Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην
Ομολογία, βασανιστήρια και μαρτυρικό τέλος
Οι προσπάθειες δελεασμού από τους διώκτες, η σταθερή ομολογία των αγίων, η υπομονή στα βασανιστήρια, ο αποκεφαλισμός και η ταφή τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομολογία, βασανιστήρια και μαρτυρικό τέλος
Οι προσπάθειες δελεασμού από τους διώκτες, η σταθερή ομολογία των αγίων, η υπομονή στα βασανιστήρια, ο αποκεφαλισμός και η ταφή τους.
Ἐνταῦθά μοι τὴν τῶν μαρτύρων βλέπετε μέριμναν, καὶ τὴν ὑπὲρ ἄλλων ἐν τοιούτῳ καιρῷ φροντίδα στοχάσασθε. Οὐ μόνον γὰρ ὑπὲρ ἑαυτῶν ἠγωνίων οἱ ἅγιοι, ἀλλὰ κἀκείνων ἕνεκεν οὐχ ἧττον ἑαυτῶν ἐδεδοίκεισαν, ἵνα μὴ τῇ σφῶν αὐτῶν ὀλιγότητι, κἀκείνων αἴτιοι γένωνται πρὸς ἀσέβειαν. Ἆρα γὰρ πρὸς πόσα τὸν τότε καιρὸν οἴεσθε μερίζειν αὐτῶν τὴν διάνοιαν; ἆρα πρὸς πόσους ἀφανεῖς λογισμοὺς παλαίειν αὐτοὺς τότε νομίζετε; ἆρα πρὸς πόσαις τότε προσβολαῖς τοῦ φθονεροῦ καὶ μισοκάλου προσεπλέκοντο δαίμονος; Ὁ μὲν γὰρ διάβολος τὴν παροῦσαν ἴσως αὐτοῖς ζωὴν ὑπετίθετο, καὶ ὡς ἴδιον τὸ τοῦ κόσμου θεόκτιστον σχῆμα διέγραφεν, ἥλιον γλυκὺ ὁρᾷν ἀνατέλλοντα, σελήνην τε βλέπειν σὺν ἀστράσι τὸν οὐρανὸν καλλωπίζουσαν καὶ τὸ τῆς νυκτὸς ἀφεγγὲς ὡραΐζουσαν, ἀέρων τε προσηνῶν ἔχειν ἀνάπνοιαν καὶ γῆν πατεῖν τὴν παμποίκιλον, θάλατταν πλεῖν τὴν εὐρύχωρον καὶ κρήναις καὶ ποταμοῖς ἐπιτέρπεσθαι, ἄνθεσί τε καὶ λειμῶσι τῆς γῆς ἐπαγάλλεσθαι καὶ τῶν ἐκ τούτων καρπῶν τὴν ἀπόλαυσιν δρέπεσθαι, θαλαττίοις γοναῖς ἐντρυφᾷν καὶ ταῖς ἐκ ποταμῶν καρποφορίαις κορέννυσθαι, ἀεροδρόμοις πτηνοῖς διατρέφεσθαι καὶ ζώων ἐδωδίμων ἔχεσθαι βρώσεως.
Καὶ ταῦτα μὲν ὁ διάβολος ἴσως ὑπέβαλλεν, εἰ καὶ πολλάκις αὐτὰ καὶ πρὸ τῶν παρόντων ἀγώνων προσφέρων ᾐσχύνετο· τὴν γὰρ ἔξοδον τοῦ βίου τηρῶν ὁ ἀναίσχυντος, τάχα γὰρ ταύτην διὰ τῆς πτέρνης τὸ θεῖον ᾐνίξατο λόγιον, ἕως ἐνθάδε διάγομεν, τῶν ἰδίων προσβολῶν οὐκ ἀφίσταται, εἰ καὶ ἀεὶ προσερχόμενος καταισχύνεται.
