Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην

Σωφρόνιος Ἱεροσολύμων

Το ιερό τέμενος, το πλήθος των ιαμάτων και η έναρξη της αφήγησης

Η θαυμαστή τοποθεσία του ναού, η αδυναμία καταμέτρησης των ιαμάτων, η πρόθεση καταγραφής σύγχρονων θαυμάτων και η επιστροφή στην προσωπική εμπειρία του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 8 από 8

Πέμπτον ἐτελεῖτο τοῖς μάρτυσιν τὸ καὶ νῦν παραδόξως τελούμενον καὶ εἰς ἀεὶ Θεοῦ χάριτι τελεσθησόμενον καὶ πρὸ τῆς τοῦ παντὸς συντελείας οὐ συντελούμενον, ὃ καὶ πάντες ἴσασιν ὅσοι τοὺς μάρτυρας ἴσασι καὶ τῆς αὐτῶν ἀπολαύουσι χάριτος, ὅσοι καὶ τὸ τέμενος ἐθεάσαντο, καὶ τὴν σορὸν αὐτῶν ἠσπάσαντο τὴν πολύευκτον· ἔστιν δὲ καὶ τὸ τεράστιον, τῶν ἁγίων τὸ τέμενος παραδόξως ἱστάμενον καὶ πάντας ἐκπλῆττον τῷ θαύματι. Ἐπ’ ἠϊόνος γὰρ οὐχ ὑψηλῆς οὐδὲ στερρᾶς ᾠκοδόμηται, καὶ μεσιτεύει ψάμμῳ καὶ κύμασι, τὰς ἑκατέρων ὁρμὰς προσδεχόμενον, καὶ κατευνάζον ὡς μεσίτης τὸν πόλεμον· πρὸς ἕω μὲν γὰρ ἔχει βρυχωμένην τὴν θάλατταν, καὶ τὴν ψάμμον πορθεῖν ἐπιοῦσαν· πρὸς δὲ δυόμενον ἥλιον, τῆς ψάμμου τὸν σκόπελον, πολεμίως ἐφορμῶντα τοῖς κύμασιν καὶ χερσὸν τὴν ὑγρὰν ἐπισπέρχοντα.

Ἀλλ’ οὔτε τὸ ὕδωρ ἐᾷ τῇ ψάμμῳ συμπλέκεσθαι, οὔτε τὴν ἅμμον τοῖς ὕδασιν μίσγεσθαι, μεθόριον ὥσπερ ἑκατέρων φανὲν καὶ χαλινὸν αὐτοῖς τὸν οἰκεῖον προτεῖνον θεμέλιον. Εἰς ὕψος δὲ πολὺ ἐπαιρόμενον καὶ τῷ αἰθέρι συνάπτον τὸν ὄροφον, ποθεινὸν ὑπάρχει τοῖς πλέουσιν· ἐκ πολλῶν γὰρ σταδίων φαινόμενον, τοὺς μὲν εἰς Ἀλεξάνδρειαν πλέοντας τοῦ πελάγους φανέντας προσδέχεται, καὶ τέρψιν αὐτοῖς οὐ τὴν τυχοῦσαν χαρίζεται, προμηνύον ὡς ἐγγὺς τὸ ποθούμενον· τοὺς δὲ ταύτην ἐκπλέοντας μέχρι πολλοῦ προπέμπει βλεπόμενον, καὶ σωτηρίοις ἐφοδιάζει δωρήμασιν.

Τὰ δὲ τοῖς ἁγίοις ἐντεῦθεν τερατουργούμενα τίς ἱκανὸς ἀριθμήσασθαι, ἢ γλώττῃ τολμηρᾷ διηγήσασθαι, ἢ πολυρρήμονι φθέγξασθαι στόματι; Ἀνθρώπων μὲν οὐδείς, οὐδὲ εἰ δέκα μὲν εἶεν γλῶτταί τινι, δέκα δὲ στόματα, ψυχήν τε χαλκείαν καὶ φωνὴν ὁ τοιοῦτος ἄρρηκτον κτήσαιτο· μόνος δὲ Θεὸς ὁ καὶ τοσαύτην αὐτοῖς ἰσχὺν δωρησάμενος καὶ ἐξ ἀϊδίου προθεσπίσας τὰ δι’ αὐτῶν εἰς δόξαν αὐτοῦ πραχθησόμενα, ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, ὁ χειρὶ μὲν τὸ ὕδωρ μετρῶν, καὶ τῇ σπιθαμῇ τὸν οὐρανόν, δρακὶ δὲ πᾶσαν τὴν γῆν, ᾧ καὶ ὑετοῦ σταγόνες ἠρίθμηνται, καὶ βόλοι δρόσου μεμέτρηνται, καὶ ψάμμου προέγνωσται ψήγματα, δι’ οὗ λεπροὺς καθαρίζουσιν, χωλοὺς ποιοῦσιν ἀρτίποδας, ἀσθενεῖς θεραπεύουσιν, τυφλοῖς τὸ βλέπειν χαρίζονται, δαιμόνιά τε ἐκβάλλουσιν καὶ νεκροὺς ἐγείρουσι καὶ μάλιστα τοὺς ψυχῆς πεπονθότας τὴν νέκρωσιν· καὶ δωρεὰν πᾶσιν ἀνθρώποις παρέχουσιν τὰ δωρεὰν αὐτοῖς δοθέντα χαρίσματα· πλεῖστά τε ὄντα καὶ ἄπειρα, καὶ ἡμέρας ἑκάστης καὶ ὥρας αὐξόμενα, καὶ ζυγὸν ἀριθμοῦ μὴ δεχόμενα, λέγειν ἀδύνατον· ἀεὶ γὰρ τοῖς δευτέροις τὰ φθάσαντα σκέπεται, καὶ ταῦτα τοῖς ἐπιοῦσιν κατακαλύπτεται, λήθῃ καταχωννύμενα καὶ σιγῇ σκιαζόμενα, θαλάττιόν τι καὶ φθονερὸν ὑπομένοντα.

