Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Ο έλεγχος της αστρολογίας, της αλαζονείας και της απιστίας

Η καταδίκη της αστρολογικής πλάνης του Νεμεσίωνος, ο σωφρονισμός της Αθανασίας που αμφισβήτησε τους μάρτυρες, και η παιδαγωγική ταπείνωση του ιατρού Γεσίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 12

Περὶ Ἰουλιανῆς τῆς τυφλῆς, καὶ Ἰουλιανῆς τῆς καταφορητικῆς [1] Θαύματι διττῷ καὶ ἐξέχοντι θαῦμα διττὸν προσαπτήσωμεν, οὐκ ἐφ’ ἑνὶ προσώπῳ γενόμενον, ἀλλ’ ἐπὶ δύο, φύσεως μιᾶς καὶ ἑνὸς τυχοῦσιν ὀνόματος· καὶ φύσις μὲν ἦν αὐτοῖς ἡ τοῦ θήλεως, Ἰουλιανῆς δὲ τῆς μάρτυρος ὑπῆρχε τὸ ὄνομα. Γυναίων γὰρ δυὰς προσηγορίαν μίαν κομίζουσα, δύο δὲ κρατουμένη νοσήμασι, τοῖς ἁγίοις προσέρχεται· ἀμφότεραι μὲν Ἰουλιαναὶ καλούμεναι, κοινὸν μὲν ὄνομα φέρουσαι, οὐ κοινὸν δὲ τὸ νόσημα, οὐδὲ τὸ κατὰ κόσμον ἀξίωμα. [2] Ἐν πλούτῳ γὰρ ἡ μὲν ἐγνωρίζετο, ἡ δὲ πενίαν ἔσχε συνέστιον· καὶ ἡ μὲν δεινῶς ἠσθένει τὸν θώρακα καταφορητικῇ διαθέσει δουλεύουσα, ἡ δὲ τοὺς ὀφθαλμοὺς ἀπεκλείετο τύφλωσιν ἀπαρηγόρητον ἔχουσα· καὶ ἡ μὲν ἰατροὺς ἐκάλει πρὸς ἴασιν, ἡ δὲ καὶ τῆς τούτων ψυχαγωγίας καὶ τοῖς νοσοῦσιν ποθεινῆς ἐπισκέψεως διὰ πτωχείαν ἐστέρητο. Ἔσχον δὲ κοινὸν τῶν παθῶν τὸ ἀνίατον, εἰ καὶ τὴν Μαρκελλίνου μὲν ἰατροὶ (οὕτω γὰρ ἐκαλεῖτο τῆς καταφορητικῆς καὶ πλουσίας ὁ σύμβιος), τὴν πτωχοτέραν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἀπολέσασαν τῶν Ἀσκληπιάδων οὐδεὶς ἐπεσκέπτετο.

Ἐπ’ ἀληθείας γὰρ κατὰ Σολομῶντα τὸν ἐν σοφίᾳ πολὺν καὶ ἀμέτρητον καὶ χύμα καρδίας θαλάττιον ἔχοντα, Φίλοι πλουσίων πολλοί, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὄντος αὐτῷ λείπεται· καὶ ταῦτα μὲν ὁ Σολομὼν ὡς ἔχει τὰ πράγματα γέγραφεν. [3] Τὰ δύο δὲ ταῦτα γύναια, ἡ μὲν οὐκ ἔχουσα χρήματα δι’ ὧν ἰατροὺς προσκαλέσηται, ἡ δὲ πολλὰ δαπανήσασα χρήματα καὶ μηδὲν ἑαυτὴν ὠφελήσασα, ἐπὶ Ἰωάννην καὶ Κῦρον τοὺς πανσθενεῖς ἰατροὺς καὶ χρημάτων οὐ χρῄζοντας, οὐδ’ ἐπὶ χρυσῷ τοὺς ἀσθενεῖς θεραπεύοντας ἔρχονται.

Ὧν λέξω τὴν ἴασιν, ἐπειδὴ τὴν ἀσθένειαν εἴπομεν (αὕτη γὰρ λείπεται), μετὰ τὴν πρὸς τὸ τέμενος ἄφιξιν. Πρὸ γὰρ τῆς αὐτοῦ θέας καὶ τῆς εἰς τοὺς ἁγίους ἀφίξεως ἀσθενοῦμεν οἱ ἄνθρωποι, καὶ δεινοῖς πολλάκις κατεχόμεθα πάθεσιν· τοῦτο δὲ βλέποντες, καὶ τοῖς οἰκοῦσι προσπίπτοντες μάρτυσι, πᾶσαν νόσον καὶ πᾶσαν ἀσθένειαν εὐθὺς ἀπορρίπτομεν. [4] Ἐλθοῦσαι γοῦν περὶ ὧν ἐλέγομεν εἰς τὸ τέμενος, τὴν ῥῶσιν ᾔτουν τοῦ νεὼ τοὺς οἰκήτορας κἀνθάδε τοῖς οἰκείοις ἀξιώμασι χρώμεναι. Ἡ μὲν γὰρ τὸν ὄγκον οὐκ ἀποβαλοῦσα τὸν μάταιον, οὔτε τὸ ἐκ πλουσίου θεομίσητον φύσημα, ἐπὶ κλίνης πρὸ τοῦ μνήματος ἔκειτο· ἡ δὲ ἔξω πρὸ τοῦ πυλῶνος ἐκβέβλητο, κατὰ τὸν πένητα καὶ πτωχὸν καὶ τοῦ Ἀβραμιαίου κόλπου σύγκληρον Λάζαρον.

Οἱ δὲ μάρτυρες ἴσως ἀμφοτέραις ἐφαίνοντο, τῆς μὲν τὸν τύφον παιδεύοντες, τῆς δὲ τὴν ψυχικὴν παρηγοροῦντες ταπείνωσιν· ἑκατέραις δὲ τὰς ἰάσεις δωρούμενοι. [5] Τῇ μὲν γὰρ καταφορητικῇ καὶ ἀλαζονικὸν ἐχούσῃ τὸ φρόνημα, Τί κατείληφας, ἔλεγον, τὸν σηκὸν τὸν ἡμέτερον; Ἀποκριθείσης δέ, ὡς Ὑγείας τυχεῖν ἐπιθυμοῦσα καὶ ῥώσεως· Εἰ θέλεις, φασίν, ταῦτα πρὸς ἡμῶν, ἅπερ εἶπας, κομίσασθαι, ἀποβαλοῦ σου τὸν κράβατον καὶ εἰς τοὔδαφος ἀνακλίθητι· καὶ τοῦτό σοι ψυχικοῦ πάθους καὶ σωματικοῦ γενήσεται φάρμακον. Ἰουλιανῇ δὲ τῇ πενιχρᾷ καὶ χερνήτιδι ταῦτα φανέντες εἰρήκασιν· κροκοδίλου κρέας ἐνέγκασα πυρὸς ἄνθραξιν ὄπτησον, καὶ τοῦτο πολὺ ἐν θυΐᾳ λεάνασα καὶ ξήριον ποιήσασα, τοὺς ὀφθαλμούς σου τοὺς πεπονθότας ἐπίχρισον. [6] Καὶ ταῦτα μὲν ἀμφοτέραις οἱ ἅγιοι κατ’ ὄναρ φανέντες ἐκέλευσαν.

Αἱ δὲ τῶν ὕπνων ἀφέμεναι, τὰ θεσπισθέντα θᾶττον ἐπλήρωσαν, καὶ τὰς ἐπὶ τοῖς προστάγμασιν ἐπαγγελθείσας ἰάσεις ἐδρέψαντο. Καὶ τῇ μὲν ἤρκεσεν ἡ χαμαικοιτία πρὸς ἄκεσιν, τῇ δὲ τὸ ἐκ κροκοδίλου κεκαυμένον βοήθημα.

Ἅμα γὰρ ἡ τὸν θώρακα πάσχουσα ἐπὶ γῆς ἀνεκλίθη λιποῦσα τὸν κράβατον, τοῦ πάθους ἀπήλλακτο· ἅμα δὲ καὶ ἡ τυφλὴ τοῖς ὀφθαλμοῖς ἐπιβαλοῦσα τὸ ξήριον, ἀνέβλεψεν. Ἡμεῖς δὲ σὺν ἄμφω τοὺς ἰατροὺς εὐφημήσαντες, τῆς τῶν λοιπῶν θαυμάτων ἀπαγγελίας φροντίσωμεν.

Περὶ Ἐλπιδίας τῆς ἐχούσης αἱμόρροιαν [1] Μόλις τὴν Ἐλπιδίαν εὑρήκαμεν· ἐν τῇ πληθύϊ γὰρ αὕτη τῶν ἰαθέντων ἐκρύπτετο, τὴν θεραπείαν μὲν τοὺς ἁγίους συλήσασα, δεδοικυῖα δὲ καὶ διὰ τοῦτο καὶ τρέμουσα· κατ’ ἐκείνην τάχα τὴν ἐπὶ τοῦ Σωτῆρος αἱμορροοῦσαν λανθάνουσα. Ἐδεδίει γὰρ καὶ αὐτὴ σαφῶς, μήπως οἱ συληθέντες τὴν ἴασιν νοήσωσι μάρτυρες, καὶ φανερὰν αὐτὴν τοῖς πᾶσι ποιήσωσιν, ὥσπερ κἀκείνην ὁ Κύριος, αὐτόν τε λανθάνειν καὶ πάντας νομίσασαν ἐφανέρωσεν. Ἀλλ’ οὐκ ἔλαθεν οὐδ’ αὕτη νῦν τοὺς ἀκέσαντας, ὡς οὐδ’ ἐκείνη τότε τὸν Κύριον. Οἱ γὰρ ἅγιοι ἐν μέσοις τοῖς ὄχλοις κρυπτομένην αὐτὴν θεωρήσαντες, πάντων εἰς μέσον καὶ μὴ θέλουσαν ἄγουσιν, καὶ πάντων ἐν ὄψεσι θριαμβεύουσιν· οὐχ ὥς τι τῶν ἀτόπων ποιήσασαν, ἀλλ’ ὡς πίστει τὴν σωτηρίαν κερδάνασαν, καὶ πρὸς αὐτῶν εἰκότως ἀκούουσαν·

Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην. [2] Ἐλπιδία γὰρ τουτὶ τὸ πιστότατον γύναιον, τὸ τῆς αἱμορροίας ἔσχεν ἀρρώστημα, ὑφ’ οὗ δεινῶς κατετήκετο καὶ μᾶλλον ἀφειδῶς ἀνηλίσκετο, πηγὴν στελλομένην τοῦ πάθους οὐκ ἔχουσα, οὐκ ἀεννάου νάματος, ἀλλὰ βρύοντος αἵματος· καὶ κρουνὸς ἀεὶ διαινόμενος, οὐκ ἀργυροειδέσι τοῖς ὕδασιν, ἀλλὰ φοινικόχρωσι στάζουσιν αἵμασιν.

