Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Ολοκλήρωση των αλεξανδρινών θαυμάτων: Μαγεία, ειδωλολατρία και σωτηρία

Θαύματα που καταδεικνύουν τη θεία δίκη κατά των κρυπτοειδωλολατρών, η διάσωση από μαγεία και ερπετά, και το επιστέγασμα του αλεξανδρινού κύκλου ιάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 6 από 12

Περὶ Θεοδώρου τοῦ μετὰ τὸ κοινωνῆσαι ῥινοκτυπήσαντος, καὶ παραχρῆμα τυφλωθέντος [1] Ὁ νεανίας Θεόδωρος, ὁ τῆς παρούσης ἡμῖν διηγήσεως αἴτιος, μεγάλης ὠφελείας γίνεται πρόξενος τοῖς οὐ παρέργως τῶν λεγομένων ἀκούουσι. Οὗτος γὰρ εἰς τὸ τῶν ἁγίων γενόμενος τέμενος, μετὰ τὴν τῶν ζωοποιῶν Χριστοῦ μυστηρίων μετάληψιν, ὅθεν οὐκ ἴσμεν κινούμενος, εἴτε τινὸς αὐτὸν πρὸς θυμὸν παροτρύνοντος, <εἴτε μηδενὸς αὐτὸν ἐρεθίζοντος> μανίᾳ μεγίστῃ φλεγόμενος, καὶ ζέων τῇ κινήσει τοῦ περὶ καρδίαν καχλάζοντος αἵματος, οὐ λόγοις μόνοις τὸ Θεῖον ὁ δείλαιος ὕβρισε δυσφημῶν ὁ τρισάθλιος, καὶ ὡς κατὰ συνδούλου τινὸς τὰς λοιδορίας ποιούμενος, ἀλλὰ καὶ τῇ διὰ ῥινῶν ἀναρρωφήσει τοῦ πνεύματος κτύπον ἀποτελῶν βροντῇ φοβερᾷ παραπλήσιον, τὸν φρίττειν εὐθὺς ἀναγκάζοντα πάντας τοὺς παρόντας καὶ βλέποντας, καὶ τοῖς ὠσὶν ἀκουσίως ἀκούοντας. [2] Πολλοὶ δὲ τοῦτο Χριστιανῶν διαπράττονται, βλασφημεῖν ὡς οἶμαι νομίζοντες, ἀγνοοῦντες δὲ παντελῶς τὸ πραττόμενον· ὅπερ ἀκριβῶς εἰ ἐγίνωσκον, οὐκ ἂν αὐτὸ μετὰ μυρίας βασάνους εἰργάσαντο.

Καὶ τάχα διασαφεῖν τὸ κακὸν οὐκ ἀνόνητον· ἴσως γάρ τινες μανθάνοντες αὐτοῦ τὴν ποιότητα, καὶ ὡς Ἑλληνικῆς ἐστι δυσσεβείας ἐπάξιον εὕρημα, τῆς τοιαύτης ἑαυτοὺς φρενοβλαβείας φυλάξαιντο. Τοὺς Ἕλληνας, φησὶν ὁ Πορφύριος, τὰς ἐναγεῖς θυσίας τοῖς εἰδώλοις προσφέροντας ῥινοκτυπεῖν ἐντονώτατα, ὁλκῇ βιαίᾳ καὶ δυνάμει τοῦ πνεύματος τὸν τοιόνδε κτύπον προφέροντας, ὕμνον ποιεῖσθαι σεβάσμιον, ὡς ἐντεῦθεν πολλὴν ἔχειν τοὺς θύοντας ἄδειαν, καὶ τὴν ἅμιλλαν ζηλοῦν ἱκανώτατα, τίς ῥινοκτυπίᾳ νικήσει τὸν ἕτερον, ἵν’ ὁ βέλτιστος πρῶτος ἀκούοιτο, καὶ δαίμοσιν ὑπάρχοι γλυκύτατος. [3] Αὕτη τῶν τοιῶνδε κτύπων ἡ ποιότης καθέστηκεν πρὸς θεραπείαν δαιμόνων ὑπάρξασα, καὶ δαίμονας ἀκαθάρτους ὑμνεῖν λεληθότως τοὺς προεμένους αὐτὴν ἀναγκάζουσα. Ὅθεν τοὺς ταύτῃ χρωμένους προτρέπομεν, μαθόντας αὐτῆς τὸ βλαπτικὸν καὶ ὀλέθριον ὡς ψυχοφθόρου λύττης ἀφίστασθαι. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; καὶ τὰ ἑξῆς.

