Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην

Σωφρόνιος Ἱεροσολύμων

Η δαιμονική πλάνη στη Μένουθι και η παρέμβαση του αγίου Κυρίλλου

Ιστορική αναδρομή στη δράση του δαίμονα Μένουθι, η παραπλάνηση των πιστών και η προσευχή του αγίου Κυρίλλου Αλεξανδρείας για την απαλλαγή του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 6 από 8

Εἴπωμεν δὲ καὶ τὴν ἐκεῖθεν ἐνταῦθα μετάθεσιν, καὶ τὴν αἰτίαν δι’ ἣν ἡ μετάθεσις γέγονεν.

Μετὰ τὰς πολλὰς ἐκεῖθεν ἡμέρας, ἵνα τι καὶ Μωσαΐσωμεν, καὶ τοῦτο τοῖς μάρτυσιν χαρισώμεθα· ἀποδέξονται γὰρ ἡμᾶς ἐν τοῖς αὐτῶν ἐγκωμίοις Μωσαΐζοντας μᾶλλον ἢ Πλατωνίζοντας· μετὰ τὴν ἐκείνων τῶν τυράννων κατάλυσιν, καὶ τῶν τοὺς ἁγίους κολασάντων ἀπόλεσιν, καὶ τῆς τῶν εἰδώλων μυσαρᾶς λατρείας καθαίρεσιν, καὶ ἱδρυμένων αὐτοῖς νεῶν καὶ βωμῶν τὴν κατάπτωσιν, μετὰ τὴν τοῦ μάκαρος Κωνσταντίνου τοῦ πρώτου Χριστιανοῦ Ῥωμαίων τὰ σκῆπτρα κρατύναντος καὶ τῶν υἱῶν μεταβίωσιν, μετὰ τὴν Ἰοβιανοῦ καὶ Οὐαλεντιανοῦ τε καὶ Γρατιανοῦ πρὸς ζωὴν τὴν κρείττω μετανάστασιν, μετὰ τὴν Θεοδοσίου τοῦ μεγάλου καὶ τῶν ἐγγόνων πρὸς τὴν ἄνω λῆξιν ἀνάλυσιν, Θεοδοσίου τοῦ μικροῦ τὴν βασιλείαν διέποντος, καὶ Κυρίλλου τοῦ θείου τὰ ἐνθάδε λογικὰ τοῦ Χριστοῦ ποιμαίνοντος πρόβατα, καὶ μεγαλοφώνῳ σάλπιγγι τὴν τῆς εὐσεβείας σοφίαν κηρύττοντος, δαίμων τις ζοφερὸς καὶ Αἰγύπτιος ἀνεφαίνετο Μένουθις τοὔνομα, κώμην οἰκῶν τὴν ἐπώνυμον, θήλεως μορφὴν προσποιούμενος, καὶ ταύτῃ δεικνὺς τὴν οἰκείαν ἀσθένειαν καὶ πρὸς τοὺς ἄρρενας τῇ ψυχῇ τὴν ἀδράνειαν, οὐ σθένει φυγὼν τὴν ἀβύσσιον ἅλυσιν, ἀλλὰ Θεοῦ συγχωρήσει τέως ἐαθεὶς πρὸς ἡμετέραν ἀσφάλειαν, ἵνα ἀεὶ μνημονεύωμεν, τούτου τὰς κακουργίας θεώμενοι, ὁποίων ἡμᾶς δυσχερῶν Χριστὸς ὁ Θεὸς ἠλευθέρωσεν.

