Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην

Σωφρόνιος Ἱεροσολύμων

Η διάταξη του έργου, το εγκώμιο ως οφειλή και η προσωπική μαρτυρία

Ο διαχωρισμός των θαυμάτων, το πνευματικό χρέος του εγκωμίου και η αναφορά στη θαυματουργική θεραπεία των οφθαλμών του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 8

Ὅθεν καὶ ἡμεῖς τῶν ἁγίων ἑβδομήκοντα ταὐτὸν δέ ἐστιν εἰπεῖν δεκάδας μὲν ἑπτά, ἑπτάδας δὲ δέκα τῶν θαυμάτων γεγράφαμεν· καὶ αἱ τρεῖς μὲν αἱ πρῶται δεκάδες, αἱ μετὰ τὴν ἐμμάρτυρον ἄθλησιν καὶ ταφὴν καὶ μετάθεσιν ἐμφερόμεναι· καὶ μέν τοι καὶ τῆς τετάρτης τὸ ἥμισυ, τῶν εἰς Ἀλεξανδρέας Κύρῳ καὶ Ἰωάννῃ πραχθέντων δηλοῦσιν τὴν δύναμιν· τὸ δὲ ταύτης λειπόμενον καὶ δεκὰς ἡ πέμπτη, τῶν ἐπ’ Αἰγυπτίοις δρασθέντων καὶ Λίβυσι, γεγόνασι κήρυκες· ἕκτη δὲ καὶ ἑβδόμη, τὰς ἐπὶ τοῖς ὀθνείοις αὐτῶν εὐεργεσίας μηνύουσιν.

Εἰς τρεῖς γὰρ ὁ πᾶς ἀριθμὸς τῶν γραφῶν τῶν θαυμάτων διῄρηται, εἰς Ἀλεξανδρέας, εἰς Αἰγυπτίους καὶ Λίβυας, εἰς τοὺς ἐξ ἀλλοδαπῆς δρασσομένους ἰάματα· τὸ δὲ τῆς διαιρέσεως αἴτιον κατὰ τοὺς τόπους γινόμενοι λέξομεν· οὐκ ἀγνοοῦμεν δὲ ὡς ταῖς τῶν θαυμάτων ἱεραῖς διηγήσεσιν ὅτι ὁ ἀνειμένος μᾶλλον χαρακτὴρ καὶ ἔκλυτος ἔπρεπεν· ἀλλ’ ἡμεῖς τοῦτον ἐάσαντες, τὸν σύντονον παρελάβομεν, ἵνα καὶ δι’ αὐτοῦ τὸ τῶν ἁγίων θερμὸν καὶ εὐκίνητον καὶ πρὸς τὰς τῶν νοσούντων ἰάσεις σημαίνοιτο σύντονον.

Τὸ ἐγκώμιον Ἄλλοι μὲν ἄλλως τοὺς ἁγίους τιμάτωσαν, πολυμερῶς αὐτῶν τὰς δωρεὰς θριαμβεύοντες, καὶ τὰς εὐεργεσίας πολυτρόπως κηρύττοντες· οἱ μὲν νεῶν ὑψηλῶν ἀναστήμασιν, οἱ δὲ ποικίλων μαρμάρων κοσμήσεσιν, ἄλλοι δὲ χρυσαυγῶν ψηφίδων συνθέσεσιν, ἕτεροι φαιδροῖς ζωγράφων τεχνάσμασιν, καὶ χρυσοῦ ἄλλοι καὶ ἀργύρου ἀναθήμασιν, ἕτεροι δὲ τοῖς ἐκ σηρικῶν καὶ βομβύκων ὑφάσμασιν· καὶ ἅπαξ ἁπλῶς ἅπαντες ἐπὶ τὴν τῶν μαρτύρων τιμὴν ἁμιλλάσθωσαν, ὡς ἑκάστου εὐπορία ἐστὶν καὶ ἡ βούλησις· καὶ ἀλλήλους ἐν τούτοις νικᾷν ἐφιέσθωσαν, τὴν πρὸς τοὺς ἁγίους ἐνοῦσαν αὐτοῖς στοργὴν ἐνδεικνύμενοι· καὶ κομιούμενοι ἀντὶ μὲν τῶν φθαρτῶν τὰ ἀμάραντα, ἀντὶ δὲ τῶν προσκαίρων τὰ τέλος οὐκ ἔχοντα· τοιούτοις γὰρ αὐτῶν οἱ θεσπέσιοι τοὺς ἐραστὰς ἀμείβεσθαι τοῖς δώροις εἰώθασιν. Ἡμεῖς δὲ οἷς λόγος ἐστὶν τῶν γηΐνων ὑλῶν τιμαλφέστερος, ἅτε μὴ μόνης ἐκ γλώττης ὑλώδους, ἀλλὰ καὶ πνεύματος προχεόμενος, καὶ αὐτὸς δὲ διὰ τὸν ῥευστὸν καὶ λυόμενον ἀμελούμενος, τούτῳ τοὺς ἁγίους τιμήσωμεν, ᾧ καὶ μάλιστα χαίρειν τοὺς μάρτυρας πείθομαι, ὡς Λόγου Θεοῦ χρηματίσαντας κήρυκας, ἄξιον μὲν οὐδὲν τῆς αὐτῶν πανηγύρεως ἔχοντι, πολὺ δὲ τούτων λειπομένῳ τῆς χάριτος, αἰτοῦντες καὶ τοῦτον ἡμῖν ἐν ἀνοίξει διδόναι τοῦ στόματος, καὶ προσηνῶς ὡς οἰκεῖον δέξασθαι πρὸς ἡμῶν αὐτοῖς προσφερόμενον.