Τούτῳ τῷ κτύπῳ Θεόδωρος τῷ βδελυρῷ καὶ φιλειδώλῳ μετὰ τὴν τῆς ἀχράντου κοινωνίας βρῶσιν χρησάμενος, εὐθὺς ἐστερεῖτο τῶν ὄψεων, καὶ τῶν ὀμμάτων ἐχήρευε, σύνδρομον τῇ δυσφημίᾳ τὴν τιμωρίαν εὑράμενος· καὶ τούτου συμβάντος, ὡς ἔφημεν, τρόμος ἅπαντας τοὺς παρόντας ἐλάμβανεν, καὶ φόβος οὐχ ὁ τυχὼν ἐπενέμετο, μὴ καὶ αὐτοὶ τοῖς ὁμοίοις ἐμπέσωσι τοιαῦτα συχνῶς ἁμαρτάνοντες· καὶ δι’ ἔθος τὴν πρᾶξιν οὐχ ἁμαρτίαν ἡγούμενοι· πολλά τε τῶν παρόντων ἕκαστος ἐξέχεε δάκρυα, Χριστὸν ὑπὲρ ἑαυτοῦ καὶ τοὺς μάρτυρας ἱλασκόμενοι, καὶ τοῦ πεπονθότος χάριν δεόμενοι, ὅπως ὡς Θεὸς οἰκτίρας τὸν ἄθλιον μετανοοῦντα προσδέξηται, καὶ διὰ τῶν ἁγίων πάλιν τὸ βλέπειν χαρίσηται. [4] Ἐπιφανέντες οὖν καθ’ ὕπνους οἱ μάρτυρες τῷ τὴν ὅρασιν ἀπολέσαντι, Τίς σε, φασὶν ἐργάτην, ὦ ἄθλιε, τοσαύτης μυσαρᾶς εἰργάσατο πράξεως; ἧς ἔδει παρὰ πάντα μὲν ἅπαντας τὸν βίον ἀπέχεσθαι, ὡς Ἑλληνικῆς καὶ φίλης τοῖς δαίμοσιν· καὶ εἰ ἐν ἀγνοίᾳ ποιοῦνται ταύτην οἱ πλείονες, μάλιστα δὲ ταύτης τὴν ποίησιν ἔδει μυσάττεσθαι ὅτε Χριστοῦ τῶν μυστηρίων ἐφάπτονται.

Καὶ νῦν εἰ τῇ τρίτῃ ἡμέρᾳ παριόντος τοῦ οἰκονόμου, καὶ μετὰ χεῖρας τὸ θυμιατήριον ἔχοντος καὶ θυμιῶντος τὸ τέμενος, ἴδοις τοῦ θυμιατηρίου τοὺς ἄνθρακας, καὶ τοῦ θυμιάματος καπνὸν ἀναθρώσκοντα, λυτρωθήσει τελείως τῆς μάστιγος καὶ τὰς ὄψεις ἕξεις ἐρρωμένας ὡς πρότερον· εἰ δὲ μηδὲν ὧν ἔφημεν τριταῖος ἴδοις τοῖς ὄμμασιν, ἴσθι διηνεκῆ κερδάνας τὴν τύφλωσιν, καὶ μηκέτι τῶν ὁρατῶν τι θεώμενος. Καὶ ταῦτα μὲν ὄναρ αὐτῷ προσεφθέγγοντο. [5] Ὁ δὲ στραφεὶς μετὰ τὴν ὅρασιν, μειζόνως ἑαυτὸν ἀπωδύρετο, τὸ τῆς προθεσμίας στενὸν λογιζόμενος· ὅθεν συντονίᾳ πολλῇ τὰς δεήσεις ἀνέπεμπε, καὶ δακρύων ὀχετοὺς οὐ στελλομένους κατέφερε, Θεὸν ἀντιβολῶν καὶ τοὺς μάρτυρας μέχρι τῆς τοῦ λεχθέντος καιροῦ συμπληρώσεως· εἶχε δὲ καὶ πάντας αὐτῷ τοὺς ἐν τῷ νεῷ συμπρεσβεύοντας, καὶ τὰς ὑπὲρ αὐτοῦ λιτὰς ποιουμένους σὺν δάκρυσιν, καὶ πληροῦντας φιλάδελφον πρόσταξιν, τὸ εὔχεσθαι ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε. Καὶ δεχθείσης τῆς πάντων δεήσεως, ὁ Θεόδωρος τὸ βλέπειν ἀπείληφε, καὶ τὸ δέος ἀπέβαλε τῆς τυφλώσεως. [6] Χριστοδώρου γὰρ θυμιῶντος τῇ τρίτῃ τὸ τῶν ἁγίων μαρτύριον (οἰκονόμος γὰρ οὗτος ἐτύγχανεν), καὶ παριόντος ἔνθα τυφλὸς ὁ Θεόδωρος ἐκαθέζετο, ὡς μόνον αὐτοῦ τὸν τόπον τὸ φωτιστήριον ἔνθα ἦν κατέλαβε, τοὺς ἄνθρακας ἀθρόως ἐσκόπησε, καὶ τὸν εὐώδη καπνὸν ἀναβαίνοντα.

