τῇ τυραννίδι διήρπαζεν· ὁ μὲν φιλόσοφον βίον μετήρχετο, ὁ δὲ φιλόνεικον τάξιν διήνυεν· ὁ μὲν οὐράνιον εἶχεν πολίτευμα, ὁ δὲ γήϊνον ἔσχεν κατάστημα· ὁ μὲν τὰς χεῖρας εἰς ἱκετείας ἐξέτεινεν, ὁ δὲ πρὸς τόξα καὶ βέλη καὶ δόρυ καὶ μάχαιραν· ὁ μὲν τοὺς πεπονθότας ἀνθρώπους ἰάτρευεν, ὁ δὲ τοὺς ἐρρωμένους ἀνθρώπους ἐτίτρωσκεν· καὶ συλλήβδην εἰπεῖν, ὁ μὲν οὐρανίῳ βασιλεῖ συνετάττετο, ὁ δὲ ἐπιγείῳ βασιλεῖ συνωπλίζετο. Τίνος οὖν ἔργον ἡ θαυμαστὴ τούτων γέγονεν ἕνωσις; Ἢ τίς ὁ τὸ διάφορον ἀνελὼν καὶ συνάγων αὐτοὺς εἰς ὁμόνοιαν; Τίς δὲ ὁ τὴν ἀληθῆ συζυγίαν αὐτῶν ἁρμοσάμενος;

Ἦ δῆλον ὅτι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ποιῶν μεγάλα τε καὶ ἐξαίσια, ἔνδοξά τε καὶ ἀνεξιχνίαστα, ὁ λύσας τοῦ φραγμοῦ τὸ μεσότοιχον καὶ εἰς ἓν συνδήσας ἀμφότερα, ὁ τοῖς ἄνω τὰ κάτω συνάψας, καὶ τοῖς οὐρανίοις συνενεγκὼν τὰ ἐπίγεια, ὁ ἀγαγὼν τὰ πλανώμενα πρόβατα καὶ τοῖς μὴ πλανηθεῖσιν συνάψας, καὶ ἓν ἐκ πάντων ἐργασάμενος ποίμνιον, ὁ γῆν μὲν ἀγγέλοις, οὐρανὸν δὲ βατὸν ἀνθρώποις τευξάμενος;

Εἴπωμεν οὖν καὶ ἡμεῖς μετὰ τοῦ ψάλλοντος προφήτου τὴν λύραν ἁρμόσαντες, Ἰωάννου καὶ Κύρου τὴν θείαν ὁρῶντες συνάφειαν· ὄντως «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου», δι’ ἧς οἱ μωροὶ σοφίζονται, καὶ μωραίνουσιν οἱ σοφώτατοι· δι’ ἧς ἁλιεῖς ἁλιεύονται, καὶ τελωνοῦνται τελῶναι, καὶ λῃσταὶ λῃστεύονται, καὶ διῶκται διώκονται· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου», δι’ ἧς οἱ τυφλοὶ ἀναβλέπουσιν, καὶ τυφλοὶ οἱ βλέποντες γίνονται· δι’ ἧς εὐλογοῦσιν οἱ βλάσφημοι, καὶ διδάσκουσιν οἱ ἀπαίδευτοι· δι’ ἧς οἱ ἰδιῶται θαυμάζονται, καὶ οἱ λόγοις αὐχοῦντες χλευάζονται· δι’ ἧς οἱ ἀγράμματοι ῥητορεύουσιν, καὶ οἱ ῥήτορες ἀγροικίζουσιν· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου», δι’ ἧς πτωχεύουσιν πλούσιοι καὶ πλουτοῦσιν οἱ πένητες, δι’ ἧς δυνατοὶ μὲν ἠσθένησαν, ἀσθενεῖς δὲ δύναμιν περιζώννυνται, δι’ ἧς ὁ κόρος πεινᾶ καὶ ἡ πείνα κορέννυται· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου», δι’ ἧς ἡ στείρα πολύτεκνος καὶ ἄτεκνος ἡ πολύτεκνος γίνεται· δι’ ἧς δυνάσται τῶν θρόνων καθέλκονται, καὶ πτωχοὶ καὶ πένητες ἀπὸ κοπρίας ὑψούμενοι προεδρεύουσιν· δι’ ἧς ὄρη καὶ βουνοὶ τεταπείνωνται, καὶ αἱ βαθεῖαι πεπλήρωνται φάραγγες· δι’ ἧς ἐξισοῦται τὰ σκολιά, καὶ αἱ τραχεῖαι τρίβοι λεαίνονται· «Αὕτη τοίνυν ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου», δι’ ἧς λύκος ἀρνίῳ συμβόσκεται, καὶ ἐρίφῳ συναναπαύεται πάρδαλις καὶ ταῦρος καὶ μοσχάριον ἅμα νέμονται λέοντι καὶ ὑπὸ μικροῦ παιδίου ποιμαίνονται· δι’ ἧς ἄρκτος καὶ βοῦς σύντροφοι γίνονται καὶ βοῦς καὶ λέων ἐσθίουσιν ἄχυρα, καὶ εἰρηναίως αὐτῶν τὰ παιδία συναγελάζονται· δι’ ἧς ἐπὶ τρώγλην ἀσπίδων καὶ κοίτην ἐγγόνων ἀσπίδων ἐπιβάλλει χεῖρας ἀφόβως τὰ νήπια· ἀπολλύειν γὰρ οἱ ὄφεις αὐτὰ ἢ κακοποιεῖν οὐκ ἰσχύουσιν. «