Ὥσπερ γὰρ ἐνταῦθα τὰ κύματα κορυφούμενά τε καὶ αὐξόμενα ὁρᾶται καὶ βλέπεται, καὶ τέρπει τοὺς ὁρῶντας καὶ βλέποντας, εἶτα προχωρήσαντα καὶ δευτέροις ὑπείξαντα εὐθὺς τῷ τῆς λήθης ἐκδίδοται ῥεύματι, καὶ ῥεῖ τῇ λήθῃ πρὶν ἢ ῥεύσῃ τοῖς ὕδασιν, καὶ σιγῇ κατακρύπτεται πρὶν ἢ κρυβῇ τοῖς ἔπειτα κύμασιν, οὕτω καὶ τῶν ἁγίων Κύρου τε καὶ Ἰωάννου τὰ θαύματα, ἐπαλλήλως ἀδιαστάτως πηγάζοντα, καὶ πλουσίως ἐκβλύζοντα, σιγῇ καλύπτει τὰ παρόντα τὰ πρότερα καὶ λήθῃ, καὶ αὐτὰ τῇ τῶν ἐπιόντων ἐφόδῳ καλύπτεται.

Ἀλλ’ εἰ καὶ οὕτω ταῦτα καὶ τοσαῦτα καθέστηκεν, ὀλίγα λίαν αὐτῶν εἰπεῖν πειρασώμεθα· συντελέσει γὰρ καὶ αὐτὰ τοῖς ἐγκωμίοις τὸν ἔρανον, προλάμπουσαν ἔχοντα τὴν ἀλήθειαν. Ὀλίγα γὰρ ὄντως εἰσὶ τὰ λέγεσθαι μέλλοντα τὸν ἀριθμὸν ἑβδομήκοντα, πρὸς πληθὺν ἀμέτρητον παραβαλλόμενα, ὥσπερ καὶ ῥανίδες ὀλίγαι καὶ εὔμετροι πρὸς πέλαγος ἀκατάληπτον συμβαλλόμεναι. Οὐ τούτοις τὴν χάριν τῶν ἁγίων, μὴ γένοιτο, περιγράφοντες, οὔτε τὰς εἰς ἡμᾶς αὐτῶν εὐεργεσίας συστέλλοντες—μὴ οὕτω τοῦ πρέποντος ἐκμανείημεν—, ἀλλ’ ἀπόδειξιν αὐτὰ τῶν ἐγκωμίων ποιούμενοι, καὶ τῆς αὐτῶν εὐφημίας ἀσάλευτον σύστασιν. Διὸ καὶ μέρος αὐτὰ τῶν ἐπαίνων τιθέμεθα, ὄροφον ὥσπερ τῷ λόγῳ στεγανὸν προμηθούμενοι, ὡς ἂν μὴ ταῖς τῶν ἀπίστων ἀθυροστόμοις βολαῖς καταστάζοιτο, καὶ δι’ αὐτῶν ἐμφράττοντες τῶν τοῖς εἰδώλοις προστετηκότων τὰ στόματα.