Οἱ δὲ τούτου πρόμαχοι καὶ τῆς αὐτοῦ κακίας θεράποντες, Συριανὸς ἦν ὁ θεήλατος καὶ οἱ σὺν αὐτῷ μυσαρῶς Ἑλληνίζοντες καὶ βασιλικοῖς ὑπηρετοῦντες προστάγμασιν, βασάνων μὲν ἀνοχὴν ὑπηγόρευον, καὶ τῶν ἠπειλημένων θανάτων ψυχοκτόνον ἀνάλυσιν, πλοῦτόν τε ἐπηγγέλλοντο, καὶ ἀξίας παρέχειν ἐπώμνυντο, καὶ πολιτάρχαις ἐγγράφειν ἀπήγγελλον, καὶ Διοκλητιανῷ Καίσαρι γνωρίμους ποιεῖν ἰσχυρίζοντο, εἰ ταῖς αὐτῶν πεισθεῖεν κελεύσεσιν, καὶ σέβειν σὺν αὐτοῖς μᾶλλον δὲ δυσσεβεῖν ἀνάσχοιντο ξόανα καὶ δαιμόνων μορφώμασιν, μᾶλλον δὲ δυστήνων ἀνθρώπων προσάγειν προσκύνησιν, καὶ θεοὺς ἀποκαλεῖν ξύλα κωφὰ καὶ ἀναίσθητα, καὶ πρὸς τροφὴν μόνον πυρὸς χρησιμεύοντα· πυρὶ γὰρ αὐτὰ παραδίδοται, καὶ τοὺς οἰκείους ἐφέλκεται τέκτονας· καὶ ταῦτα μὲν ἐκεῖνοι καὶ τούτων ἔλεγον πλείονα.
Οἱ δὲ μάρτυρες τῶν τοῦ Σωτῆρος φωνῶν ἀεὶ μνημονεύοντες καὶ τῶν αὐτοῦ μαθητῶν ἀεὶ μελετῶντες τὰ ῥήματα, τούτοις τῶν ἀντιπάλων τὰς προσβολὰς ἀπεκρούοντο. «Ἡμεῖς γάρ, ἔλεγον, ὦ δικαστά, τὰς σὰς ὑποσχέσεις τε καὶ δωρεὰς καὶ τὰς τοῦ λαλοῦντος δι’ ὑμῶν καὶ προστάττοντος, μᾶλλον ὡς βλαβερὰς καὶ οὐκ ἐπωφελεῖς παραιτούμεθα· Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει τῆς ψυχῆς αὐτοῦ τις ἀντάλλαγμα; ἢ τί ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ; ἢ τί δώσει τις τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ ἢ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ; Ἐπὶ τὸ αὐτὸ μὲν γὰρ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν δὲ καὶ ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν· οὔτε γὰρ ἡ δόξα αὐτῶν εἰς ᾅδην αὐτοῖς συγκατέρχεται, ἀλλ’ ὁ τάφος αὐτοῖς αἰώνιος οἰκία γενήσεται. Καὶ οὐρανὸς μὲν ὡς γενητὸς παρελεύσεται, καὶ ὡσεὶ περιβόλαιον παλαιούμενον ἀλλαγήσεται· χρονικὴν γὰρ ἔχων τὴν σύμπηξιν, χρονικὴν καὶ τὴν λύσιν εἰσδέξεται, ὅτ’ ἂν ὁ Θεὸς ὁ τοῦτον ὡσεὶ δέρριν ἐκτείνας κελεύσειεν.