Ἐντεῦθεν νεκρὰ μὲν ἐν ζῶσιν ἐφαίνετο, τοῦ ἐρυθραίνοντος ἐπιλείποντος αἵματος· ἐν νεκροῖς δὲ πάλιν οὐκ ἐλογίζετο, ἔτι τοῦ ζωτικοῦ ψυχοῦντος αὐτὴν καὶ συνέχοντος πνεύματος. [3] Ἐκ τούτου φυγεῖν θέλουσα τοῦ νοσήματος, τοὺς φυγαδεύειν αὐτὸ ἐπαγγελλομένους ἰατροὺς ἐπεδίωκεν, ἐκείνους ἀεὶ μετὰ πλείστης σπουδῆς ἀνιχνεύουσα, τοὺς δι’ ἐξοχὴν ἐνδεδυμένους τοὺς τρίβωνας, καὶ πάντα τὰ τῆς τέχνης αὐχοῦντας ἐπίστασθαι, καὶ τοὺς μανθάνειν ἐθέλοντας, ἐν ὀφρύϊ τῶν λόγων ὡς ἐν εἰδήσει τῶν ἔργων διδάσκοντας· οὓς εὐθηνοῦντας μὲν ἀνὰ τὴν πόλιν ὡς ἤθελεν εὕρισκεν, σπανίζοντας δὲ πρὸς ἴασιν οὐχ εὕρισκεν ὡς ἠβούλετο· ἑκάστου γὰρ αὐτῶν πεῖραν λαμβάνουσα, ὡς οὐ πειραθεῖσα πρὸς ἄλλον μετήρχετο, καὶ καθ’ ἕνα τοὺς πάντας ἀμείψασα, τὸ κατέχον αὐτὴν οὐκ ἤλαττε νόσημα. [4] Ὅτε δὲ πάντα τὸν βίον αὐτῆς καὶ τὴν ὕπαρξιν εἰς ἰατροὺς ἐδαπάνησε, καὶ τὸ πάθος φυγεῖν οὐκ εὐπόρησε, οὔτε παραμυθίαν τινὰ ταῖς ἀλγηδόσι πορίσασθαι, εἰ καὶ τὴν ἀπορίαν πάντων ἀναλωθέντων εἰς αὐτοὺς ἐπορίσατο, ἐπὶ Κῦρον καὶ Ἰωάννην ἠρέμα πως ἔρχεται, κλέψαι μελετῶσα τῇ πίστει τὴν ἴασιν. Εὔκαιρον δὲ καιρὸν πρὸς τὴν κλοπὴν ἀναμένουσα, καὶ τὴν ὥραν φυλάττουσα καθ’ ἣν συλῆσαι τὴν θεραπείαν ἠδύνατο, νυσταγμῷ βαθεῖ καταφέρεται καὶ ὕπνῳ συλᾶται, πρὶν ἢ συλήσει τοὺς μάρτυρας· καὶ κλέψαι τὴν ἴασιν θέλουσα, αὐτὴ τοὐναντίον ἐκλέπτετο.

καὶ κλαπεῖσα πάλιν περὶ τῆς κλοπῆς ἐβουλεύετο. Ἀλλ’ ἰδοῦσα τούτους, ὡς ἀκουσίως ἐκάθευδε, τὴν κλοπὴν ἐφοβήθη ποιήσασθαι· διορύξαι γὰρ τὸν θησαυρὸν οὐκ ἐθάρσησε, ἀλλήλους βλέπουσα τοὺς ἁγίους φυλάττοντας, καὶ μὴ δυναμένους ὑπό τινος εἰ μὴ θέλοιεν, κλέπτεσθαι. [5] Αὐτοὶ δὲ τὸν σκοπὸν τοῦ γυναίου νοήσαντες, καὶ τὴν πίστιν ἀποδεξάμενοι καὶ τὴν φανερωθεῖσαν αὐτοῖς καὶ γνωσθεῖσαν εὐλάβειαν, πρὸς αὐτὴν παραγίνονται, καὶ τῆς ῥώσεως τὸ δῶρον χαρίζονται, καὶ τοῦ πάθους τὴν τριπόθητον ἴασιν· οὐχ ὡς ἀγνοοῦντες συλούμενοι (ὡς λέγειν τινὲς ἐπὶ τοῦ Σωτῆρος ἐτόλμησαν, εἰς οὐρανὸν τὸ στόμα τιθέμενοι, καὶ ἀδικίαν εἰς ὕψος φθεγγόμενοι, καὶ τῇ γλώττῃ τὴν γῆν διερχόμενοι, καὶ κάκιστα λέγοντες· Πῶς ἔγνω ὁ Θεός; καὶ Εἰ ἔστιν γνῶσις ἐν τῷ Ὑψίστῳ;

Οἳ τοῖς εἰποῦσιν αὐτῷ, Διὰ τί σύ, ἄνθρωπος ὤν, ποιεῖς ἑαυτὸν Θεόν; συνταχθήσονται, καὶ τὴν κληρουχίαν αὐτοῖς τοῦ ἄφρονος συμμερίζονται), ἀλλ’ ἐν γνώσει φιλανθρώπῳ τὰς ἰάσεις παρέχοντες, ὡς ἐκ πάντων αὐτῶν τῶν θαυμάτων μανθάνομεν. [6] Ἐπιστάντες οὖν, ὡς ἐλέγομεν, μυρσίνην ἐν οἴνῳ βαλεῖν, καὶ τοῦτον πιεῖν ἐπιτάττουσιν. Ἡ δὲ μετὰ τὸν ὕπνον τοῦτο ποιήσασα, εὐθέως ἰᾶτο τῆς μάστιγος. Τὸ γὰρ αἷμα τὸ ἀπ’ αὐτῆς ἀστάτως ῥέον, τῆς τοῦ φαρμάκου παρουσίας αἰσθόμενον ἵστατο· καὶ τούτου διὰ στόματος καταρρέοντος, αὐτὸ καταρρεῖν ἐκωλύετο, στάσιν ἀντὶ ῥεύσεως παιδευόμενον, καὶ φύσιν ἔκλυτόν τε καὶ ἄστατον, εἰς σταθηρὰν καὶ στερέμνιον ἀλλαττόμενον, μᾶλλον δὲ παντελῶς συστελλόμενον, καὶ τὸ εἶναι καὶ ῥεῖν καθόλου παυόμενον. Ἐλπιδία μὲν οὕτω τῆς ῥώσεως ἔτυχε καὶ τὴν ὑπὲρ ταύτης χάριν τοῖς δεδωκόσιν προσάξασα, εἰς εἰρήνην πορεύεσθαι πρὸς αὐτῶν ἀπελύετο. Ἡμεῖς δέ, τὴν εἰρήνην εὐξάμενοι, καὶ διπλῆν τὴν χάριν ὑπὲρ εἰρήνης καὶ θαύματος Θεῷ τε καὶ μάρτυσιν ᾄσαντες, τὴν γλῶτταν ἰθύνωμεν πρὸς ἑτέραν θαυμάτων διήγησιν.

Περὶ Θεοδώρας τῆς καταπιούσης τὸν βάτραχον [1] Τὸ προλαβὸν ἀνιχνεύοντες γύναιον, καὶ τὸ τῶν ῥωσθέντων πέλαγος διαπλέοντες, καὶ τὰς ποταμηδὸν ἀγούσας ὁδοὺς διατρέχοντες, γύναιον εὕρομεν ἕτερον, πρὸ τῆς θέας τοῦ βατράχου ἐν αὐτῷ κελαδοῦντος ἀκούσαντες· καὶ ταύτην ὑμῖν σὺν τῷ βατράχῳ φέρομεν μεγαλοφώνως κηρύττουσαν τὴν ἐπ’ αὐτῆς γενομένην τερατουργίαν τοῖς μάρτυσιν.

Θεοδώρα πρὸς τῶν γονέων ἐλέγετο, καὶ ὕδωρ πίνουσα, μικρὸν κατέπιεν βάτραχον, ὃς ἐν τῇ ταύτης γαστρὶ ὡς ἐν λίμνῃ τινὶ διαιτώμενος, τὰ μὲν πρῶτα, μικρὸς ἔτι τυγχάνων, οὐχ οὕτω πικρῶς αὐτὴν ἐλυμαίνετο, στρόφους δέ τινας ἐποίει κινούμενος, ἀναλογοῦντας αὐτοῦ τῇ βραχύτητι· καὶ τούτους ἡ γυνὴ ἀπ’ ἄλλης πάσχειν αἰτίας ἐνόμιζεν, ἀγνοοῦσα τὴν τοῦ βατράχου κατάποσιν. [2] Ἐπειδὴ δὲ μέγας αὐξανόμενος γέγονεν, καὶ ἐν κοιλίᾳ τρεφόμενος ηὔξανεν, καὶ τῇ κυοφορούσῃ τὸ καινὸν τοῦτο καὶ κακόμορφον ἔμβρυον τὰς ὀδύνας συνηύξανεν, ἃς οὐκέτι φέρειν ἰσχύουσα, εἰς τοὔδαφος ἐκυλίετο, ὥραν ἀναπαύλης οὐκ ἔχουσα, καὶ ἡσυχίας καιρὸν οὐ γινώσκουσα, ὡς πάσχειν ὑπὸ πνεύματος ὑποπτεύεσθαι ἢ πάθος ἔχειν νομίζεσθαι σώματος.

Ταύτης δὲ τῆς δόξης καὶ ἰατρῶν ὑπῆρχον οἱ δόκιμοι, παντελῶς ἀπορήσαντες πρὸς τὸ νόσημα, καὶ μηδεμίαν αὐτοῦ λαβεῖν δυνηθέντες διάγνωσιν. Ὅθεν λοιπὸν ὡς δαιμόνιον ἔχουσα πρὸς τοὺς μάρτυρας ἤγετο. Καὶ αὐτῆς μολούσης εἰς τὸν ναὸν αὐτῶν τὸν πανσέβαστον, ἡ νόσος μὲν εὐθέως ἠλέγχετο· φανερὰ δὲ τοῖς πᾶσιν ἐγίνετο καὶ τῶν ἰατρῶν ἡ ἀμάθεια· καθ’ ὕπνους γὰρ αὐτῇ παραστάντες οἱ ἅγιοι μάρτυρες, ὕδωρ πιεῖν πρὸ βρωμάτων ἐκέλευον, τῇ πόσει τοῦ νάματος τὴν φυγὴν ἐπαγγειλάμενοι τοῦ νοσήματος. [3] Ἡ δὲ μετ’ ἐκεῖνον τὸν παυσόδυνον ὄνειρον, τὸ νᾶμα πέπωκεν ὡς τεθέσπιστο πρὸ τροφῆς παντοίας καὶ βρώματος· καὶ τοῦτο ποιοῦσα κινεῖται πρὸς ἔμετον, καὶ τὸν πικρὸν ἐκεῖνον ἀνήγαγεν βάτραχον, ὃν ἀγνοοῦσα κατέπιεν· καὶ δι’ ὕδατος εὑροῦσα τὸν ὄλεθρον, δι’ ὕδατος καὶ φεύγει τὸν θάνατον· τοῦτο γὰρ ἄγκιστρον οἱ φιλάνθρωποι πρὸς τὴν τοῦ θανατηφόρου βατράχου θήραν ἐχάλκευσαν καὶ τοῦ γυναίου σωτηρίαν ἀνέκφραστον, ὃ καὶ διάβολος ὁ μισάνθρωπος πρὸς ἀπώλειαν τῆς Θεοδώρας ἐχρήσατο, ἥτις παρ’ ἐλπίδα φυγοῦσα τὸν ὄλεθρον, καὶ τοῖς ζωγρήσασι μάρτυσι σωτηρίους φωνὰς προσενέγκασα, τοῦ νεὼ αὐτῶν ἀνεχώρησεν.

Ἡμεῖς δὲ κἀνταῦθα βοὰς εὐφήμους αὐτοῖς μελῳδήσαντες, μελῳδίας ἄλλης ἀφορμὴν ποιησώμεθα, ἄλλο τεράστιον τῷ παρόντι συντάττοντες.