καὶ φωνὴν ἀφεὶς διαπρύσιον δοξολογοῦσαν Χριστὸν καὶ τοὺς μάρτυρας, αὖθις ἅπαντας πρὸς φόβον καὶ χαρὰν διανέστησε· χαρὰν μὲν ὅτι παραδόξως ἀνέβλεψε, φόβον δὲ ὅτι παρόντας ἐδόκουν τοὺς μάρτυρας, καὶ πᾶν ἐκδικοῦντας παράπτωμα. [7] Καὶ πάντων ἀθροιζομένων ἰδεῖν τὸν Θεόδωρον, καὶ βοῆς γενομένης βαρείας καὶ μείζονος ὁ Χριστόδωρος ἐξεπλήττετο. Ἠγνόει γὰρ παντελῶς τὸ γινόμενον· καὶ γνοὺς τῆς τότε θαυματουργίας τὸ μέγεθος, καὶ σὺν τοῖς ἄλλοις ἅπασι καὶ Θεοδώρῳ τῷ τυφλωθέντι καὶ βλέψαντι, τὸν Χριστὸν μεγαλοφώνως ἐδόξαζεν, καὶ τοὺς ἁγίους τοὺς Χριστὸν τοῖς θαύμασι μεγαλύνοντας. Ἡμεῖς δὲ νῦν ὡς τότε παρόντες καὶ τὸ θαῦμα θεώμενοι, τοῖς δεδρακόσι τὰς ὑμνῳδίας προσάξαντες ἐπ’ ἄλλο τέρας ἐμβριθέστερον ἄπιμεν.

Περὶ Ἀγαπίου τοῦ Ἕλληνος [1] Πολλοὶ τὸν ἀργυροπράκτην Ἀγάπιον ἴσασιν, οὐ πρᾶσιν ἀργύρου μόνον ποιούμενον, ἀλλὰ καὶ προφανῶς Ἑλληνίζοντα, καὶ ξόανα σέβοντα, καὶ λατρεύοντα τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Δι’ ἣν βδελυρωτάτην δυσσέβειαν ἐλεγχόμενος, ἐν τῇ βασιλίδι τῶν πόλεων συσχεθεὶς ἐκολάζετο· φεύγει δὲ παρ’ ἐλπίδα τῆς δίκης τὴν μάχαιραν, οὐ μεταθέσει γνώμης (οὐδεὶς γὰρ ἂν ἐπεμέμψατο,) ἀλλὰ χρυσίου πολλαῖς μεταδόσεσι ὅπερ ἐστὶν ἀθεώτατον· οὔτε φιλανθρωπίᾳ νόμων (ποῦ γὰρ τὸ πρὸς τοὺς οὐ μετανοοῦντας φιλάνθρωπον; ἐπεὶ μὴ τότε φιλανθρωπεύονται, ὅτ’ ἂν οἱ πταίοντες τοῖς οἰκείοις ἐναπομείνωσι πταίσμασιν), ἀλλὰ φιλαργυρίᾳ τῶν ἐκδικούντων τὰ νόμιμα· πάντα γὰρ ὄντως ὑπακούσεται τῷ χρυσίῳ, ὡς Σολομῶν ὁ σοφὸς ἀπεγράψατο. Πλὴν εἰ καὶ δόσει χρημάτων τὴν ζωὴν ὁ τάλας ὠνήσατο, καὶ θάνατον τὸν τότε διέφυγεν, ἀλλὰ τὸ θεῖον φυγεῖν οὐ δεδόνηται, οὐδὲ δίκης ὄμμα παντέφορον. [2] Ἀποδράσας οὖν τὸ Βυζάντιον μετὰ τὴν ἐκ τῶν φρουρίων ἀπόλυσιν, εἰς Ἀλεξάνδρειαν ἔρχεται, λανθάνειν ἐνθάδε νομίσας καὶ κρύπτεσθαι.