Ἥλιος δὲ σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, ὅτ’ ἂν ὁ τὸν μὲν εἰς ἀρχὰς ποιήσας τῆς ἡμέρας, τὴν δὲ εἰς ἀρχὰς τῆς νυκτός, ἀποφήνηται. Ἀστέρες δὲ ὡς φύλλα συκῆς τῆς αἰθερίας ἀψίδος ἐκπεσοῦνται, ὅτ’ ἂν ὁ Θεὸς ὁ εἰς σημεῖα καὶ καιροὺς αὐτοὺς θέμενος βούληται. Γῆ δὲ καὶ τὰ ἐν αὐτῇ πάντα ἡ ἐξ ὕδατος καὶ δι’ ὕδατος λόγῳ Θεοῦ δεξαμένη τὴν σύστασιν παύσεται, ὅτ’ ἂν ἐθέλοι ὁ Θεὸς ὁ μὴ εἰς κενὸν ποιήσας αὐτήν, ἀλλ’ εἰς ἀνθρώπων κατοίκησιν·
Ἥξει γὰρ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται· στοιχεῖα δὲ καυσούμενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται, καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· αἰώνια δέ, τὰ μὴ βλεπόμενα. Ἅπερ ἀεὶ λογιζόμενοι, καὶ δι’ ἐνθυμήσεως ἔχοντες, καὶ κλῆρον ἴδιον ἔχειν πιστεύοντες, ἄσπιλοι Θεῷ καὶ ἀμώμητοι εὑρεθῆναι σπουδάζομεν· δι’ ὃ τὰς βασάνους ὑμῶν οὐ φοβούμεθα, καὶ τὰς ἀπειλὰς οὐ δεδοίκαμεν· μὴ φοβεῖσθαι γὰρ ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἐμάθομεν· καὶ τὰς ὑποσχέσεις ὑμῶν βδελυττόμεθα, ὡς χωριζούσας Θεοῦ καὶ συναπτούσας τοῖς δαίμοσιν· κρείττους γὰρ ἡμῖν ὑποσχέσεις Χριστὸς ὁ τῶν ὅλων Δεσπότης δεδώρηται, κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμόλυντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς, καὶ ἃ ὀφθαλμὸς οὐκ ἴδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἐπιγείου φίλοι γενέσθαι βασιλέως οὐ θέλομεν, γένος ὄντες ἐκλεκτόν, καὶ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον χρηματίζοντες, καὶ λαὸς εἰς περιποίησιν. Ἀξιώμασιν τοῖς παρ’ ὑμῖν οὐκ ἀξιοῦμεν σεμνύνεσθαι, Θεοῦ παῖδες ὑπάρχοντες, καὶ ἀξίας κατὰ τὸ μέτρον τῆς πίστεως ἔχοντες.
Πολιτάρχαις ὑμῶν οὐκ εὐψυχοῦμεν ἐγγράφεσθαι, οὐρανοπολῖται τυγχάνοντες καὶ ἐν βίβλῳ ζωῆς ἀναγεγράφθαι πιστεύοντες· ὅθεν καὶ θαρροῦμεν εἰπεῖν·
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, τοῦ ἐκ σκότους ἡμᾶς εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς μεταστήσαντος, τοῦ δι’ ἡμᾶς σάρκα πτωχεύσαντος, ἵν’ ἡμεῖς πλουτήσωμεν αὐτοῦ τῇ θεότητι, τοῦ θανόντος ὑπὲρ ἡμῶν, ἵνα θάνατον ἡμεῖς καὶ φθορὰν ἀποφύγωμεν; θλίψις τοῦ τὴν ἀνθρωπίνην φύσιν ῥυσαμένου τῆς θλίψεως; ἢ στενοχωρία τοῦ διὰ στενοπορίας ἡμᾶς εἰς τὴν ἀπερίγραφον αὐτοῦ βασιλείαν εἰσάγοντος; ἢ διωγμὸς τοῦ διωχθέντος δι’ ἡμᾶς καὶ νικήσαντος τοὺς διώκοντας, καὶ μισθὸν ἡμῖν τοῖς δι’ αὐτὸν διωκομένοις οὐρανῶν βασιλείαν ὁρίσαντος; ἢ λιμὸς τοῦ τὴν ἡμετέραν σωτηρίαν πεινάσαντος, καὶ λιμώσσοντας ἡμᾶς καὶ μηδὲ χοίρων τροφαῖς εὐποροῦντας χορτάζεσθαι, τροφῶν ἀθανάτων ἐμπλήσαντος; ἢ γυμνότης τοῦ τὴν ἀνθρωπείαν ἐν Ἀδὰμ οἰκτείραντος γύμνωσιν καὶ στολὴν τὴν πρώτην ἡμᾶς ἀμφιάσαντος; ἢ κίνδυνος τοῦ κινδυνεύοντας τῶν κινδύνων ἡμᾶς ἐξαρπάσαντος; ἢ μάχαιρα τοῦ τυθέντος ὑπὲρ ἡμῶν καὶ ψυχοφθόρου μαχαίρας ἡμᾶς διασώσαντος;