Περὶ Θεοδώρου τοῦ κελευσθέντος ἀπὸ τῶν ἁγίων ἀσπίδα φαγεῖν [1] Θεόδωρον τὸν τῷ προλαβόντι γυναίῳ συνώνυμον, καλῶς ἡ τῶν θαυμάτων ἀκολουθία μετ’ ἐκείνο εἰς διήγησιν ἤνεγκε, καὶ τοῖς τρυφῶσιν ἐν τοῖς τῶν ἁγίων ἔργοις καὶ πράξεσιν εἰς ἑστίασιν ἀξιάγαστον προὔθηκε, οὐ μόνον ὅτι κοινὸν πρὸς αὐτὴν ἔλαχεν ὄνομα, ἀλλ’ ὅτι καὶ τὸ κατ’ αὐτὸν ἐκ μέρους ἀρρώστημα, καὶ τοῦ πάθους ἡ ἄφραστος ἴασις ἔχουσί τινα τῶν ἐπ’ ἐκείνης ἐμφέρειαν· εἰ καὶ πολλή τις ἄγαν ἀμφοτέρων ἐστὶν ἡ διάκρισις, ὡς δείξει προιὸν τὸ διήγημα. [2] Τὰ σπλάγχνα μὲν γὰρ ἔπασχεν ὁ Θεόδωρος, οὐ βατράχου τινὸς εἰς αὐτὸν ὀλισθήσαντος, καὶ τούτου νήξεσι κυκῶντός τε καὶ ταράττοντος, καὶ δεινὰς ἀλγηδόνας ἐντίκτοντος, ἀλλὰ περιεργίας ἐκ βρώματος, ἀνδρῶν οὐ καλῶν ἐγχειρήσεσιν, ὀδύνην αὐτῷ γεννώσης ἀφόρητον.

Φιλοῦμεν γὰρ οἱ τρισάθλιοι μὴ μόνον αἰκισμοῖς καὶ φονικοῖς ὀργάνοις καὶ ξίφεσιν ἀμύνεσθαι τὸ ὁμόφυλον, εἴ τι τῶν λυπούντων εἰργάσατο ἢ καὶ φθόνῳ μισαδέλφῳ κρατούμενοι, καὶ εἰ μηδὲν εἰς ἡμᾶς ἐπλημμέλησεν, ἀλλὰ καὶ φαρμακείαις αὐτὸν κατεργάζεσθαι, τὴν πρὸς τὸν πέλας φυσικὴν στοργὴν ἀπολέσαντες. [3] Εἴπερ κατὰ Μωσέα τὸν νομογράφον τὸν τῆς φιλαλληλίας εἰσηγητὴν καὶ διδάσκαλον, πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον, καὶ πᾶς ἄνθρωπος τὸ πλησίον αὐτοῦ· καὶ τῆς ὑπὲρ πάντων τῶν δρωμένων ἡμῖν ἀπολογίας παντελῶς ἐκλαθόμενοι· εἴπερ κατὰ Παῦλον τὸν νομομαθῆ, τὸν πάσης ἀρετῆς ἐργάτην καὶ κήρυκα, πάντες τῷ τοῦ Χριστοῦ παραστησόμεθα βήματι, δίκας δικαίας τιννύοντες, καὶ τὰ κατ’ ἀξίαν τῶν πράξεων ἀγαθῶν τε καὶ φαύλων λαμβάνοντες.

Καὶ ταῦτα μὲν ὡς λέλεκται καὶ πεπίστευται, πάντως ὅτι καὶ γενήσεται, κἂν ἡμεῖς οὐ βουλώμεθα κακῷ συνειδότι πληττόμενοι. [4] Θεόδωρος δὲ δεινῶς τιμωρούμενος, καὶ τῇ βρώσει τοῦ καυστικοῦ φαρμάκου τὰ σπλάγχνα φλεγόμενος, τὰ τῶν ἰατρῶν κατεπάτει συνέδρια· ἀλλ’ ὡς ἀπίει πάλιν ὑπέστρεφε, μηδὲν πρὸς αὐτῶν ὠφελούμενος· ἓν δὲ μόνον ἐκέρδαινεν ἀπιὼν καὶ ἐρχόμενος, τῆς αὐτῶν ἀπορίας τὴν εἴδησιν.

Γνοὺς δὲ πάντας ὡς οὐδὲν πρὸς τὸ πάθος ἰσχύουσιν, καὶ ἀπογνοὺς τὸ ὑπ’ αὐτῶν λυτροῦσθαι καὶ σώζεσθαι, πρὸς Ἰωάννην καὶ Κῦρον τοὺς μάρτυρας τοὺς ὄντως ἀρωγοὺς καὶ σώζειν ἰσχύοντας ἔρχεται, καὶ τῷ τούτων σηκῷ κατακλίνεται, τὴν αὐτῶν ῥοπὴν ἐκδεχόμενος. Οἱ δὲ μὴ βραδύναντες τὴν ἐπίσκεψιν (ἑώρων γὰρ τὴν νόσον ἀφόρητον), κοιμωμένῳ Θεοδώρῳ παρίστανται, καὶ φανέντες ἀσπίδα φαγεῖν ἐπιτρέπουσιν, καὶ ταύτης τῷ βρώματι φυγεῖν τὸν ἀμείλικτον κίνδυνον. Ὁ δὲ στραφείς, τῇ χειρὶ τὸ τοῦ σταυροῦ σημεῖον ἐπὶ τὸ μέτωπον ἔγραφε, καὶ πονηρὰν εἶναι φαντασίαν νομίσας τὸ ὅραμα, τῶν λεχθέντων οὐδὲν διεπράξατο. [5] Ἱκετεύοντι δὲ καὶ κλαίοντι, πάλιν ἐν ὕπνοις ὀφθέντες οἱ ἅγιοι, τὰ αὐτὰ ποιεῖν διετάξαντο. Ὁ δὲ καὶ τοῦτον αὐτῶν τὸν θεσμὸν παρεκρούσατο, μηδὲν τῶν ῥηθέντων δρᾶν ἀνεχόμενος, ἀλλ’ ἀγρίου τινὸς δαίμονος ἐφόδιον, ἀνελεῖν αὐτὸν καὶ φονεύειν σπουδάζοντος ὑπονοῶν τῶν ἁγίων τὸ πρόσταγμα.

Ὡς δὲ καὶ τρίτον φανέντες οἱ μάρτυρες τὴν ἑαυτῶν ποιεῖν οὐκ ἔπεισαν κέλευσιν, καίτοι τῷ τρισσῷ πεισθέντα τῆς ὄψεως, αὐτῶν εἶναι τὸ θέσπισμα, ἐλθόντες τὸ τέταρτον δι’ οἶκτον ἀμέτρητον καὶ θείαν συμπάθειαν, Ἐφ’ ὅσον, φασί, τὸ λεχθέν σοι πολλάκις ποιεῖν οὐκ ἠθέλησας εἰς τὴν ἡμετέραν πηγὴν πρωῒ ἀνιστάμενος ἔξιθι, καὶ τὸ ἐν αὐτῇ βρωτὸν εὑρισκόμενον ἀδιστάκτως μετάλαβε· καὶ τοῦτό σοι πρὸς πᾶσαν ἀρκέσει θεραπείας ἀπόλαυσιν. [6] Ὁ δὲ πρωΐας εἰς τὴν αὐτῶν πηγὴν ἐξελθών, ὡς ἐκέλευσαν, τῆς θύρας ὄπισθεν εὗρεν σίκυον κείμενον, καὶ λαβὼν αὐτὸ μετὰ πάσης σπουδῆς καὶ ἐφέσεως ἤσθιεν. Ἐπὶ τὸ τέλος δὲ τοῦ σικύου ἐλθών, καὶ πάνυ αὐτοῦ τὴν μετάληψιν γλυκεῖαν ποιούμενος, ἀσπίδος ἀθρόον ὁρᾷ τὸ λειπόμενον, καὶ τοῦτο θᾶττον ἀπολύσας εἰς ἔδαφος, ἐδειλίασε λίαν ὡς πάντως τεθνήξεται.

Τὸ δὲ οὐκ ἦν ἀληθές, οὐδ’ ἀληθεῖ παραπλήσιον· σώζεται δὲ μᾶλλον τῷ βρώματι, καὶ ζῇ καὶ διαφεύγει τὸν θάνατον· ὃν οὐκ ἂν διαπέφευγεν, εἰ μὴ βρῶμα θανάσιμον βέβρωκεν. [7] Εὐθέως γὰρ ἔκ τε τοῦ φόβου, ἔκ τε τῆς ἀηδίας πρὸς ἔμετον ἔρχεται, καὶ τῆς ἀσπίδος ὅσον ἔφαγεν ἀποβέβληκε· συνανενέγκας αὐτῷ καὶ ὅπερ ὀλέθριον πρότερον βέβρωκε φάρμακον· τῶν ἁγίων οὐ τὰ ἐναντία τῶν ἐναντίων κατὰ τοὺς ἀπὸ γῆς ἰατροὺς ποιουμένων ἰάματα, ἀλλ’ ἰωμένων τοῖς ὁμοίοις τὰ ὅμοια. Οὐ γὰρ νόμοις ἰατρῶν ὑποκείμενοι, τούτοις τοὺς προσιόντας αὐτοῖς θεραπεύουσιν, ἀλλ’ οὐρανίῳ κρατοῦντες θεσπίσματι, παραδόξους καὶ θείας τὰς ἰάσεις χαρίζονται. Οὕτω μὲν οὖν ὁ Θεόδωρος λυτρωθεὶς τοῦ νοσήματος, καὶ τελείαν τὴν ῥῶσιν δρεψάμενος, εὐχαριστῶν ἀπελήλυθεν. Ἡμεῖς δὲ τὴν περὶ αὐτοῦ διήγησιν ἐνθάδε σὺν εὐφημίᾳ περάναντες, ἑτέρας γραφὴν καὶ διήγησιν εὐφήμου πράξεως ποιησώμεθα.

Περὶ Νεμεσίωνος ἀπὸ ἐπάρχων καὶ Φωτεινοῦ ἀπὸ ὀμμάτων [1] Εἰς μέσον καὶ νῦν ὁ Νεμεσίων τῶν ἰαθέντων ἐλήλυθε, Φωτεινοῦ μὲν ἀπαγγέλλων τὴν ἴασιν, ἑαυτοῦ δὲ δηλῶν τὸ ἀνίατον· καὶ τῶν μὲν ἁγίων κηρύσσων τὴν δύναμιν, ἑαυτοῦ δὲ μηνύων τὴν ἄνοιαν· καὶ ταύτην τάχα μεμφόμενος ὡς τῆς μαρτυρικῆς αὐτῷ γενομένην ἀρωγῆς παρεμπόδισμα.

Λέξωμεν δὲ καὶ τὰ κατ’ αὐτὸν ὡς ἐμάθομεν· ἔστιν γὰρ οὐκ ἀνωφελὴς ἡ διήγησις, κἂν αὐτῷ γέγονεν ἀνωφελὴς ἡ πρὸς τοὺς μάρτυρας ἔλευσις.