Ἠγνόει γὰρ ὁ βδελυρὸς καὶ θεήλατος ἐκ τῆς περὶ τοὺς οἰκείους θεοὺς ὑπολήψεως, ὡς ἡ θεία πανταχοῦ καθέστηκε δύναμις καὶ τὰ πάντα πληροῖ, τὴν οὐσίαν ἀπερίγραφον ἔχουσα, καὶ τὰ πάντα συνέχει, καὶ πάντων ἐστὶν ἐπέκεινα, ὡς αὐτὴ διὰ Ἡσαΐου φησὶν πρὸς τοὺς οἰομένους αὐτὴν ἐν τόπῳ βραχεῖ περιείργεσθαι· Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς ὁ τόπος τῆς καταπαύσεώς μου; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; Πρὸς ἣν ἅπαντα διὰ πολλὴν συγκατάβασιν συγκρινόμενα, οὐρανὸς καὶ τὰ κατ’ οὐρανὸν ἀγγέλων ἀναρίθμητα τάγματα, γῆ καὶ τὰ κατὰ γῆν ζῶα καὶ ἄνθρωποι, ἀὴρ καὶ ὄρνεα τὰ κατὰ τὸν ἀέρα πετόμενα, καὶ συλλήβδην εἰπεῖν ἅπαντα τὰ ὁρατὰ καὶ ἀόρατα, ὡς ῥοπὴ ζυγοῦ καθεστήκασι, καὶ ὡσεὶ σταγὼν ἀπὸ κάδου τυγχάνουσι, καὶ ὡς σίαλος ἐλογίσθησαν στόματος. [3] Τοῦτο γὰρ καὶ Δαβὶδ ἀκριβῶς ἐπιστάμενος ἔψαλλεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· ἧς τὸ μέγεθος ἐνδεικνύμενος, ἐπάγει καί φησιν·

Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματος σου; καὶ ἀπὸ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· καὶ ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. [4] Ὅθεν φυγὰς ὁ Ἀγάπιος, καὶ ἐν Ἀλεξανδρείᾳ γενόμενος, τὴν τῆς δίκης δεξιὰν οὐ διέφυγεν, ἀλλ’ ὑπὸ ταύτης κατασχεθεὶς ἐκολάζετο· οὐ νόμοις παραδοθεὶς ὡς τὸ πρότερον (πάλιν γὰρ ἂν τὴν τιμωρίαν διὰ χρημάτων ἐξέφυγεν· πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον), ἀλλ’ ἀοράτως πληγεὶς πληγὴν χαλεπήν τε καὶ ἄφυκτον· νόσος δὲ ἦν ἡ πληγὴ κατὰ παντὸς εὐρυνομένη τοῦ σώματος, ἣν Ἀσκληπιάδαι προσαγορεύουσι πάρεσιν. Καὶ τοῦτο δὲ φεύγειν ἠλπικὼς τὸ ἀρρώστημα (οὐ γὰρ δίκης ἔργον τὸ πάθος ἐνόμιζεν, ἀλλὰ σύμπτωμα σώματος), συχνῶς τοὺς ἰατροὺς μετεστέλλετο.