Οὗτος ὁ δαίμων ὁ σκοτεινὸς ὡς Αἰγύπτιος, ὁ θηλύφρων ὁμοῦ καὶ θηλύμορφος μετὰ Λοξίου τε καὶ τρίποδος τὴν κωφότητα, καὶ τῆς ἐν Δοδώνῃ δρυὸς σιγὴν ἀνεκλάλητον, καὶ τὴν τοῦ Κασταλικοῦ νάματος σιωπὴν ἀτελεύτητον, καὶ τοῦ Ῥοδίου ταύρου τὴν οὐ γνωσθεῖσαν αὐτῷ πτῶσιν ἀμύκητον, καὶ τὴν πάντων, ὡς εἰπεῖν, τῶν Ἑλληνικῶν μαντείων κατάσβεσιν, Ἀσκληπιοῦ τε τὴν μὴ τελευτῶσαν ἐκπύρωσιν, καὶ τῶν κατ’ αὐτὸν ἰατρῶν τὴν παντελῆ καὶ ἀνίατον λώβησιν, προφητεύειν καὶ νόσους ἰατρεύειν, μᾶλλον δὲ ψευδοεπεῖν καὶ νοσοποιεῖν ἐτερατεύετο φάσμασιν· πῶς γὰρ ὁ ψεύστης ὢν ἀπ’ ἀρχῆς, καὶ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλῶν, ἐν ἀληθείᾳ τε παντελῶς οὐχ ἱστάμενος ἀλήθειαν φθέγξαιτο; ἢ πῶς ὁ τὴν ἰδίαν ἣν εἶχέν ποτε μὴ φυλάξας ἀρχήν, ἀλλ’ ὡσεὶ νεκρὸς ἐβδελυγμένος ῥιφείς, καὶ σκώληξι βρύων, καὶ σῆψιν ἔχων ὑπόστρωμα, ὁ πᾶσαν πτῶσιν πεσών, καὶ μεγάλην νοσῶν τὴν ἀσθένειαν—αὐτοὶ γὰρ προφητικῶς εἰπεῖν, ἠσθένησάν τε καὶ ἔπεσον—, καὶ παντὸς ἀγαθοῦ τὴν ἀνίατον περικείμενος νέκρωσιν ἑτέροις ῥῶσιν ὀρέξειεν; ἢ νοσοῦσιν τισὶν ἀλεξήσειεν, ὁ βοηθεῖν ἑαυτῷ μὴ δυνάμενος; Ὃ γάρ τις ἔχει ἐκ φύσεως τοῦτο λαχών, ἢ πρὸς ἑτέρου λαβὼν καὶ φυλάξας ἀμείωτον, τάχα ἂν ἠδύνατο καὶ πρὸς ἄλλων ἐκτείνειν μετάδοσιν· ὁ δὲ μὴ ἔχει, πῶς ἑτέροις διδόναι δυνήσεται;

Καὶ τούτων οὕτω κειμένων, πολλοὺς τὸ εἰδεχθὲς τοῦτο δαιμόνιον ταῖς ἀπάταις παρέσυρεν, καὶ προσκαθῆσθαι αὐτοῦ τῷ βωμῷ ἐλπίδι ῥώσεως ἢ προφητείας ἀνέπειθεν, οὐ μόνον ἀπίστους καὶ πάντη τοὺς αὐτοῦ προκειμένους κελεύσμασιν, ἀλλὰ καὶ πιστοὺς καὶ Χριστοῦ τὰ σύμβολα φέροντας. Δεινὸν γὰρ ἡ κακία πρὸς ἑαυτὴν ἕλκουσα τὸν ἄκακον, τάχα δὲ καὶ τὸν ἀραρότως πρὸς τὰ κρείσσονα νεύοντα, εἰ μὴ Θεὸν φύλακα τῆς αὐτοῦ κτήσαιτο νεύσεως. Ἄλλως δὲ καὶ οἱ τούτου τοῦ ἄστεως ἔκγονοι πολὺ τὸ ἀκέραιον ἔχοντες, καὶ μᾶλλον ἐν ἁπλότητι γνωριζόμενοι, εὐχερῶς τῶν ἀρίστων ἐπὶ τὰ χείρω μεθίστανται, καὶ ῥᾳδίως βλαβεροῖς παραφθείρονται, καὶ δυσχερῶς ἐκ τῶν ἡττημάτων ἀνάγονται, τὸν πολυόμματον νοῦν οὐκ εὐόμματον ἔχοντες.