Πεπείσμεθα οὖν, ὡς οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ φιλανθρώπου χρηστότητος· καί, ὅτι Μὴ ἄξια τοῦ νῦν καιροῦ τὰ παθήματα, καὶ ἡ τῶν παρόντων ῥοώδης ἀπόλαυσις, πρὸς τὴν δόξαν τὴν εἰς ἡμᾶς ἀποκαλύπτεσθαι μέλλουσαν.» Ταύτην ἐγνωκότες τῶν ἁγίων τὴν βουλὴν οἱ δικάζοντες, καὶ τοῦ φρονήματος αὐτῶν ἀγασάμενοι, οἰηθέντες δὲ ὡς λόγοις αὐτοὺς μεταπείθειν ἀδύνατον, εἰ μὴ καὶ δυσοίστων πειραθεῖεν κολάσεων, ἐν λόγοις ἀρετήν, ἀλλ’ οὐκ ἐν ἔργοις ἀνδρείαν ἔχειν αὐτοὺς λογισάμενοι, ὠμοτέρας αὐτοῖς τὰς βασάνους προσέφερον, δύο ταῦτα πραγματευόμενοι· τούς τε γὰρ ἁγίους οὕτω πρὸς τὸ δοκοῦν αὐτοῖς τὴν τῶν εἰδώλων προσκύνησιν ἄγειν ἐνόμιζον, τά τε συναθλοῦντα καὶ συναγωνιζόμενα γύναια, τοῖς τῶν δρωμένων συνεφέλκεσθαι δείμασιν. Ἀλλ’ «οὐκ ἐπιτεύξεται δόλιος θήρας» κατὰ τὸ λόγιον· Χριστοῦ γὰρ ἀμφοτέρους δύναμιν ἐξ ὕψους ἐνδύοντος, τὰ ποικίλα τῶν δικαστῶν διερρήγνυντο δίκτυα, καὶ τῶν ἁγίων αἱ ψυχαὶ τῆς παγίδος ὡς στρουθίον ἐρρύσθησαν.
Ὥσπερ γὰρ τὰ πελάγια κύματα ταῖς πέτραις προσρήσσοντα διαλύεται, καὶ πλεῖον οὐδὲν ἢ κοῦφος ἀφρὸς ἀποδείκνυται, οὕτως Κύρῳ τε καὶ Ἰωάννῃ ἀγρίως τε καὶ ὠμῶς προσβάλλοντες οἱ κολάζοντες, καὶ πᾶσαν ὑπερβολικῶς αὐτοῖς ἰδέαν βασάνων προσφέροντες, ὡς οὐ προσβάλλοντες ἔμενον ἄπρακτοι, ὑπὸ τῆς αὐτῶν στερρότητος ἐν Χριστῷ ἀντωθούμενοι· ἢ ὥσπερ πύργοις ἀπορθήτοις προσάγοντες τὰς μηχανὰς οἱ πολέμιοι ἑαυτοὺς δαμάζουσι καὶ λυμαίνονται καὶ κέρδος οὐδὲν τῆς ἐγχειρήσεως ἔχοντες ὑποστρέφουσιν, οὕτως ἐπιτιθέντες τοῖς μάρτυσιν τὰς αἰκίας οἱ δήμιοι, ἑαυτοὺς τῷ καμάτῳ κατέκοπτον, καὶ ῥωμαλεωτέρους τοὺς δεχομένους εἰργάζοντο, καὶ τῆς τῶν ποθουμένων εὑρήσεως ἀπετύγχανον. Ὅθεν καὶ τοῦ Σωτῆρος αἱ νύμφαι θάρσος ἀήττητον ἐνδυσάμεναι, καὶ πρὸς πάσας τοῦ ἐχθροῦ τὰς ὁρμὰς ὁπλισάμεναι, καὶ γενναίως ἐν τῷ θεάτρῳ τῆς πίστεως τοῖς ἀντιπάλοις παλαίσασαι, ἀκλινεῖς καὶ ἀχείρωτοι τοῖς κολάζουσιν ἔμενον, οὐ τοσοῦτον τῶν μαστίγων φροντίζουσαι, ὅσον οἱ μαστίζοντες ἔπασχον· ἡ γὰρ τῶν οὐρανίων ἐλπὶς καὶ τῶν προπασχόντων κραταιὰ καὶ ἀκράδαντος ἔνστασις ἀνδρειοτέρας αὐτὰς ἀπεδείκνυον καὶ τὰς ἀλγηδόνας αὐταῖς τῶν πληγῶν ὑπετέμνοντο.