Οἱ δὲ παραγενόμενοι, τὰ τῆς τέχνης ἐπ’ αὐτῷ διεπράττοντο, εἰδότες μὲν ὡς οὐ ζήσεται, οὐδὲ τοῦτο φύγοι τὸ νόσημα, ἀλλ’ ἐλπίδι μισθῶν ἀπατῶντες τὸν ἄθλιον. [5] Ὡς δὲ χρόνος προέβαινεν, καὶ τὸ πάθος προέκοπτε, ὥστε καὶ τῆς γλώττης τὴν πάρεσιν ἅπτεσθαι, ἥτις λοιπὸν τῇ μάστιγι διελέλυτο, φωνὴν ἔτι διαρθροῦν οὐκ ἰσχύουσα· καὶ τὸν βίον αὐτὸς οὐκ ἐξήρχετο, ἀλλ’ οὕτω δεινῶς ἐκολάζετο· συμβουλεύεται πρός τινων πρὸς Κῦρον ἐλθεῖν καὶ Ἰωάννην τοὺς μάρτυρας, ὡς δυναμένους αὐτὸν τοῦ πάθους λυτρώσασθαι, εἰ μετὰ πίστεως αὐτοὺς καὶ δακρύων ἀφίκοιτο. [6] Ὁ δὲ δειλαίνων μήπως αὐτὸν ὡς Ἕλληνα κρίνωσιν, εἰς τοὺς ἁγίους ἐλθεῖν μὴ βουλόμενον (ὑπεκρίνετο γὰρ τὸν Χριστιανὸν ὁ ἐπάρατος, καὶ τὸ τοῦ προβάτου περιεβάλλετο κώδιον, εἰ καὶ λύκος ἀληθῶς ὁ δυσσεβὴς ἐγνωρίζετο), τὴν βουλὴν εἰσεδέξατο, καὶ τὴν ἔξοδον ἐπένευσε γίνεσθαι, λανθάνειν μὲν διὰ τούτου τοὺς ἀνθρώπους οἰόμενος, ἀπατᾶν δὲ νομίζων τοὺς μάρτυρας, ὡς γνῶσιν τῶν καθ’ ἡμᾶς οὐκ ἔχοντας ἔνθεον· ἀλλὰ τούτους κατὰ τοὺς ἑαυτοῦ θεοὺς λογισάμενος, τοὺς μὴ μόνον τὰ πόρρωθεν ἢ τῶν ἀνθρώπων τὰ κρύφια, ἀλλ’ οὔτε τὰ κείμενα παρὰ πόδας γινώσκοντας· Τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι, καὶ οὐ λαλήσουσι· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· οἷς ἐπενεγκεῖν ἐστὶν ἀκόλουθον καὶ τό· Ὅμοιον αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτά, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. [7] Ἥλω τοίνυν ὁ δείλαιος ἑαυτὸν ἀπατῶν οὐ τοὺς μάρτυρας, καὶ λανθάνων ἑαυτὸν καὶ οὐ ταύτην ἔχοντας περὶ αὐτοῦ τὴν ὑπόληψιν.

Γενόμενος γὰρ εἰς τὸ Κύρου καὶ Ἰωάννου θειότατον τέμενος, τούτους κοιμώμενος ἔβλεπεν ἐν σχήματι Χριστοδώρου τοῦ τὴν διοίκησιν ἔχοντος τὸν νεὼν περιάγοντας καὶ θυμιῶντας Θεῷ θυμιάμασι· παρ’ αὐτῷ δὲ γεγονότας, ἀπειλητικώτερόν πως αὐτῷ διαλέξασθαι· Τί πρὸς ἡμᾶς, ὁ πάσης εὐσεβείας ἀλλότριε, καὶ πάσης βδελυρίας ἀνάπλεε παραγέγονας; χλευάζειν καὶ ἡμᾶς εἰσελήλυθας; Μὰ τὸν οὐρανοῦ καὶ γῆς Ποιητὴν καὶ οἰκήτορα καὶ τὴν ἐνθάδε καὶ πανταχοῦ τῆς αὐτοῦ θεότητος δύναμιν, οὐ μὴ φύγῃς ἡμᾶς ὡς ὑπέλαβες, ἀλλ’ ἐπὶ νῶτόν σε δημοσίως μαστίξομεν, ἵνα γνοίης σαφέστερον τίσιν ἐμπαῖξαι τετόλμηκας. Καὶ ταῦτα προσαπειλήσαντες ἀπῆλθον οἱ ἅγιοι. [8] Ὁ δὲ στραφεὶς ἔμφοβος ἔτι καὶ ἔντρομος, νεύμασιν ἅπαντα καὶ ψελλίσμασιν τοῖς διακονουμένοις αὐτῷ διεσάφησεν· καὶ τοῦ οἰκονόμου κατὰ τὸν καιρὸν παριόντος τοῦ θυμιάματος καὶ τὸ θυμιατήριον ἔχοντος, ἔχων τῆς ἀπειλῆς τὸ δέος ἐγκάρδιον, στρέφειν αὐτὸν τῷ ὑπηρέτῃ διέταξε. καὶ στραφείς, ὡς διένευσε, τοῖν Χριστοδώρου ποδοῖν παρ’ αὐτῷ γεγονότος ἐδράξατο, καὶ μὴ μαστίζειν ἱκέτευε· αὐτὸς γὰρ ᾤετο τοὺς κατ’ ὄναρ αὐτὸν μαστιγοῦν ἀπειλήσαντας.