Εἷς καὶ οὗτος τῶν ἐν τέλει λαμπρῶν ἐγνωρίζετο, οὐκ ἀξίᾳ μόνῃ κοσμούμενος, ἀλλὰ καὶ πλούτῳ γαυρούμενος, καὶ τῇ περὶ πλοῦτον ῥεομένῃ φαιδρότητι· ἐπλεονέκτει δὲ τῶν μόνοις πλουτούντων τοῖς χρήμασι, σοφίᾳ λόγων Ἑλληνικῶν καὶ τοῖς ἐκ τούτων σπουδαζομένοις στομύλμασιν. [2] Ὧν ἐνεγκεῖν οὐ δυνηθεὶς τὴν ἀπόνοιαν, καὶ τὰ τὴν φρένα κολποῦντα φυσήματα, κατὰ τοῦ τῶν ὅλων Θεοῦ, γραφικῶς εἰπεῖν, ἐτραχηλίασεν· καὶ πάντων αὐτοῦ τῶν γενητῶν ὅσον τὸ ἐπ’ αὐτῷ συλήσας τὴν πρόνοιαν, ἀστρῴᾳ κινήσει ταύτην προσέφερεν, καὶ τοῖς ἐκ ταύτης ἄλλ’ ἐπ’ ἄλλοις συμβαίνουσι σχήμασι τὰ καθ’ ἡμᾶς ἀνῆπτεν ὁ ἄθλιος· δούλους ἡμᾶς τοὺς ψυχῆς καὶ λόγου μετέχοντας καὶ κατ’ εἰκόνα κτισθέντας τοῦ κτίσαντος· καὶ ταύτῃ τιμηθέντας ἐλευθερίᾳ γνώμης καὶ βουλῆς αὐτεξουσιότητι· ἀψύχων ὁμοῦ καὶ λόγου χηρευόντων ἀστέρων, καὶ πάσης ἀμοιρούντων αἰσθήσεως καὶ βουλήσεως, τῶν δουλεύειν ταχθέντων τοὐναντίον τοῖς ἐπὶ γῆς καὶ θείοις ἢ ὧν αἰδοῦντο προστάγμασι· καὶ σημαινόντων μόνον καὶ χρόνου τὰ τμήματα, ἀέρων τροπὰς ὡς ὁ δι’ ἡμᾶς κτίσας αὐτὰ Θεὸς διετάξατο. [3] Φησὶν γὰρ ὁ τῆς τῶν ὅλων γενέσεως συγγραφεὺς καὶ διδάσκαλος τὴν τούτων ποίησιν ἐξηγούμενος· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως.

Καὶ οὔπω τοσοῦτον τοῦτον δεινόν, ἀλλὰ καὶ τὸ τούτου πολὺ χαλεπώτερον· ἀστέρων γὰρ σχηματισμοῖς καὶ κινήσεσι τὸν πάντων ἔχων κτίστην δουλεύοντα παράγειν ἡμᾶς ἐφρόνει πρὸς γένεσιν. [4] Τοσαύτην γὰρ ἡμᾶς οἱ ἀστρομανεῖς παρασχεῖν τὴν ἰσχὺν ἐπειράθησαν, ὡς μὴ μόνον ἀνθρώπων καὶ πάντων κρατεῖν τῶν ἐπὶ γῆς, οἱ καὶ τῶν ἀστέρων ὄντες ἀναισθητότεροι· ἀλλὰ καὶ Θεοῦ τοῦ τὸ πᾶν σχεδιάσαντος, καὶ μόνῳ κελεύσματι πρὸς τὸ εἶναι τὸ μὴ ὂν παρενέγκαντος.

Ἀλλ’ οἱ μὲν τῆς μανίας ταύτης εὑρέται καὶ προστάται γενόμενοι, οὐκ εἰς μακρὰν τῆς οἰκείας ἀθεΐας τὴν δίκην εὑρήσουσιν, καὶ τοσοῦτον δριμυτέραν καὶ μείζονα ὅσον καὶ τῶν ἑπομένων αὐτοῖς τὸ πλῆθος ἐκτείνεται.

Τούτων γὰρ αἱ ἁμαρτίαι ὑπάρχουσι πρόδηλοι, καὶ τούτοις ἐπακολουθεῖν, κατὰ τὸν θεῖον Ἀπόστολον, εἰκότως ἂν λέγοιντο, διὰ τὴν προφανῆ τῶν ἑπομένων ἀπώλειαν. [5] Οὐ μόνον γὰρ ἀθεΐας καθηγηταὶ τοῖς ἀθλίοις γεγόνασιν, ἀλλὰ καὶ τοῦ πλημμελεῖν καταθυμίως διδάσκαλοι· μήτε Θεὸν ἐφεστῶτα τοῖς πράγμασιν λέγοντες, μήτε δίκην εἶναι τῶν πραττομένων παρέχοντες, μήτε μὴν οἴκοθεν δρᾶν τὰ κατὰ γνώμην ἡμετέραν γιγνόμενα ἀλλὰ κατ’ ἀστρῴαν βούλησίν τε καὶ κίνησιν φράζοντες, καὶ ὡς ὁ ταύτης σχηματισμὸς ἀναγκάσειεν.

Καὶ πυρὶ μὴ σβεννυμένῳ, μηδὲ τελευτῶντι τὸ σύνολον σκώληκι, τὸν ἑαυτὸν ποιητὴν καὶ τοῦδε τοῦ παντὸς γενεσιουργὸν παιδευθήσονται· ἐπειδὴ τοῦτον ἐνταῦθα ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως θεωρεῖν οὐκ ἠθέλησαν· οὔτε τὸν ὀφθαλμοῖς ἀνθρώπων ἀόρατον, τὸν ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι καθορώμενον καὶ νοούμενον, καθορᾶν καὶ νοεῖν ἐπεθύμησαν· ἀλλ’ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. [6] Νεμεσίων δ’ ὁ ταύτης ἡμῖν τῆς διηγήσεως αἴτιος (ἐπ’ αὐτὸν γὰρ πάλιν τρέψω τὸν κάλαμον), ἐν Χριστιανοῖς, φησίν, ἀριθμούμενος, καὶ τοῖς τὴν εἱμαρμένην εἰσάγουσιν ἀλογίστως ἑπόμενος, ἐντεῦθεν τῆς αὐτοῖς ἑτοιμασθείσης ἐπειρᾶτο κολάσεως· καὶ τοὺς ὀφθαλμοὺς εἰκότως ἀφαιρεῖται τοῦ σώματος, δι’ ὧν κακῶς τὰ κατ’ οὐρανὸν ἀπεσκόπευσε, καὶ περιέργως ἑώρα τοῦ χοροῦ τῶν ἀστέρων τὴν κίνησιν, λήθην λαβὼν τοῦ βαπτίσματος, καὶ πάντων ὧν ἐκεῖ τῷ Χριστῷ συνετέτακτο. Παθὼν δὲ τῶν ὀμμάτων τὴν πήρωσιν, ἐμαρτύρησεν εὐθὺς τῇ Γραφῇ τὴν ἀλήθειαν, δι’ αὐτῶν ὧν ἡμάρτανε κολαζόμενος. Ἀγνοήσας δὲ τῆς ἀβλεψίας τὸ αἴτιον, καὶ ὡς μάστιξ ἦν καὶ δεσμὸς ἀδίκου θεωρίας αὐτὸν τιμωρουμένη καὶ εἴργουσα ἰατρῶν ἐπιλογὴν ἐπεδείκνυτο, τοὺς τούτων ἀγαθοὺς ἐπαγγελίᾳ μισθῶν ἀγαθῶν ἀφελκόμενος.

Ἀλλ’ οὐδὲν ἐκ τῆς περὶ τούτους αὐτῷ σπουδῆς περιγέγονε· τυφλὸς γὰρ οὐχ ἧττον διέμεινεν, καὶ τούτων συχνοὺς τοὺς ὁρμαθοὺς προσδεχόμενος. [7] Καίτοι τούτων οὐδὲν ἔδει ποιεῖν τὸν εἱμαρμένην ἀναιδῶς δογματίζοντα, καὶ πάντων αὐτὴν ἀναγκαστικὴν καὶ προάγγελον τῶν γινομένων δοξάζοντα. Εἰ μὲν γὰρ ἀκριβῶς ἐκ τῆς περὶ ταύτην ἐπιστήμης ἠπίστατο ὡς πάντως ῥωσθήσεται, καὶ ταύτην πάλιν θεάσοιτο, καὶ τὴν ἀστρῴαν αὖθις ὄψοιτο κίνησιν, οὐκ ἐχρῆν ἰατροὺς προσλαμβάνεσθαι, καὶ τὴν ῥῶσιν αὐτῷ δημιουργήσειν ὀφείλοντας, ἀλλ’ ἀναμένειν ταύτης τὸ θέσπισμα καὶ χωρὶς ἰατρῶν ἀφικνούμενον. Ἀπαράβατα γὰρ αὐτοῖς τὰ τῆς εἱμαρμένης βροντᾷ τὰ κομψεύματα, καὶ βουλομένων πάντως ἐκβαίνοντα.

Εἰ δὲ τὴν ῥῶσιν αὐτῷ μηδαμῶς προσηγόρευσεν, ἀλλὰ καὶ παντελῶς ἀπεφήνατο, τί τοὺς Ἀσκληπιάδας συνήθροιζε, καὶ δι’ αὐτῶν ἐπολέμει τὴν γένεσιν; εἰδὼς ὡς πρὸς αὐτῆς νικηθήσεται, κἂν τὸν Ἀσκληπιὸν αὐτὸν ἐπιφέροιτο σύμμαχον. Ἀλλὰ πρόδηλος ἦν ἐλπίδα ῥώσεως ἐκ τῶν ἰατρῶν εἰσδεξάμενος, εἰ καὶ περὶ τὴν κλῆσιν τῶν ἰατρῶν ἀπεσφάλλετο, ταχύτερον τάχα ἢ προετεθέσπιστο τὰς ὄψεις ἀναλαβεῖν ὀρεγόμενος. [8] Ὡς δὲ πολὺν εἰς αὐτοὺς καιρὸν καὶ μισθὸν ἐδαπάνησεν, καὶ οὔτε πρὸς αὐτῶν ὠφέλειαν τὴν οἱανοῦν ἐκομίζετο, οὔτε τῆς εἱμαρμένης ἐπληροῦτο τὸ πρόσταγμα, πρὸς Κῦρον ἐλθεῖν καὶ Ἰωάννην τοὺς μάρτυρας ἔκρινε, δι’ αὐτῶν ἴσως οἰηθεὶς ταύτης τελεῖσθαι τὸ θέσπισμα. Ἀλλ’ ὤφθη κἀνταῦθα πλανώμενος, καὶ σὺν αὐτῷ πλανώμενα τὰ τῶν μοιρῶν ἄκλωστα νήματα. Γεγονὼς γὰρ κατὰ τὸ τέμενος, τοὺς ἁγίους ἴσως ἱκέτευε, τοὺς ὀφθαλμοὺς αὐτῷ χαρίσασθαι βλέποντας, καὶ τῆς εἱμαρμένης πληρῶσαι τὸ θέσπισμα, ἵνα ταύτῃ τὴν ῥῶσιν τῶν ὀμμάτων ἀνάθηται, ἀγνωμονήσας τοὺς ταύτην ἐνεργήσαντας μάρτυρας· ὅπερ ἂν διεπράξατο, εἰ τὴν αἴτησιν ἦν κομισάμενος.