Διὰ τοῦτο γὰρ οὔτε θαυμάτων παλαιῶν μνημονεύσομεν, οὔτε τῶν πρὸ πολλοῦ γεγονότων καιροῦ ποιησόμεθα τὴν διήγησιν, ἵνα μὴ τῇ συμμαχίᾳ τοῦ χρόνου φραττόμενοι δυνηθεῖεν οἱ θεοστυγεῖς αὐτὰ παραγράψασθαι· ἀλλὰ τὰ ἐν τοῖς ἡμετέροις καιροῖς γενόμενα γράψωμεν, ὧν τινὰ μὲν ἡμεῖς τεθεάμεθα, τινὰ δὲ παρ’ ἑτέρων θεασαμένων ἠκούσαμεν· οὐ μὴν ἀλλὰ καὶ οἱ πλείους τῶν πεπονθότων, μᾶλλον δὲ θεραπευθέντων ἔτι τῷ βίῳ τούτῳ τῷ καθ’ ἡμᾶς περιλείπονται, καὶ τοῦτον τὸν ἥλιον βλέπουσιν, καὶ τοῖς παροῦσι κέχρηνται πράγμασιν, καὶ μαρτυροῦσιν ἡμῖν τὴν ἀλήθειαν, αὐτοὶ ταῦτα πρὸς δόξαν μὲν Θεοῦ, τιμὴν δὲ τῶν ἁγίων οἰκείοις διηγούμενοι στόμασιν· τινὲς δὲ καὶ πρὸς Κύριον ἐξεδήμησαν, καὶ τῶν τῇδε πραγμάτων ἐλύθησαν, πολλοῖς καὶ αὐτοὶ τὰ καθ’ αὑτοὺς ἀπαγγείλαντες, καὶ μάρτυρας ἡμῖν τῶν λεχθησομένων ἀψευδεῖς τοὺς ἰδόντας τε καὶ ἀκούσαντας καταλείψαντες.

Ἀλλ’ εἰ καὶ τῶν παλαιῶν εἰς ἔρευναν ἑαυτοὺς ἐμβαλεῖν ἠβουλόμεθα, καὶ κἀκείνων τινὰ τῷ γράμματι διηγήσασθαι, οὐκ ἂν ἡμᾶς Ἕλληνες ψευδοεποῦντας ἐλέγχειν ἠδύναντο, τούτοις αὐτοὶ καὶ τοῖς εἰς ἀεὶ πρὸς τῶν ἁγίων γιγνομένοις σαφῶς ἐλεγχόμενοι. Ἡ γὰρ τῶν εἰς ἀεὶ πραττομένων θέα καὶ τῶν ἔναγχος γεγονότων διήγησις, καὶ τοῖς παλαιοῖς τὴν πίστιν παρεῖχον ἄτρωτον· καὶ ἡμῖν ἐπετείχιζον τὴν ἀλήθειαν, καὶ τοῖς βδελυροῖς εἰδωλολάτραις τὸ ἀπιστεῖν τοῖς λεγομένοις ἀπέκλειον. Τοῖς παλαιοῖς οὖν τὰ παλαιὰ σεμνολογεῖν καταλείψαντες, ἅτε τοῖς αὐτῶν καιροῖς ἀναλάμψαντα, καὶ τοὺς τότε παρόντας εὐφραίνοντά τε καὶ σεμνύνοντα, αὐτοὶ τὰ νεωστὶ γεγονότα καὶ ἐν τοῖς ἡμετέροις καιροῖς ἐπομβρήσαντα λέξωμεν καὶ τοῖς ἰδίοις ἡμῶν καλλωπισώμεθα. Ἴδια δὲ καὶ τὰ τῷ χρόνῳ πρεσβύτερα, ὅτι Χριστὸς οὐ μεμέρισται, ὁ ταῦτά τε κἀκεῖνα διὰ τῶν ἁγίων τευξάμενος, καὶ τὰ μέλλοντα πάλιν ἡμῖν δι’ αὐτῶν παρεξόμενος. Ἴδιοι δ’ αὖ καὶ ἡμέτεροι καὶ οἱ δράσαντες αὐτὰ θεσπέσιοι μάρτυρες, καὶ οἱ τοῖς τῶν μαρτύρων θαύμασιν κατ’ ἐκεῖνο καιροῦ πιστοὶ σεμνυνόμενοι, ἵνα μὴ πάλιν ἡμᾶς οἱ ἐπάρατοι ἀπορίᾳ νέων θαυμάτων τὰ παλαιὰ διεξέρχεσθαι λέγωσιν.

Δεινοὶ γὰρ οἱ ἀνόσιοι καὶ ἀναίσχυντοι καθεστήκασιν, συσκιάζειν μὲν τὴν ἀλήθειαν, ἀντ’ αὐτῆς δὲ τὸ ψεῦδος προβάλλεσθαι, καὶ τὸ ψεῦδος ἀληθεύειν παρὰ τοῖς ἀνοήτοις ἐργάζεσθαι, καὶ τούμπαλιν ψεύδεσθαι τὴν ἀλήθειαν, εἰ καὶ τὰ μάλιστα ταῖς τῶν ἀεὶ γιγνομένων θαυμάτων νιφάσι ψευδηγοροῦντες ἁλίσκοιντο. Ἀνθρώπων μὲν γὰρ ἄγνωστος οὐδείς, ὡς οἶμαι, καθέστηκεν τῆς ἱερᾶς Κύρου καὶ Ἰωάννου δυνάμεως, ἣν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς καὶ Σωτὴρ Ἰησοῦς Χριστὸς κατὰ πάντων ἁπλῶς τῶν παθῶν ἐχαρίσατο, πρὸς καύχημα πιστῶν καὶ ἀσφάλειαν, καὶ τῆς καθολικῆς Ἐκκλησίας οἰκοδομὴν καὶ βεβαίωσιν.