Ἀγνοῶν δὲ ὁ Χριστόδωρος (πάντα γὰρ πρὸς τοῦ παιδὸς ἔμαθεν ὕστερον), ἐθαύμαζε μὲν τὸ λεγόμενον, μὴ τύπτειν δὲ αὐτὸν ὡς ἱκέτευεν ὤμοσεν. [9] Μετ’ οὐ πολὺ δὲ τοῖς ἀσθενέσιν ὅστις ὑπῆρχεν γιγνώσκεται· καὶ γὰρ τὴν τῶν ζωοποιῶν ἀπηρνεῖτο μυστηρίων ὡς ἐν αἱρέσεως σχήματι ποιεῖσθαι μετάληψιν· καὶ παρὰ τῶν ἐν τῷ νεῷ θόρυβος κατ’ αὐτοῦ πολὺς διηγείρετο· ὃς τοῦτο μαθών, καὶ θέλων ἀποτρίψασθαι τὴν ὑπόνοιαν, τῶν ἁγίων Χριστοῦ μυστηρίων μετέλαβε.

Καὶ θᾶττον μετὰ τὴν τούτων μετάληψιν, δαίμων ἄγριος εἰς αὐτὸν εἰσεπήδησεν, ὥσπερ καὶ εἰς τὸν προδότην Ἰούδαν ὁ Σατανᾶς μετὰ τὸ λαβεῖν αὐτὸν τὸ ψωμίον ὅπερ ὁ Σωτὴρ ἐπέδωκεν ἐμβάψας εἰσήλατο· καὶ χαμαὶ κείμενος ἐσπαράττετο, καὶ τοὺς ὀφθαλμοὺς διεστρέφετο, καὶ τὰ μέλη χαλεπῶς ἐλυγίζετο, καὶ τοὺς ἀφροὺς ἐκ τοῦ στόματος ἔπεμπε κῦμα θαλάττιον ἐλεεινῶς ἐκμιμούμενος· καὶ νήφων μὲν ἐξ ὀλίγου, εἴπερ ἄρα καὶ ἔνηφε, λαλεῖν δὲ παντελῶς ἢ τὴν γλῶτταν ὅλως κινεῖν οὐκ ἠδύνατο· ὑπὸ τοῦ δαίμονος δὲ στρεβλούμενος, καὶ συνεχῶς ἐνεργούμενος, οὐ μὴν ἀλλὰ καὶ κοιμώμενος, εἴπερ ἐκάθευδε, μὴ πίστει προσελθὼν ἀλλ’ ὑποκρίσει τοῖς μυστηρίοις ἠλέγχετο. [10] Τρεῖς γοῦν οὕτω διανύσας ἡμέρας ὁ ἄθλιος, καὶ πολλάκις τῆς ἡμέρας καὶ τῆς νυκτός, μᾶλλον πανημέριον καὶ παννύχιον σπαραττόμενος, καὶ πάντα πάσχων ὅσα πάσχουσιν οἱ δαίμοσι στυγηροῖς πιεζόμενοι, θανάτου πίστιν τοῖς ὁρῶσι παρείχετο. Ὅθεν οἱ τούτῳ προσήκοντες ἐγνωκότες ὡς θᾶττον ὑπὸ τοῦ δαίμονος ἀναιρεθήσεται, ἀναλαβόντες αὐτὸν ἦγον εἰς Ἀλεξάνδρειαν εἰς οἶκον τὸν ἑαυτοῦ τεθνηξόμενον.