Οἱ δὲ μάρτυρες τοιοῦτο μὲν οὐδὲν ὧν ὁ Νεμεσίων ἤθελεν ἔδρασαν· πλῆξαι δὲ θέλοντες τὸν ἀνόητον καὶ δεῖξαι τῆς ἀπιστίας καὶ τῆς πίστεως τὸ διάφορον, τοιοῦτό τι διαπράττονται. [9] Φωτεινός τις τῶν λίαν εὐτελῶν, ὃς τὰς ὀπώρας πρὸ τοῦ νεὼ τῶν ἁγίων τριῶν παίδων ἐπίπρασκε, τῶν σωματικῶν ὀφθαλμῶν ἀπολέσας τὴν ὅρασιν κατ’ ἐκεῖνο καιροῦ Κύρῳ καὶ Ἰωάννῃ τοῖς ἁγίοις προσήδρευε, ταύτην ἀναλαβεῖν διὰ τῆς αὐτῶν ὀρεγόμενος χάριτος. Τούτῳ καθ’ ὕπνους ὀφθέντες οἱ μάρτυρες, Ἄπιθι, φασί, πρὸς Νεμεσίωνα, καὶ μόνον σοῦ τὰς χεῖρας ἐπιθήσει τοῖς ὄμμασιν, καὶ τὴν ῥῶσιν εὐθέως κομίσει καὶ τὸ φῶς θεάσει τοῦ πάλαι λαμπρότερον. Ὁ δὲ τοῦτο πρὸς τῶν ἁγίων πυθόμενος, εἰς προὖπτον εἰπεῖν ἐδεδίει τὸν ἄνθρωπον, τῆς ἀξίας ἐννοῶν τὸ ὑπέρογκον, καὶ τοῦ πλούτου τὴν ὑπεροψίαν σταθμώμενος. [10] Ὡς δὲ καὶ δὶς καὶ τρὶς τοῦτο δρᾶν τοὺς ἁγίους εἶδε κελεύοντας, τισὶ τῶν ἀνὰ τὸν νεὼν τὸ φανὲν εἰπεῖν ἀπετόλμησε. Οἱ δὲ πρὸς Κῦρον τὸν δικολόγον γενόμενοι, τὸν σοφὸν ὁμοῦ καὶ φιλόχριστον, τότε τῷ τῶν ἁγίων σηκῷ διατρίβοντα, τὸν καὶ ταῦτα ἡμῖν ἀπαγγείλαντα, τὸ τῷ Φωτεινῷ φανὲν ἀπαγγέλλουσιν. Ὃς πρὸς τὸν ἄνδρα σπουδαίως γενόμενος, τὴν τῶν ἁγίων ἐμήνυσε κέλευσιν.

καὶ ταύτην πληροῦν πολλοῖς χρησάμενος πέπεικε ῥήμασιν, ἑαυτὸν ἁμαρτωλὸν ὀνομάζοντα καὶ πρὸς τοιαύτης πράξεως ἐγχείρησιν δυσχεραίνοντα. [11] Ἐλθὼν οὖν ὁ Νεμεσίων καὶ τῶν ἁγίων στὰς πρὸ τοῦ μνήματος, καὶ πολλὰ μετὰ δακρύων εὐξάμενος, τῆς τε σοροῦ τῶν λειψάνων, καὶ τῆς μήλης τῶν ἁγίων ἁψάμενος, οὕτω τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς Φωτεινοῦ παρόντος ἐπέθηκεν. Ὁ δὲ τῆς ἁφῆς τῶν ἐκείνου χειρῶν μόνον ὡς ᾔσθετο, εὐθέως ἀνέβλεψεν, καὶ πάντας μὲν πρὸς αἶνον ἐκίνησεν, Νεμεσίωνα δὲ καὶ πρὸς πλείονα δάκρυα μηδὲν ὠφελοῦντα τὸν κλαίοντα, ἐπειδὴ μὴ καὶ τὴν γνώμην μετέβαλεν. Ὅθεν Νεμεσίων μὲν εἰκότως Ἡσαΐου τοῦ προφήτου πρὸς αὐτὸν ὀνειδιστικώτερον ἤκουε λέγοντος· Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἔρχεσθαι ἐπὶ σέ. [12] Φωτεινὸς δὲ τοῦ Σωτῆρος βοῶντος καὶ πρὸς αὐτὸν ἐπυνθάνετο.

Πορεύου εἰς εἰρήνην, ἡ πίστις σου σέσωκέν σε. Φωτεινὸς μὲν οὖν τὰς εὐχαριστίας Θεῷ προσνείμας καὶ μάρτυσι, χαίρων ἀπῴχετο. Νεμεσίων δὲ τάχα μὴ βλαβεὶς ἐκ τοῦ θαύματος, μέρος τι τοῦ τοίχου πλησίον τοῦ μνήματος μαρμάροις ἐκόσμησεν, Χριστὸν ἐν ταύταις καὶ Ἰωάννην τὸν Βαπτιστήν τε καὶ πρόδρομον καὶ Κῦρον τυπώσας τὸν μάρτυρα, καὶ ἑαυτὸν τὴν ἐπὶ τούτῳ χάριν κηρύττοντα. Ἡμεῖς δὲ τὰ κατ’ αὐτοὺς ἀφηγησάμενοι, καὶ τῶν ἁγίων τὸ δυνατὸν ὁμοῦ καὶ χαρίεν μηνύσαντες, καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἀνυμνήσαντες, ἐπ’ ἄλλας αὐτῶν θαυμασιωτάτας διηγήσεις προΐωμεν.

Περὶ Ἀθανασίας ἀπιστούσης εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας [1] Εἰρηκότες ἐν τοῖς προλαβοῦσι μεμνήμεθα ὡς δύο ἢ καὶ τρία διηγήματα γράψωμεν, δι’ ὧν καὶ τὸ σύντονον καὶ στυπτικὸν τῶν ἁγίων γνωσθήσεται, πρὸς τὴν τῶν ῥᾳθυμοτέρων ὠφέλειαν, καὶ τὴν τῶν σπουδαιοτέρων ἀσφάλειαν, ὅπως ἑκάτεροι μάθοιεν, ὡς οὐ μόνον εὐεργετεῖν τοὺς ἀρίστους ἐπιστάμενοι, ἀλλὰ καὶ κολάζειν τοὺς χείρονας, κἀν τούτῳ Χριστὸν τὸν ἑαυτῶν Δεσπότην μιμούμενοι, τὸν πᾶσι μὲν τὴν ἑαυτοῦ βασιλείαν ἁπλώσαντα, οὐ πᾶσι δὲ ταύτην ἁπλῶς παρεχόμενον· ἀλλὰ ταύτην μὲν τοῖς ὑπακούουσιν αὐτοῦ τῷ κηρύγματι, καὶ τὴν πίστιν ἔργῳ καὶ τὰς ἐντολὰς αὐτοῦ διανύουσι· τοῖς δὲ μὴ τοιούτοις, ἀκοίμητον σκώληκα καὶ γέενναν αἰώνιον, καὶ σκότος ἐξώτερον· καὶ πρὸς μὲν τοὺς δεξιούς·

Δεῦτε, κληρονομήσατε, λέγοντα, πρὸς δὲ τοὺς ἀριστερούς· Ἀπέλθετε ἀπ’ ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον, κράζοντα. [2] Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς πάντας ὁμοίως φθεγξάμενον· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα, φησίν, Κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα. Μηδεὶς οὖν ὡς αὐστηροὺς τοὺς ἁγίους μωμήσηται, μηδ’ ἀπηνεῖς καὶ σκληροὺς ὑποπτεύσειεν, οἳ τοῦ δεσπόζοντος ἀκολουθοῦντες τοῖς ἴχνεσιν εὐεργετοῦσι μὲν τοὺς ἐχέφρονας, τιμωροῦνται δὲ τοὺς ἀλάστορας· καὶ τοῦτο γὰρ πρὸς ὠφέλειαν, ὡς ὁ κοινὸς πάντων διδάσκαλος, πράττουσιν, εἰ συνιδεῖν δυνηθεῖεν καὶ μετάνοιαν ἀγαθὴν ἐπιδείξασθαι οἱ τὰς αὐτῶν ὑπομένοντες μάστιγας· ὡς δείξουσι σὺν Θεῷ τὰ λεγόμενα, ὅτι τοὺς μὲν μεταγνόντας ἠλέησαν, τοὺς δὲ μὴ μεταγνόντας ἀπώλεσαν· οὐ γὰρ ἦσαν ἀπανθρωπίας μαθηταὶ καὶ γεννήματα, ὡς τοὺς μετανοοῦντας μὴ δέχεσθαι, ἀλλὰ φιλανθρωπίας υἱοὶ καὶ βλαστήματα γνήσια. [3] Ἡκέτω τοίνυν εἰς μέσον Ἀθανασία τὸ γύναιον, καὶ μαρτυρείτω πρώτη τῶν μαρτύρων τὸ κολαστικὸν πρὸς τοὺς πταίοντας, καὶ τὸ πρὸς τοὺς μετανοοῦντας εὐεργετικὸν καὶ φιλάνθρωπον.

Αὕτη τῶν ἐν Ἀλεξανδρείᾳ διαφανῶν εὐφημίζετο· Μαρκελλίνου γυνὴ γὰρ ἐτύγχανεν, οὗ πρὸ βραχέως ἐμνήσθημεν, ὅτε τῆς Ἰουλιανῆς τὴν ῥῶσιν ἐγράφομεν· καὶ πλούτῳ γηΐνῳ διέπρεπεν, καὶ γονέων ἐστεφανοῦτο λαμπρότητι. Ἐν τούτοις δὲ πᾶσι τοῖς κοσμικοῖς σεμνυνομένη χαρίσμασιν, κατὰ ψυχὴν χαλεπῶς ἐσκοτίζετο, τὴν εἰς Κῦρον καὶ Ἰωάννην πίστιν οὐκ ἔχουσα· ὅθεν αὐτοὺς ἐκωμῴδει συχνότερον, καὶ μὴ εἶναι μάρτυρας ἔλεγεν, μηδὲ διὰ Χριστὸν ἠθληκέναι ἢ παθεῖν ἀπεφήνατο, ὃ τῆς ἐσχάτης ἐστὶν ἀθλιότητος. [4] Εἴτε δὲ πλάνῃ τινὶ κρατουμένη καὶ φάσμασιν Ἑλληνικοῖς ὑποκλίνουσα, οὕτω τοὺς ἁγίους διέσυρεν, εἴτε δὲ φρενὸς καὶ καρδίας ἁπλότητι, διὰ τὸ μὴ φέρεσθαι γραφὴν τὴν τοῦτο μηνύουσαν καὶ τὴν ἄθλησιν αὐτῶν τὴν ὑπὲρ Χριστοῦ καὶ τὴν μαρτυρίαν ἡμῖν ἀπαγγέλλουσαν, μόνην δὲ τοῦτο βοᾶν τοῦ Κυρίλλου τοῦ θείου θεόπνευστον σάλπιγγα, λέγειν οὐ δύναμαι· πλὴν ἑκάτερον ἀσεβὲς καὶ ἀπαίδευτον.

Εἰ μὲν γὰρ κατὰ τρόπον τὸν πρότερον ἐδυσφήμει τοὺς μάρτυρας, πρόδηλον ὡς δυσσεβείας τοῦτο καὶ πλάνης ἐπίμεστον· εἰ δὲ κατὰ τὸν δεύτερον, ὃν ὑποπτεύομεν, τιμωρίας ἀξία καὶ μέμψεως. [5] Εἰ γὰρ μόνους σχοίημεν μάρτυρας οὓς ἐν ὑπομνήμασιν ἔχομεν, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν, ὀλίγους αὐτοῦ τῶν παθῶν κοινωνοὺς ποιησάμενος· ὀλίγοι γὰρ οὗτοι πάνυ τυγχάνουσιν· ἐν κινδύνοις δὲ καὶ ἡμεῖς γενησόμεθα, μὴ μυριάσι μαρτύρων φρουρούμενοι, καὶ ταῖς οἰκείων αἱμάτων προσχύσεσι, ὑπὲρ ἡμῶν τὸν Χριστὸν πρεσβεύοντας ἔχοντες.