Ὅθεν καὶ Παῦλος τοιούτους τοὺς Γαλάτας θεώμενος, «Θαυμάζω, φησίν, πῶς οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ·» καὶ μετὰ πολλὴν διδασκαλίαν καὶ σοφωτάτην παραίνεσιν εἰκότως αὐτοῖς ἐμαρτύρησεν τὸ ἀνόητον· Ἑβραίους δὲ βλέπων ἔτι χρῄζοντας γάλακτος, καὶ ἀγύμναστα τὰ τῆς ψυχῆς αἰσθητήρια πρὸς διάκρισιν καλοῦ τε καὶ τοῦ χείρονος ἔχοντας, νοθροὺς ἀξίως καὶ νηπίους ὠνόμασεν· Κορινθίοις δὲ τοῖς προληφθεῖσιν συμφρονεῖν κινδυνεύουσιν, «Μή πως ὡς ὁ ὄφις φοβοῦμαι, φησίν, ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθείρῃ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν.» Ἡ δὲ σοφία τὸν ἄκακον νοῦν εὐμαρῶς, φησίν, μεταλλάσσεσθαι, καὶ διὰ τοῦτο διδόναι πανουργίαν ἀκάκοις, παισὶν δὲ καὶ νέοις τὸ φρόνημα, αἴσθησίν τε καὶ ἔννοιαν ἐπαγγέλλεται.

Ἀλλ’ ὁ θεσπέσιος Κύριλλος ὁ ποιμὴν ὁ καλὸς καὶ Χριστοῦ τοῦ καλοῦ ποιμένος μαθητὴς καὶ ἀκόλουθος, ὁ ἀεὶ τῷ τῆς ἡμέρας καύματι συγκαιόμενος, καὶ τῷ παγετῷ τῆς νυκτὸς συμπηγνύμενος, καὶ τῶν ὀμμάτων τὸν ὕπνον ἀφιστῶν καὶ τροπούμενος, ἵνα ἀγρύπνοις ὄμμασιν καὶ ἐγρηγορῶτι νῷ φυλάττῃ τὰ πρόβατα, καὶ μὴ κλέπτοιντο καὶ θύοιντο καὶ ἀπόλλοιντο μηδὲ θηριάλωτα γίγνοιντο—οὕτω γὰρ καὶ τὸν φθορέα καὶ θῆρα Νεστόριον, λῃστὴν ὁμοῦ καὶ λύκον ἐφώρασεν, καὶ τῆς μάνδρας ἐδίωξεν, καὶ τῆς ποίμνης ἀπήλασεν ἄπρακτον, τὰ πρόβατα φυλάξας ἀλώβητα—, Κύριλλος ὁ Θεοφίλου τοῦ θείου καὶ τῆς ἀρχῆς καὶ τοῦ ζήλου τυγχάνων διάδοχος, τὴν ἀπάτην βλέπων τοῦ δαίμονος, καὶ τῶν πιστῶν τὴν βλάβην θεώμενος, τοῦ Σωτῆρος ἱκέτης ἐγένετο, καὶ παῦσαι τὸ κακὸν ἐλιτάνευεν, τοῦ τε δαίμονος καταργῆσαι τὰ φάσματα, καὶ τελείαν τῷ λαῷ παρασχεῖν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ τῆς αὐτοῦ θεογνωσίας τὸν ἔρωτα· ὁ Θεὸς δὲ θᾶττον τὰς τοῦ θεράποντος δεήσεις δεξάμενος, καὶ τὸ τῆς καρδίας θέλημα δέδωκεν, καὶ τὰς ὑπὲρ τῶν πιστῶν αἰτήσεις ἐπλήρωσεν. Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· θέλημα γὰρ ὄντως τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται· ἐπειδήπερ ἐγγὺς πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ καθέστηκεν· καὶ τοῦ μὲν δαίμονος ἔθραυσεν τὴν ἐνέργειαν, τοῦ δὲ λαοῦ τὴν ἀσθένειαν ἐθεράπευσεν.

Ἑνὶ γὰρ δικαίῳ ὁ Θεὸς χιλίους χαρίζεται καὶ λαῷ πολλάκις εὐσεβῶς ἱκετεύοντι. Οὕτω γὰρ καὶ τῷ Λὼτ τὴν πόλιν ὁλόκληρον ἐχαρίσατο ἐπὶ τῇ αἰτήσει θαυμάσας αὐτοῦ καὶ τὸ πρόσωπον· καὶ τῷ Μωϋσεῖ τὸν Ἰσραὴλ ἁμαρτάνοντα πολλάκις δεδώρηται· οὕτω καὶ Κυρίλλῳ Θεὸς δικαίῳ τυγχάνοντι, καὶ κατὰ Λὼτ αὐτοῦ καὶ Μωϋσέα θεράποντι, πόλιν ὅλην καὶ ὅλον λαὸν ἐδωρήσατο.