Ἐξελθὼν δὲ τῶν ἁγίων τὸ τέμενος, καὶ βραχὺ λίαν ὁδεύσας διάστημα, σὺν ὀδύνῃ πολλῇ τὸ πνεῦμα παρέδωκεν, τῆς δυσσεβείας ἄξιον εὑράμενος θάνατον, τοῦ δαίμονος αὐτὸν κατὰ τὴν ὁδὸν ἀποπνίξαντος· καὶ τὸν μὲν νεὼν καταλέλοιπεν ὡς μιαρός τε καὶ βέβηλος ἐλαυνόμενος, καὶ τὴν πόλιν αὐτὴν οὐχ ἑώρακεν, ὡς ταύτης ὑπάρχων ἀνάξιος.

Καὶ οὕτω μὲν Ἀγάπιος εἰς Θεὸν δυσσεβήσας καὶ μάρτυρας, τὸν βίον κατέστρεψε· καταστροφὴ γὰρ ὄντως ἀσεβοῦς τοιαύτη, κατὰ τὸ λόγιον, καὶ ἡ ἐλπὶς αὐτοῦ ἀπολεῖται, καὶ οὐκ ἔσται αὐτοῦ τὸ παράπαν ἡ δίαιτα. [11] Ἡμεῖς δὲ καὶ δι’ αὐτοῦ καὶ τῶν πρὸ αὐτοῦ τὴν μαρτυρικὴν ἀλκὴν τὴν ἐπὶ τοῖς μετανοοῦσιν καὶ τοῖς οὐκ ἐπιστρέφουσιν ὑπογράψαντες, καὶ πρὸς ὄνησιν τῶν εὐσεβούντων κηρύξαντες, ἵνα μὴ μόνας τὰς ἰάσεις θεώμενοι ἀργοτέρους πρὸς ἄμυναν τοὺς μάρτυρας οἴοιντο, καὶ ταύτῃ βλαβῶσι διάνοιαν, πρὸς καταφρόνησιν καὶ ῥαθυμίαν ἐκκλίναντες, καὶ ὕμνους ὑπὲρ τῆς ἐντεῦθεν ὠφελείας αὐτοῖς προσκομίσαντες, ἕτερα δύο ἢ τρία θαύματα τερπνότερα γράψαντες, τέλος τῶν ἐπ’ Ἀλεξανδρεῦσι γραφέντων τεράτων οὐ γεγονότων μόνον αὐτὰ ποιησώμεθα. [12] Ἵνα πέρασι ταῦτα τερπνοῖς ὁριζόμενα, ἅπαντα τερπνὰ τοῖς ἐντυγχάνουσι φαίνοιντο· τέρποντα μὲν τοῖς ἔμπροσθεν, τοῖς παροῦσι δὲ μικρὸν ὑποστύφοντα, καὶ πάλιν τοῖς ἔπειτα τέρποντα· καὶ τοῖς μὲν ἡδέσι τὰς τῶν ἀκουόντων ψυχὰς θεραπεύοντα, τοῖς δὲ στυπτικωτέροις ταῦτα ἀνεπαισθήτως καθαίροντα· ὡς καὶ τῶν Ἀσκληπιάδων οἱ δόκιμοι πράττουσιν· μέλιτι γὰρ τὰ δεκτικὰ καὶ ὠφέλιμα τῶν φαρμάκων συνδήσαντες, ἤτοι προσμίξαντες, τοὺς δεομένους καθάρσεως ἐκκαθαίρουσιν.

Τούτους οὖν καὶ ἡμεῖς ἐνθάδε μιμούμενοι, τοῖς προλαβοῦσιν ἡδέσι τὰ παρόντα δεκτικὰ προσποιήσαντες, ἑτέροις ταῦτα τερπνοῖς συγκαλύψωμεν· τέλος τὰ τερπνὰ τῆς εἰς Ἀλεξανδρέας θαυμάτων συγγραφῆς, οὐ θαυμάτων ἐνεργείας ποιούμενοι.