Εἰ γὰρ καὶ μηδόλως εἰσὶν ὑπομνήματα, ἵνα καὶ τὴν Κυρίλλου παρήσω διάλεξιν τὸ πᾶν ἀρκοῦσαν πιστώσασθαι, τὰ τοὺς ἀγῶνας τῶν ἁγίων κηρύττοντα, καὶ τὴν κλῆσιν αὐτῶν ὑποφαίνοντα, τὸ πλῆθος ἐχρῆν τῶν δυνάμεων τῶν δι’ αὐτῶν ἀδιαλείπτως γινόμενον, παρασχεῖν αὐτοῖς μαρτύρων ὑπόληψιν. [6] Εἰ γὰρ ἔργα μαρτύρων οὐ πράττουσιν, καὶ χαρίσματα δυνάμεων οὐκ εἰλήφασιν, δι’ ὧν τοὺς ἀσθενοῦντας ῥωννύουσιν, εἰ καὶ ἡμῖν οὐ δοκεῖ (οὔτε γὰρ ταύτης τῆς δόξης ὑπάρχομεν), πλὴν παρ’ αὐτοῖς μὴ λεγέσθωσαν μάρτυρες· εἰ δὲ καὶ μαρτύρων πλεῖον ἐνεργοῦσι τεράστια, τίνι λόγῳ μὴ λέγονται μάρτυρες;

Καὶ μάλιστα τοῦ Σωτῆρος εἰπόντος πρὸς Ἰουδαίους τοὺς εἰς αὐτὸν μὴ πιστεύοντας· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ τὰ ἔργα, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε· καὶ δεδωκότος ἡμῖν ἀπλανῆ καὶ βεβαίαν διάνοιαν καὶ μηδέποτε ψευδομένην διάκρισιν, ἀπὸ τῶν ἔργων τοὺς ἐνεργοῦντας στοχάζεσθαι. Ἀπὸ γὰρ τῶν ἔργων αὐτῶν, φησίν, ἐπιγνώσεσθε αὐτούς· καὶ ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. [7] Εὔηθες δὲ τοῦτο καθέστηκεν· εἰ ὁ τυφλὸς μὲν ἰαθεὶς τούτων οὐκ ἀκούσας ἐπέγνω τὸν Κύριον, καὶ Θεοῦ τὴν ἐνέργειαν ἤκουσεν. Εἰ μὴ γὰρ ἦν οὗτος, φησίν, ἀπὸ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἡμεῖς δὲ τούτων καθ’ ὥραν ἀκούοντες τοὺς τυφλοὺς ἡμᾶς ἔσεσθαι μέλλοντας θεραπευσάντ<ων> καὶ τοσαύτας ἡμῖν εὐεργεσίας δωρουμέν<ων> μὴ γνοίημεν; Τί γάρ ἐστιν ὃ δρῶσι μὲν καὶ πράττουσι μάρτυρες, ἀδυνατοῦσι δὲ τοῦτο Κῦρος καὶ Ἰωάννης ἐργάσασθαι; Οὐδέν. Εἰ δέ τις δειξάτω προσελθών, καὶ τὴν ἀπολογίαν ὑφέξομεν· πλεῖον γάρ τι λέγειν οὐκ ἔχομεν, ὡς δρῶσιν οὗτοί τινα ἃ μὴ δρῶσιν ἕτεροι μάρτυρες. [8] Ὁμοίως γὰρ ἅπαντας τοὺς μάρτυρας σέβομεν, καὶ τοὺς θαύματα πράττοντας, καὶ τοὺς οὐ πράττοντας θαύματα· καὶ λέγειν ὑπὲρ ἁγίων οὐ καταλέγειν ἁγίων σπουδάζομεν.

Ἡμεῖς μὲν οὖν οὕτω περὶ Κύρου καὶ Ἰωάννου τῶν ἁγίων μαρτύρων καὶ τοῦ λοιποῦ τῶν ἁγίων μαρτύρων στρατεύματος ἔχοιμέν τε καὶ ἕξομεν, καὶ πάντας οὕτω τοὺς ἐν πίστει προλάμποντας, φρονεῖν περὶ αὐτῶν καὶ πιστεύειν προτρέπομεν.

Ἀθανασία δὲ περὶ ἧς ὁ λόγος γεγένηται, οὐχ οὕτως τοὺς μάρτυρας σέβουσα, πρὸς δυσφημίας δεινὰς ἐξετρέπετο, πυκνότερον αὐτοὺς θεατρίζουσα, καὶ ἐν συντυχίαις ἀεὶ διαβάλλουσα· καὶ μὴ μόνον αὐτὴ μὴ λέγουσα μάρτυρας, ἀλλὰ καὶ τοὺς λέγειν ἐθέλοντας εἴργουσα. [9] Ἐπεὶ οὖν ταύτης ἦν Ἀθανασία τῆς ὑπολήψεως, καὶ δόξαν τοιαύτην εἰς Κῦρον καὶ Ἰωάννην τοὺς ἁγίους ἐκέκτητο, καὶ πεῖραν ἔδει λαβεῖν τῆς τούτων δριμυτέρας παιδεύσεως, ἵνα μὴ μείνοι διηνεκῶς ἁμαρτάνουσα, ἀλλὰ μαθοῦσα σαφῶς τὴν ἀλήθειαν, τηλικαύτης μανίας ἐκφύγοι τὸν θάνατον· οὕτω φιλανθρωπίᾳ μαρτύρων τῶν πρὸς αὐτὴν δυσφημουμένων παιδεύεται. Ἐν μιᾷ τῶν ἡμερῶν ἐν ὅσῳ τοιαῦτά τισι κατὰ τὸν οἶκον αὐτῆς διελέγετο, καὶ τοὺς ἁγίους ἀσέμνως γελῶσα διέπαιζε, ψύλλα μία Χαμόθεν πηδήσασα, ὡς τῶν ἁγίων ὑπερμαχοῦσα, δάκνει σφοδρῶς αὐτῆς τὸν ἀστράγαλον· ἣν ἡ γυνὴ κατασχεῖν κατανεύσασα, ἔμεινεν εὐθὺς ἐπὶ σχήματος, ἄνω νεῦσαι τὸ λοιπὸν οὐκ ἰσχύουσα, οὔτε τὴν ὄρθιον δύναμιν ἢ διάπλασιν ἥτις μόνων ἀνθρώπων ἰδία καθέστηκεν ἐπιδείξασθαι. [10] Ἀλόγως γὰρ εἰς τοὺς μάρτυρας ἁμαρτάνουσα, ἀλόγων αὐτὴν διὰ τῆς εἰς τὰ κάτω νεύσεως σωφρονίζουσι σχήματι.

Ἐγένετο δὲ οὐκ ἀναλγήτως ἡ βάσανος, ἀλλ’ ἔσχεν ὀδύνην τηλικαύτης τιμωρίας ἀκόλουθον· ὑφ’ ἧς μαστιζομένη σφοδρότατα πολυκλαύστοις φωναῖς τὰς κεκρυμμένας ἀλγηδόνας ὑπέφαινεν· ὧν ἀγνοοῦσα τὸ αἴτιον (καὶ τοῦτο γὰρ τῷ πλήθει τῆς δυσφημίας ἐκέρδαινεν), καὶ διαδράναι ποθοῦσα τὸν κίνδυνον, ὁρμαθοὺς ἰατρῶν μετεστέλλετο. Οἱ δὲ προθύμως συνέρρεον, ἁδροτέρων μισθῶν προσδοκίαις γαυρούμενοι· ἀλλὰ ταύτης ἀπέπιπτον, ἀγνοοῦντες τοῦ πάθους τὸ αἴτιον, καὶ τί ποιεῖν οὐ γινώσκοντες. [11] Ὅτε δὲ δεόντως αὐτήν, μᾶλλον δὲ φιλανθρώπως οἱ μάρτυρες ἔτυψαν, καὶ γνῶναι αὐτῶν ταῖς κολάσεσι τὴν ἀλκὴν παρεσκεύασαν, φαίνονται καθ’ ὕπνον αὐτῇ παριστάμενοι, καὶ πραοτέροις ῥήμασι λέγοντες·

Ἐλθὲ πρὸς ἡμᾶς (εἰς οἶκον γὰρ ὑπῆρχε τὸν ἴδιον), καὶ τὴν ῥῶσιν ἡμεῖς σοι δωρούμεθα· Ἡ δέ, Τίνες γὰρ ὑμεῖς, πρὸς αὐτοὺς ἀπεκρίνατο, ὅτι τοσούτων ἰατρῶν πλεῖον ἰσχύετε; Οἱ δέ, Ἡμεῖς, φασίν, ὦ γύναι, τυγχάνομεν Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες, οἱ ἀεὶ παρὰ σοῦ κωμῳδούμενοι· ἀλλ’ εἰ μετὰ πίστεως εἰς οἶκον ἔλθοις ἡμέτερον, ἡμετέρου θᾶττον πειραθήσει δωρήματος, ὥσπερ ἐπειράθης καὶ μάστιγος. [12] Καὶ ταῦτα μὲν οἱ μάρτυρες εἰπόντες ἀπῴχοντο· ἡ δὲ τὸν ὕπνον εὐθέως ἐάσασα, Κῦρον ἐπεβόα τὸν ἅγιον καὶ Ἰωάννην τὸν Κύρου συμμάρτυρα, οὓς πρὸ βραχέως ἐτώθαζεν, καὶ πρὸς τούτους ἐλθεῖν κατεπείγετο ἡ πρὸ μικροῦ τοὺς πρὸς αὐτοὺς ἐρχομένους ὑβρίζουσα.

Ἀλλ’ ἆρα πρὸς αὐτοὺς ἐλθοῦσα τῆς ἐλπίδος ἀφήμαρτεν; Οὐδαμῶς. πῶς γὰρ οἷόν τε ἦν τοὺς μάρτυρας ψεύσασθαι, μιμητὰς τοῦ Σωτῆρος τυγχάνοντας; Οἳ δεῖξαι τῷ γυναίῳ θελήσαντες τὴν ἀνυπέρβλητον αὐτῶν καὶ ἀνέφικτον δύναμιν, καὶ τὸ τῶν μαρτυρικῶν χαρισμάτων ὑπέρογκον, ὀξυτέραν τῆς μάστιγος τὴν ῥῶσιν εἰργάσαντο· ταμιευσάμενοι γὰρ ἕως οὗ πρὸς αὐτοὺς παρεγένετο, ἅμα δὲ τὸν ἱερὸν ἐκεῖνον αὐτὴ βατῆρα τοῦ τεμένους ἐπάτησεν, τῆς συνεχούσης εὐθὺς ἀπηλλάττετο μάστιγος· καὶ τὸ κάτω νεύειν ἐκεῖσε προσρίψασα, ὀρθίῳ τῷ σχήματι τὸ μαρτύριον ὥδευεν· καὶ κατὰ φύσιν βαδίζουσα, χαριστηρίους φωνὰς τῆς τε παιδείας τῆς τε θεραπείας τοῖς ἁγίοις προσέφερεν. [13] Ὅθεν τῆς ἐφ’ ἑκάτερα τούτων πειραθεῖσα δυνάμεως, θεραπείας λέγω καὶ μάστιγος, τῶν οὐ πειραθέντων πλέον αὐτοὺς ἐτίμα καὶ ἔσεβεν· καὶ οὐ μόνον μάρτυρας τούτους ἐκήρυττεν, ἀλλὰ καὶ τὰ πρῶτα φέρειν ἐν μάρτυσιν ἔλεγεν. Ἐντεῦθεν πολλοῖς αὐτοὺς δάκρυσιν ἐμειλίξατο, καὶ πολλαῖς καὶ πλουσίαις προσφοραῖς ἐθεράπευε, τῆς προτέρας ὕβρεως ἕνεκα, καὶ τῆς ὑστέρας πρὸς αὐτοὺς ἀγαπήσεως. Καὶ οὕτω μὲν Ἀθανασία τῆς παιδείας ἀπώνατο, καὶ τὴν προτέραν ἀπείληφε τῇ μεταγνώσει παράνοιαν, τὰ πρέποντα περὶ τῶν ἁγίων φρονήσασα.