Αὕτη οὖν ὄντως ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου» καθέστηκεν, ἥτις καὶ Κῦρον καὶ Ἰωάννην εἰς ὁμόνοιαν ἤγαγεν, καὶ εἰς ἑστίαν μίαν κατῴκισεν, καὶ ἄθλῳ ἑνὶ πρὸ τοῦ τέλους ἐκόσμησεν, καὶ δόξῃ μιᾷ μετὰ τὸ τέλος ἐδόξασεν, καὶ στεφάνῳ ἑνὶ τοὺς νικηφόρους ἐτίμησεν· ἀποστολικῶς γὰρ τὸν δρόμον τελέσαντας καὶ τὴν πίστιν τηρήσαντας τῶν ἀποκειμένων τοῖς τοιούτοις στεφάνων ἠξίωσεν.

Οὐδὲ πρώην μὲν οἱ μακάριοι πρὸς ἀλλήλους τοῖς τρόποις ἐμάχοντο, οὔτε πολιτείαν εἶχον ἀντίπαλον, εἰ καὶ μοναστοῦ μὲν ὁ Κῦρος τὸ σχῆμα, στρατιώτου δὲ στολὴν Ἰωάννης ἠμπέσχετο, καὶ ὁ μὲν προβάτου, ὁ δὲ λύκου δορὰν ἐνεδιδύσκετο· ἄμφω γάρ ἐστιν ἱερώ, ἄμφω ἀγαθώ, ἄμφω ἀληθινώ, ἄμφω ἀμέμπτω, ἄμφω δικαίω, ἄμφω θεοσεβῆ, ἄμφω ἀκακίας ἀνάπλεω, νόμου τε θείου καὶ διδαχῆς καὶ προστάγματος, ὡς τὸ τέλος αὐτῶν ἐμαρτύρησεν, καὶ τὰ θεόθεν δοθέντα χαρίσματα· οὐ γὰρ τοσοῦτον αὐτοὺς τὸ σχῆμα διέκρινεν, ὅσον ἡ πίστις συνέκρινεν· οὔτε τοσοῦτον αὐτοὺς τὸ ἐπάγγελμα διεχώριζεν, ὅσον συνῆπτεν αὐτοὺς ἡ εὐσέβεια· οὔτε τοσαύτην αὐτοῖς αἱ τέχναι παρεῖχον διάστασιν, ὅσην κοινωνίαν αὐτοῖς ἡ ἐλπὶς ἐχαρίζετο· οἱ γὰρ τῆς αὐτῆς ἐχόμενοι πίστεως, ὅμοιοι καὶ τοῖς τρόποις γενήσονται· καὶ οἱ μίαν ἀσκοῦντες εὐσέβειαν, πράξεις ἀεὶ τὰς αὐτὰς διαπράττονται· καὶ οἱ πρὸς ἐλπίδα τὴν αὐτὴν ἀποβλέποντες, τοῖς αὐτοῖς ἐγχειρήμασιν κέχρηνται.

Ὅθεν ὁ Χριστὸς ὁ τῶν ὅλων Θεὸς καὶ τοῦ παντὸς Δεσπότης καὶ πρύτανις, ὁ πάντα εἰδὼς πρὸ τῆς αὐτῶν εἰς τὸ εἶναι γενέσεως, ὁ καρδίας καὶ νεφροὺς ἐρευνώμενος καὶ ἀκοιμήτοις ὄμμασιν τὰ κρύφια τῶν ἀνθρώπων θεώμενος, πρὸς δόξαν μίαν τοὺς μάρτυρας ἤγαγεν, καὶ σέβας ἓν ἀμφοτέροις δεδώρηται· ἀπροσωπόληπτος γάρ ἐστιν κριτής, καὶ σταθμίον δίκαιόν ἐστιν παρ’ αὐτῷ, καὶ ζυγὸς ἀδίκῳ ῥοπῇ μὴ κλινόμενος οἷς ἑκάστῳ ζυγοστατεῖν οἶδεν τὸ δίκαιον, κατὰ τὸν ἴδιον κόπον καὶ τὸν ἴδιον αὐτῶν μισθὸν χαριζόμενος· ὅθεν Κύρου τε καὶ Ἰωάννου τὸ ὁμότιμον ἐν ἀρεταῖς ἐπιστάμενος, καὶ ἕνα τάφον ἀμφοτέροις ἐβράβευσεν, εἰς τὸ Μάρκου τοῦ θείου σεβάσμιον τέμενος· κἀκεῖθεν δι’ ἀνδρὸς εὐαγγελικοῦ Κυρίλλου τῆς εὐσεβείας ὑπερμάχου καὶ κήρυκος πρὸς νεὼν Εὐαγγελιστῶν τοὺς Εὐαγγελιστῶν ὁμοτρόπους μετέστησεν μάρτυρας, καὶ τῶν ἀποστόλων κατέστησεν γείτονας· χωρίζειν γὰρ αὐτοὺς εὐαγγελιστῶν ἢ ἀποστόλων οὐκ ἔκρινεν, ὅτι μή τις ἀρετῆς διάφορα χωρισμὸν αὐτοῖς ἐπετείχιζεν.