Χρέος δέ ἐστιν τὸ ἐγκώμιον· καὶ τούτου πρὸς ἔκτισιν, ἕτερον πάλιν ποιούμεθα δάνεισμα, τὴν αὐτῶν ἀρωγὴν ἐπισπώμενοι, ἵνα αὐτοὶ ὦσιν οἱ διδόντες τε καὶ οἱ λαμβάνοντες, καὶ τοὺς λέγοντας ἡμᾶς ἁγιάζοντες· χρέος οὖν ὄντως ἐστὶν τὸ ἐγκώμιον καὶ χρέος παράδοξον, χρέος ἐκτινόμενον καὶ τὸν χρεώστην οὐκ ἐλευθεροῦν τοῦ ὀφλήματος, χρέος ἀποπληρούμενον καὶ πάλιν ἀεὶ χρεωστούμενον, χρέος ἀποδιδόμενον καὶ προσθήκην λαμβάνον αὐξήσεως, χρέος ἀεὶ προσφερόμενον καὶ τὴν ὕπαρξιν οὐ μειοῦν τοῦ προσφέροντος, χρέος ἀεὶ παρεχόμενον καὶ πληθύνον τῶν εὐγνωμόνως διδόντων τὰ πράγματα, χρέος ἀεὶ προσνεμόμενον καὶ εὐλογεῖσθαι ποιοῦν τὸν προσνέμοντα.

Οὐ παλαιὸν δὲ τὸ χρέος καθέστηκεν, ὡς καὶ τόκον ἐγγεννῆσαι τοῖς μάρτυσιν, οἳ καὶ τόκον λαβεῖν ἀπαναίνονται, θείων ἐντολῶν γενόμενοι φύλακες, καὶ ταύτας παρελθεῖν καὶ μετὰ τὴν ἐνθάδε ζωὴν οὐ βουλόμενοι· ἀλλ’ εἰ καὶ τόκους ἀπαιτεῖν τοὺς ὑπευθύνους οὐ θέλουσιν, τὸν ἑαυτῶν βασιλέα μιμούμενοι, καὶ τοὺς εὐγνώμονας ἀποδέχονται, καὶ μέμφονται τοὺς ἀγνώμονας· οὕτω γὰρ καὶ αὐτὸς τοῖς δέκα λεπροῖς τὴν κάθαρσιν δωρησάμενος, τὸν ὑποστρέψαντα καὶ τὴν χάριν ὑμνήσαντα ἀλλόφυλον ὄντα προσεδέξατο καὶ ἐπῄνεσεν, καὶ πρέπειν τὴν <...> εὔνοιαν τοῖς εὖ πάσχουσιν ἐμαρτύρησεν· τοὺς δὲ λοιποὺς ὡς ἀγνώμονας—Ἰουδαῖοι γὰρ ἦσαν—ἐμέμψατο.

Ἄρτι γὰρ τοὺς ὀφθαλμοὺς ἀσθενήσαντες, οὓς ὁ Σωτὴρ λύχνον τοῦ παντὸς προσηγόρευσε σώματος—φωτὸς γὰρ ὄντως ὁ τούτων στερούμενος ὑπομένει τὴν στέρησιν—, καὶ τύφλωσιν ἄγειν ἀκούοντες πρὸς τῶν ἰατρῶν τὴν ἀσθένειαν, ὧν οἱ μὲν τὸ πάθος ἐπίχυσιν, οἱ δὲ πλατυκορίαν ὠνόμαζον, ἑκατέρου δὲ τέλος ἡ τύφλωσις, καὶ τῶν ὀμμάτων ἡ στέρησις, ἐπὶ τοὺς ἁγίους τούτους Κῦρον καὶ Ἰωάννην τοὺς εὐεργέτας ὡρμήσαμεν, πάσας ἡμῶν τὰς περὶ τοῦ βλέπειν ἐλπίδας τῆς θεόθεν αὐτοῖς δοθείσης χάριτος ἐξαρτήσαντες, καὶ τὴν ἀνθρωπίνην βοήθειαν ὡς ἀσθενῆ καὶ πρὸς τὸ πάθος ἀδύνατον παρωσάμενοι.

Οἱ δὲ τὴν πίστιν ἀποδεξάμενοι («πιστεῦσαι γὰρ δεῖ πρῶτον τὸν προσερχόμενον» κατὰ τὸν θεῖον Ἀπόστολον), ταχεῖαν τῆς νόσου παρέσχον τὴν ἴασιν, καὶ περὶ τῶν μελλόντων ἡμᾶς ὡς οὐδὲν πάθοιμεν ὧν οἱ Ἀσκληπιάδαι πάσχειν εἰρήκασιν ἐπιστώσαντο, τὴν Ὁμηρικὴν ἡμῶν δι’ ὁραμάτων αἰνιγματωδῶς καὶ χαριέντως ὡς φίλον αὐτοῖς φυγαδεύσαντες τύφλωσιν, δεικνύντες ἐναργῶς ὡς πάντα <δυνατὰ> τῷ πιστεύοντι καὶ ὡς δυνατὰ τῷ Θεῷ τὰ τοῖς ἀνθρώποις ἀδύνατα.