Ἡμεῖς δὲ τούτους ἀεὶ τιμῶντες καὶ σέβοντες, καὶ ὡς ἁγίους γεραίροντες μάρτυρας, καὶ τοῖς ὑπὲρ Χριστοῦ πεπονθόσι συντάττοντες, ἀξίως καὶ νῦν εὐφημήσαντες, ἄλλην διήγησιν γράψωμεν, δι’ ἧς αὐτῶν καὶ τὸ στυπτικὸν καὶ τὸ εὔσπλαχνον παραπλησίως γνωσθήσεται, ὃ πάντας εὐεργετεῖ γιγνωσκόμενον τοὺς μὴ παρέργως τῶν λεγομένων ἀκούοντας.

Περὶ Γεσίου τοῦ ἰατροσοφιστοῦ [1] Πάρεστι νῦν καὶ ὁ Γέσιος οὐ τεχνολογῶν τῶν ἁγίων τὰ φάρμακα, καὶ θεραπεύειν τοὺς πάσχοντας κατὰ θεσμὸν αὐτοὺς ἰατρικὸν βρενθυνόμενος, ἀλλὰ νοσῶν καὶ σφοδρῶς ὀδυνώμενος, καὶ τῆς θείας μετασχεῖν δωρεᾶς ὀρεγόμενος, ἧς ἀπολαύσας ἁδρότερον καὶ θεόθεν ἰᾶσθαι μαρτυρήσας τοὺς μάρτυρας, μηδὲν εἶναι τῶν ἰατρῶν τὰ κομψεύματα πρὸς τὴν τῶν ἁγίων ἀλκὴν ἀπεφήνατο. Λέξωμεν τοίνυν αὐτοῦ τὴν ἀσθένειαν, καὶ τῆς ἀσθενείας τὸ αἴτιον, καὶ τὸ ταύτης χαριέστατον φάρμακον, κἂν εἰ αὐτὸς εἰς ἔτι καὶ νῦν ἐπαισχύνεται, καὶ φανεροῦσθαι πᾶσιν οὐ βούλεται γράμμασιν. [2] Σοφιστὴς ὁ Γέσιος ὑπῆρχε σοφώτατος, οὐ λόγους ῥητορικοὺς ἐξηγούμενος, καὶ διὰ τοῦτο φορῶν τὸ τριβώνιον, ἀλλὰ τέχνης ἰατρικῆς προϊστάμενος, καὶ ταύτης σὺν ἀκριβείᾳ διδάσκαλος τοῖς μανθάνουσι κατ’ ἐκεῖνον καιρὸν γνωριζόμενος. Οὗτος ὁ σοφὸς ἐν λόγοις αἰρόμενος, καὶ καλλίστοις ἰατροῖς ἰατρὸς φημιζόμενος, Ἑλληνικῆς οὐκ ἦν ὁ τρισάθλιος δεισιδαιμονίας ἐλεύθερος, ὡς ἔλεγον οἱ σαφῶς τὰ κατ’ αὐτὸν ἐπιστάμενοι, καὶ τὸ ἀκούσιον αὐτοῦ ἐθριάμβευε βάπτισμα, ὅπερ ἀπειλὴν φοβηθεὶς βασιλικὴν ἐβαπτίσατο· καὶ τοῦ θείου λουτῆρος ἀνιών, τὸ Ὁμηρικὸν ἐκεῖνο δυσσεβῶς ἀπεφθέγξατο.

Αἴας δ’ ἐξαπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ [3] Ταύτην οὖν καὶ μυηθεὶς τὰ θειότατα, κρύπτων παρ’ ἑαυτῷ τὴν δυσσέβειαν, ἐκωμῴδει μὲν ἀεὶ Χριστιανούς, ὡς τὸν Χριστὸν ἀλογώτατα σέβοντας, καὶ τοῖς ἐνθέοις αὐτοῦ νόμοις δουλεύοντας, ἄλλα τε πολλὰ βδελυρῶς ἐρευγόμενος, κἀκ τοῦ πονηροῦ τῆς καρδίας θησαυροῦ τὰ πονηρὰ προφερόμενος ῥήματα· ἀπὸ γὰρ τοῦ τῆς καρδίας ἀληθῶς περισσεύματος, τὸ στόμα λαλεῖ τε καὶ φθέγγεται.

Ἐκωμῴδει δὲ καὶ Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ὡς ἐκ τέχνης ἰατρικῆς θεραπεύοντας τὰ τῶν ἀνθρώπων νοσήματα, καὶ οὐκ ἐκ θείας τινὸς καὶ ὑπερτάτης δυνάμεως. [4] Πυνθανόμενος γὰρ τὰ τοῖς ἀσθενοῦσι πρὸς αὐτῶν προσταττόμενα φάρμακα, ἃ καὶ ἡμεῖς μερικῶς ἀνεγράψαμεν, ἰατρῶν εἶναι ταῦτα διδάγματα διετείνετο· καὶ τοῦτο μὲν Ἱπποκράτειον ἔλεγε τὸ βοήθημα· τάδε γὰρ ἐν τῷδέ φησι τῷ συγγράμματι· τοῦτο δὲ Γαλήνειον ἐβόα τὸ φάρμακον, κἂν τῷδε κεῖσθαι τῷ λόγῳ διηγγέλλετο· ἄλλο δὲ Δημοκρίτειον εἶναι, διηγεῖτο σαφῶς τὸ ἐπίθεμα, καὶ τὸν τόπον ἔνθα τοῦτο, φησίν, ἐμνημόνευε· καὶ ἑτέρου θᾶττον ἰατροῦ τὴν ἑτέραν ἀκούσας ἐκόμπαζεν ἔμπλαστρον· καὶ πάντως τὰ πρὸς τῶν ἁγίων λεγόμενα, τινῶν ὑπάρχειν ἰατρῶν διεβεβαιοῦτο καττύματα, φυσιολογῶν ἀεὶ τὰ νοσήματα, καὶ τὰς τῶν διαδεδομένων ποιότητας, καὶ κατὰ λόγον αὐτὰ τὸν ἰατρικὸν ἐπιτάττεσθαι, καὶ τῶν παθημάτων ἐνεργεῖν τὴν καθαίρεσιν. [5] Ἀλλὰ τούτων αὐτοῦ τῶν φληνάφων, οὐκ ἄλλον τινὰ παριστῶσιν οἱ μάρτυρες ἔλεγχον, εἰ καὶ σαφῶς ὑπ’ αὐτῶν τῶν πραγμάτων ἐλέγχονται, ἀλλ’ αὐτὸν τὸν παράφρονα Γέσιον, τὸν τούτων ποιητὴν καὶ γεννήτορα.

Τὰ νῶτα γὰρ ἀσθενήσας ὁ δείλαιος, καὶ σὺν ταῖς ὠμοπλάταις τοὺς ὤμους αὐτοὺς καὶ τὸν τράχηλον, ὡς ἔκ τινος θείας ὁρμῆς αὐανθέντας ἐσχηκὼς καὶ πάσης ἀμοιροῦντα κινήσεως (ταῦτα γὰρ τὰ τῶν ξύλων ξηρά τε καὶ ἄναιμα ἐν τῷ ζῶντι τυγχάνοντα σώματι, ἐλάλει τότε καὶ ὑπέγραφε, καὶ τὴν ὀδύνην ἐποιεῖτο τῇ τοιαύτῃ κολάσει κατάλληλον), καὶ τοῦ πάθους ἀγνοήσας τὸ αἴτιον, ἰατρεύειν ἑαυτὸν ὁ τοὺς ἄλλους ἰώμενος ἠγωνίζετο. Ἐχρῆτο γοῦν διαφόροις ἀλείμμασιν καὶ καθαρσίοις τῶν ἀλειμμάτων οὐχ ἥττοσιν, διαίτας τε πολυτρόπους διήμειβε, καὶ θερμοτέρων τροφῶν μετελάμβανε, ψύξιν εἶναι καὶ φλέγμα τὴν ἐν ἐκείνοις οὖσαν τοῖς τόποις οἰόμενος, καὶ ταύτῃ διαφορεῖσθαι δοκῶν τὸ τῆς ἀσθενείας παραίτιον. [6] Ὡς δὲ πάντα τὰ τῆς τέχνης πεποίηκεν, καὶ Γαληνὸς αὐτὸν καὶ Ἱπποκράτης καὶ τῶν ἄλλων ἰατρῶν ὁ ἑσμὸς ἐξεπαίδευσε, καὶ τὸ πάθος οὐδὲν ἀπεμείωσε, οὔτε τινὰ τριπόθητον κίνησιν τοῖς ἀκινήτοις μέλεσιν ἠδυνήθη χαρίσασθαι, τοὺς κομψοὺς τῶν ἰατρῶν μεταστέλλεται, καὶ προσελθόντας, εἰπὼν τὴν ἀσθένειαν, ταύτης αὐτοὺς ἀπῄτει τὸ φάρμακον.

Ὡς ἕκαστος δὲ τὸ δόξαν ἀπήγγελλον, τελευταῖον αὐτὸς ἅπαντα δεδρακέναι τὰ λεχθέντα πρὸς αὐτῶν διηγήσατο. Οἱ δὲ τούτων ἀκούσαντες, ἀφασίᾳ κατείχοντο· καὶ μόνον εὐθὺς τοῦ πάθους ἰατρὸν τὸν τῶν ὅλων Θεὸν ἀνηγόρευον, τὸν πλέον τι παρὰ ἀνθρώποις δυνάμενον, καὶ δρῶντα τὰ πᾶσιν ἀνθρώποις οὐ δρώμενα. [7] Εἰς τοὺς ἁγίους οὖν Κῦρον καὶ Ἰωάννην ἐξιέναι προσέταττον, καὶ τὴν αὐτῶν ἀναμένειν ἐπίσκεψιν, καὶ τὴν ἐκ ταύτης θεραπείαν προσδέχεσθαι, ἐπειδὴ θείας αὐτοὶ μετέχουσι χάριτος, καὶ θείᾳ δυνάμει δημιουργοῦσι τὰ θαύματα. Πρὸς οὓς εὐθέως ὁ Γέσιος καὶ τοὺς ἁγίους ἰατρικῶς ἐνεργεῖν τὰς ἰάσεις ἐφθέγγετο, καὶ θεῖον οὐδὲν ἢ θαυμαστὸν ἐπιδείκνυσθαι, ὃ μὴ τοῖς παλαιοῖς ἰατροῖς διηγόρευται. Οἱ δὲ πρὸς τοῦτο σοφῶς ἀνθιστάμενοι, καὶ πολλὰς αὐτῶν θεραπείας προσφέροντες, καὶ μυρία φάρμακα λέγοντες καὶ τὰ τούτοις ἰαθέντα νοσήματα, τοὺς λόγους εἰπεῖν ἀπῄτουν τὸν ἄρρωστον.