Ἀλλὰ πάντες οἱ μὴ παρόντες τῷ σώματι, ὡς παρόντες καὶ βλέποντες ἴσασιν, χῶρον ὅσοι τουτονὶ τὸν ἐπίγειον ναίουσιν· εἰς πᾶσαν γὰρ ὄντως τὴν γῆν ὁ φθόγγος ὁ περὶ αὐτῶν ἐξελήλυθεν, καὶ εἰς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα, τὰ περὶ τούτων ἀφίκετο ῥήματα. Οὐ γὰρ περὶ μόνων τῶν ἀποστόλων τοῦτο βοᾷν τὸν Ψαλμῳδὸν ἐκδεξόμεθα, ἀλλὰ καὶ περὶ πάντων τῶν ζηλωσάντων αὐτῶν τὴν ἀθάνατον μίμησιν. Ὅθεν καὶ ἡμεῖς ἀκροαταὶ μόνον πρὸ τούτου τῆς αὐτῶν ἐτυγχάνομεν χάριτος, ὡς καὶ πάντες οἱ μακροῖς ἀφεστῶτες τοῦ τεμένους αὐτῶν διαστήμασιν· νῦν δὲ καὶ θεαταὶ τῆς τῶν ἀκουσμάτων ἀληθείας γεγόναμεν, ὀφθαλμικοῦ νοσήματος ἕνεκα προσελθόντες αὐτοῖς, ὡς προείρηται, καὶ αὐτοὶ μὲν τὴν ὑγείαν δρεψάμενοι, καὶ τρυγῶντας ἄλλους τὰς ἰάσεις θεώμενοι. Ἀλλ’ ὁ μὲν προφήτης τὴν λύραν τὴν ἱερὰν ἁρμοσάμενος, «καθάπερ ἠκούσαμεν, οὕτως καὶ ἴδομεν,» πρὸς τὴν παλαιὰν Ἱερουσαλὴμ βοάτω τοῖς ᾄσμασιν· ἡμεῖς δὲ πρὸς τοὺς μάρτυρας φήσωμεν· βραχέα περὶ ὑμῶν τοῖς ὠσὶν ἐπυθόμεθα, ὧν τοῖς ὄμμασιν ἴδομεν, καὶ σταγόσι μικραῖς ἐδροσιζόμεθα πρότερον, αἷς αἱ γλῶτται νεφέλας μιμούμεναι τοῦ μαρτυρικοῦ τῶν ὑμετέρων ἰάσεων ἀνιοῦσαι πελάγους ὑέτιζον. Τούτου δὲ ἡμεῖς αὐτόπται τοῦ πελάγους γενόμενοι, κἀν τοῖς αὐτοῦ νηξάμενοι νάμασιν, μετὰ τοῦ Ἰὼβ πρὸς ὑμᾶς τὰς τούτου πηγὰς ἀνακράξομεν.

Ἀκοὴν μὲν ὠτὸς ἠκούομεν ὑμῶν μόνον τὸ πρότερον, νυνὶ δὲ τοῖς ὀφθαλμοῖς ὑμᾶς ἑωράκαμεν. Ἅπερ οὖν παρόντες τοῖς ὄμμασιν ἴδομεν, καὶ τοῖς ὠσὶν ἀκηκόαμεν, ταῦτα καὶ γράψομεν· καὶ τοῖς μακρὰν διεστῶσιν τοῖς σώμασιν, καὶ τοῖς μεθ’ ἡμᾶς γίνεσθαι μέλλουσιν παραπέμψομεν· δεῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, τῷ προφήτῃ Δαβὶδ συμφθεγγόμενοι· καὶ τὸν πιστὸν λεὼν διεγείροντες συναθροίσωμεν πρὸς τὴν τῶν θεόθεν διὰ Κύρου καὶ Ἰωάννου γιγνομένων τεράτων ἀκρόασιν. Φέρε δὴ οὖν, φέρε, πάλιν τὰς τῶν ἁγίων εὐχὰς ἀρωγὴν ἐνδυσάμενοι, τῇ διηγήσει τῶν θαυμάτων αὐτῶν ἐγχειρήσωμεν, ἐν ἅπασιν σύμμαχον τὴν ἀλήθειαν καὶ μάρτυρα τῶν λεγομένων ποιούμενοι.