Ἐπὶ πολὺ δὲ τοῖς μάρτυσι φιλονεικήσαντες οἱ δικάζοντες, τέλος ἡττήθησαν καὶ τῶν βασάνων ἐπαύσαντο, καὶ τὰς μάστιγας εἴασαν, καὶ τοὺς ξυστῆρας ἀπέρριψαν, καὶ νικητικῶν αὐτοῖς στεφάνων γεγόνασιν αἴτιοι, τὸν διὰ τοῦ ξίφους αὐτοῖς ἐπενέγκαντες θάνατον. Ἡμέραν εἶχεν ἕκτην ὁ παρ’ Αἰγυπτίοις Μεχείρ, μίαν δὲ καὶ τριάκοντα ὁ παρὰ Ῥωμαίοις Ἰαννουάριος, ὅτε μάρτυρες οἱ φιλόχριστοι διὰ Χριστὸν μαρτυρήσαντες τὰς κεφαλὰς ἀπετμήθησαν. Οὕτω τοὺς ἁγίους ἀθλήσαντας μάρτυρας καὶ τοὺς νικητικοὺς στεφάνους ἁρπάσαντας, καὶ τὰ βραβεῖα τῆς ἄνω καὶ θείας ἀνύσαντας κλήσεως, ὁ πιστὸς λαὸς ἀνελόμενοι ᾠδὴν ἐπινίκιον ᾄδοντες, εἰς τὸ Μάρκου τέμενος ἤγαγον, ὃς τήν τε πίστιν αὐτοῖς ἐνερρίζωσεν, καὶ τῶν ὑπὲρ ταύτης ἀγώνων τὸ στάδιον ἤνοιξεν, καὶ τῶν ἀμαράντων στεφάνων ἀπήρξατο· καλῶς τοὺς φοιτητὰς τῷ διδασκάλῳ συνάπτοντες, καὶ τῷ βραβευτῇ προσνέμοντες τοὺς ἀθλήσαντας, καὶ τῷ ποιμένι τὰ πρόβατα φέροντες, καὶ τῷ γεωργῷ πλήρη καρπῶν τὸν σταχὺν προσάγοντες, καὶ τῷ στρατηγῷ τὴν τῶν στρατευομένων ἀήττητον φάλαγγα.
Ὁ δὲ γεγηθὼς ὡς τέκνα γνήσια τοὺς ἁγίους ἐδέξατο, καὶ χαίρων ὡς μιμητὰς ἀκριβεῖς ἐν ἀγκάλαις προσέλαβεν, καὶ σκιρτῶν τῷ Θεῷ προσήγαγεν, φωνὴν ἀφιεὶς διαπρύσιον· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός·» παρ’ ᾧ τῶν πιστῶν ἡ ὁμήγυρις τὰ τῶν μαρτύρων κατέθηκε λείψανα, οὐ κοινῇ τοὺς ἀμνοὺς καὶ τὰς ἀμνάδας συνθάψαντες, οὐδ’ ἅμα τὰς νύμφας Χριστοῦ καὶ τοὺς νυμφαγωγοὺς τῇ γῇ κατακρύψαντες, ἀλλ’ ἰδίαις ἀμφοτέρους σοροῖς θησαυρίσαντες, ἐπεὶ φυλὴν φυλὴν καθ’ ἑαυτὴν καὶ τὰς γυναῖκας αὐτῶν καθ’ ἑαυτὰς διαιρεῖν ἐπαιδεύθησαν, κἀνταῦθα τηρεῖν ἐσπούδασαν τὸ παράγγελμα. Καὶ τῶν μὲν ἁγίων οἱ ἆθλοι καὶ οἱ δρόμοι καὶ αἱ πάλαι καὶ αἱ νίκαι, καὶ πρὸς τούτοις οἱ ἀμάραντοι στέφανοι, καὶ ἡ ἐν τῷ νεῷ Μάρκου τοῦ θείου κατάθεσις, οὕτω πως, ὡς δι’ ὀλίγων εἰπεῖν, ἐτελέσθησαν, καὶ πέρας ἔσχον ἐπίσημον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.