Ὁ δὲ καὶ λέγειν ἐθέλων οὐχ εὕρισκε, καὶ λέγων εὐθὺς πρὸς αὐτῶν ἀνετρέπετο· καὶ σιγᾶν ἠξίου πρὸς αὐτὸν καλῶς ἀντιλέγοντας, καὶ σιγῶν ἀκουσίως ἐπείθετο· καὶ πεισθεὶς πρὸς τοὺς μάρτυρας ἤρχετο οὐ τοσοῦτον πειθοῖ, ὅσον ἀλγηδόσι δειναῖς ἐλαυνόμενος. [8] Ἐλθόντι δ’ οὖν ὅμως αὐτῷ, καὶ ῥώσεως τυχεῖν ἱκετεύοντι, καὶ κατὰ δύναμιν λιπαροῦντι τοὺς μάρτυρας, νύκτωρ καθεύδοντι φαίνονται, καὶ τὸ τοῦ πάθους μηνύουσι φάρμακον, ἀκόλουθον τιμωρίαν τοῦ πάσχοντος· φάσκων γὰρ εἶναι σοφὸς μᾶλλον μωρὸς ἢ σοφὸς ἀπεδείκνυτο. Φέρε γὰρ ὄνου σᾶγμα, φησίν, καὶ τοῦτο φόρησον, τοῖς ὤμοις αὐτὸ περιθέμενος καὶ τραχήλῳ καὶ νώτῳ τοῖς πάσχουσιν· καὶ μεσούσης ἡμέρας ὅλον ἡμῶν περινόστει τὸ τέμενος, μεγαλοφώνως βοῶν, ὡς Μωρός εἰμι καὶ ἀνούστατος· καὶ τοῦτο πεπραχώς, ὡς εἰρήκαμεν, εὐθὺς εὑρήσεις τὴν τοῦ σώματος ἴασιν. Καὶ ταῦτα μὲν εἰς αὐτὸν οἱ ἅγιοι φήσαντες ᾤχοντο· ὁ δὲ στραφεὶς φαντασίαν ἐκάλει τὸ ὅραμα, καὶ οὐ Χριστοφόρων ἁγίων ἐπίταγμα· καὶ διαπτύσας ὡς φάσμα τὸ θέσπισμα, τῶν λεχθέντων οὐδὲν διεπράττετο. [9] Πάλιν δὲ λιτανεύων τοὺς μάρτυρας, ταῦτα ποιεῖν μετὰ προσθήκης ἐπύθετο. Ἐλθόντες γὰρ πάλιν πρὸς αὐτὸν ὡς ἐκάθευδεν, καὶ κώδωνα σὺν τῷ σάγματι μέγαν ἐκ τοῦ τραχήλου κρεμάσαι προστάττουσι· καὶ σὺν τοῖς αὐτῶν τὸν νεὼν διαθέειν τό, Μωρός εἰμι, κράζοντα.

Ἀλλ’ ὡς καὶ ταύτην τὴν διάνοιαν ἠθέτει, τὴν κέλευσιν φάσμα καλῶν ἀνακόλουθον, τὸ σᾶγμα τεχνολογῶν καὶ τὸν κώδωνα μὴ δυνάμενος, μηδὲ ποίας ταῦτα τυγχάνουσι κράσεως καὶ φυσικῆς καὶ οὐσιώδους ποιότητος ἰσχύων ποιήσασθαι τὴν κατάληψιν, αὖθις ἐδέετο καὶ ἱκετείας τῷ Δεσπότῃ προσέφερεν, θεραπεῦσαι μᾶλλον αὐτοῦ τὴν ἀσθένειαν, καὶ μὴ παριδεῖν αὐτὸν φάσμασιν βουκολούμενον. [10] Οἱ δὲ θειότατοι ὄντως καὶ φιλάνθρωποι μάρτυρες πάλιν ἐφάνησαν καὶ πάλιν ποιεῖν τὰ πρῶτα προσέταξαν, προσθέντες καὶ τὸν χαλινὸν φορεῖν ὡς τὰ ἄλογα, καὶ ὑπό τινος τῶν οἰκετῶν προβαδίζοντος ἕλκεσθαι. καὶ ἕπεσθαι κατὰ τρόπον αὐτὸν τῷ σάγματι καὶ τῷ κώδωνι σεμνυνόμενον, καὶ τό, Μωρός εἰμι, μάλα σαφῶς ἐπιλέγοντα· οὐχ ἑαυτοὺς ταῖς προσθήκαις τοῦ τε χαλινοῦ καὶ τοῦ κώδωνος διορθούμενοι, ἀλλὰ τοῦ σοφωτάτου Γεσίου ταύταις ἐκδηλοτέραν ποιοῦντες τὴν ἄνοιαν, καὶ αἰσχύνῃ δριμυτέρᾳ καὶ μείζονι μαστίζοντες αὐτοῦ τὸ ἀσύνετον. Αὐτοὶ μὲν οὖν οἱ θεσπέσιοι εἰπόντες ταῦτα πρὸς αὐτὸν ἀνεχώρησαν. [11] Ὁ δὲ γενόμενος ἔξυπνος, φᾶσμα πάλιν εἰπεῖν ἐδειλία τὸν ὄνειρον, τῷ τρισσῷ βεβαιωθέντα τῆς ὄψεως, καὶ τοῦτο ποιεῖν ἠναγκάζετο τῆς ἀπαλλαγῆς τοῦ νοσήματος ἕνεκα, καὶ ἵνα μὴ πρὸς ὀργὴν ἀσυγχώρητον καθ’ ἑαυτοῦ κινήσῃ τοὺς μάρτυρας.

Τὸ σᾶγμα γοῦν ἐπ’ ὤμους καὶ νῶτον ἀράμενος, κἀν τῷ τραχήλῳ φορέσας τὸν κώδωνα, καὶ τὸν χαλινὸν ἐνθεὶς τῇ κεφαλῇ καὶ τῷ στόματι, τοῦ παιδὸς ὄπισθεν εἵπετο ἀνὰ τὸ τέμενος ἄγοντος, κἀν τούτῳ τοὺς διαύλους ἀνύοντος (δέκα δὲ ἦσαν, ὥς φασιν οἱ μετρήσαντες), τό, Μωρός εἰμι, κράζων συχνότατα. Πληρώσας οὖν τῶν ἁγίων τὴν κέλευσιν, σὺν τῷ σάγματι καὶ τῷ χαλινῷ καὶ τῷ κώδωνι, καὶ τὴν ἐπινώτειον νόσον ἀπέθετο, καὶ τὴν ῥῶσιν ἀνείληφεν, τὴν φίλην αὐτῶν τοῖς προστάγμασιν καὶ σύνδρομον τοῖς θεσπίσμασιν. [12] Ἐπελθούσης δὲ τῆς νυκτός, καὶ τὴν τῆς ἕω δεξαμένης φαιδρότητα, πάλιν Γεσίῳ καθεύδοντι οἱ θεῖοι παρίστανται μάρτυρες, καὶ τὴν εἰς αὐτοὺς ἁμαρτίαν χαριέντως πως αὐτὸν ἀνεμίμνησκον. Ἐπειδὴ γάρ, λέγουσι, πάντα τὰ πρὸς ἡμῶν τοῖς νοσοῦσι διδόμενα φάρμακα, τῶν πάλαι φθειρομένων ἰατρῶν εἶναι θέλεις εὑρήματα, λέγε ποῦ τὰ τοῦ πάθους τοῦ σοῦ βοηθήματα Ἱπποκράτης ὁ σὸς ἀνεγράψατο, ἢ Γαληνὸς ὁ παρὰ σοὶ θαυμαζόμενος εἴρηκεν; ποῦ δὲ ταῦτα Δημόκριτος ἔφησεν; ἢ τῶν ἄλλων τις ᾀδομένων ἰατρῶν ἐμνημόνευσεν; Καὶ εἰ ταῦτα παρ’ αὐτοῖς εὕροις λεγόμενα, καὶ περὶ τῶν ἄλλων ἀληθεύσεις φθεγγόμενος· εἰ δὲ τοιοῦτον οὐδὲν ἐκείνους λέγοντας ἀποδείξειας, γίγνωσκε σαυτὸν καὶ περὶ τῶν ἄλλων ψευδόμενον.

Οἱ μὲν οὖν ἅγιοι οὕτω τὸν Γέσιον στηλιτεύσαντες καὶ συκοφάντην ἐμφανῶς διελέγξαντες, ἔλυσαν τὸ ἐνύπνιον. [13] Ὁ δὲ καὶ ὑπνῶν ὑπεφήνατο ἀντιλέγειν οὐδὲν ἔχων τοῖς μάρτυσιν, καὶ διυπνισθεὶς ἐξεπλήττετο, τεθηπὼς τὸν σοφώτατον ἔλεγχον.

Ὑμνήσας δ’ οὖν ὅμως τῶν ἁγίων τὴν δύναμιν, καὶ θεόθεν αὐτοὺς ὁμολογήσας ἰᾶσθαι τοὺς πάσχοντας, τοῦ τεμένους αὐτῶν ἀνεχώρησεν. Φασὶ δὲ καὶ Κοσμᾶν καὶ Δαμιανὸν τοὺς ἁγίους συνιατροὺς καὶ συμμάρτυρας τοιοῦτόν τι διαπράξασθαι, ὥσπερ τὸ τοῦ παρέτου καὶ τῆς ἀλάλου γυναικός· οὐ μὴν ἀλλὰ καὶ τὸ τῆς Ἑβραίας τῆς ἐχούσης τὸν καρκίνον ἔσω κρυπτόμενον Κῦρος καὶ Ἰωάννης πεπράχασι· ἅπερ πολλοὶ ὡς χθὲς γεγονότα μέμνηνται καὶ κηρύττουσιν. [14] Ἀλλὰ ταῦτα μὲν ὡς καὶ τοῖς ἐκείνων ἐγγεγραμμένα θαύμασι παρεδράμομεν· τὸ παρὸν δὲ τεράστιον ὡς μὴ γραφὲν ἐν αὐτοῖς ἡμεῖς ἀνεγράψαμεν.

Καὶ θαυμαζέτω μηδεὶς εἰ ἀλλήλοις οἱ ἅγιοι τὰ αὐτὰ διαπράττοντες θαύματα, ἐκ μιᾶς γὰρ πηγῆς Κῦρός τε καὶ Ἰωάννης, Κοσμᾶς τε καὶ Δαμιανός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀρύονται τὰ ἰάματα, καὶ ἕνα Δεσπότην ἔχουσί τε καὶ τιμῶσιν ἑκάτεροι, τὸν δι’ αὐτῶν ἡμῖν τὰς θεραπείας δωρούμενον, καὶ δρῶντα τὰ πολύτροπα τέρατα· ὃν ὡς τῶν ὅλων Θεὸν ὄντα ὑμνήσαντες, καὶ τοὺς μάρτυρας ὡς πιστοὺς αὐτοῦ γεγονότας θεράποντας, ἑτέρων θαυμάτων τὰς παραθέσεις ποιούμεθα.