Περὶ Κοσμιανῆς ἀπιούσης εἰς τοὺς ἁγίους τοῦ εὔξασθαι καὶ πεσούσης ἐκ τοῦ ἀλόγου καὶ συντριβείσης τὸ σῶμα [1] Ἡδὺ καὶ τὸ παρὸν ἡμῖν θαῦμα καθέστηκεν, ὅπερ ἐπὶ γυναίῳ τινὶ Κοσμιανῇ τοὔνομα τοῖς μάρτυσι γέγονε· καὶ τάχα καλῶς μετὰ τὴν τῶν αὐστηροτέρων ἀγγελίαν ἀπήντησεν, ἵνα τὴν ἐκεῖθεν δοκοῦσαν ἔσεσθαι λύπην ἡμῖν, ὥσπερ ἐπὶ σπόγγου τινὸς παρελθὼν ἀναμάξηται· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα ὥσπερ ἀπὸ γυναίων τῶν ἀνιώντων ἡ διήγησις ἤρξατο, οὕτω καὶ τῶν ἡδόντων ἡ γραφὴ ἀρχὴν ἔχει πάλιν τὰ γύναια. [2] Οὕτω γὰρ καὶ ὁ Κύριος μετὰ τὴν ἀνάστασιν φαίνεται πρώταις γυναιξὶ τό, Χαῖρε, δωρούμενος, ἐπειδὴ καὶ πρώταις αὐταῖς μετὰ τὴν ἐν παραδείσῳ παράβασιν, τὰ τῆς λύπης ἐφθέγξατο ῥήματα· τοῦτο κρίνας αὐτὸς δικαιότατον, ἵνα πρῶται τὸ λυπεῖσθαι δεξάμεναι, αὐταὶ πρῶται καὶ τὸ χαίρειν κομίσωνται, καὶ μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, κατὰ τὸν θεῖον Ἀπόστολον, τὸν κεφαλὴν μὲν γυναικὸς τὸν ἄνδρα καλέσαντα, ἀνδρὸς δὲ σῶμα τὴν γυναῖκα θεσπίσαντα· καὶ μήτε γυναῖκα χωρὶς ἀνδρός, μηδ’ ἄνδρα χωρὶς γυναικὸς τὸ πᾶν εἶναι σῶμα βουλόμενον· ἣ τὸ μὲν τοῦ σώματος τὸ χαίρειν, τὸ δὲ τὸ λυπεῖσθαι πρῶτον ἐδέξατο. [3] Οὐκοῦν παρεῖτο τὸ γύναιον· καὶ ὥσπερ Ἀθανασία πρώτη τῶν λυπεῖν δοκούντων θαυμάτων γεγένηται, οὕτω καὶ Κοσμιανὴ πρώτη τῶν ἐχόντων τὸ εὔθυμον γίγνοιτο.

Ἔρρωτο τοίνυν αὕτη τῷ σώματι, καὶ πάθος οὐδὲν ἔσχεν ἢ νόσημα· κατ’ οἶκον δὲ διατρίβουσα, πόθον ἔσχεν ἐλθεῖν εἰς τοὺς μάρτυρας, καὶ προσκυνῆσαι τούτων τὰ λείψανα, καὶ τὴν βρύουσαν ἀπ’ αὐτῶν εὐλογίαν καρπώσασθαι, καὶ πληρῶσαι τὸν πόθον ἐθέλουσα, ἐπ’ ὄνῳ μικρὸν ἀτάκτῳ καθίσασα, πρὸς τὸ τέμενος ὥδευε. [4] Ταύτην ὁ τοῦ φθόνου πατὴρ θεασάμενος, σὺν πόθῳ πλείονι πρὸς τοὺς ἁγίους ὁρμήσασαν, μεγάλην αὐτὸς τὴν ζημίαν ὑφέξειν ἐνόμιζεν, εἰ μετὰ τοσαύτης σπουδῆς καὶ θερμότητος εἰς τὸν ναὸν τὸν θεῖον ἀφίκοιτο, καὶ μὴ καθ’ ὁδὸν ταῖς πονηραῖς αὐτοῦ παγίσι προσκόψασα, ποιήσαιτο τὴν ἐπάνοδον, μήτε τὸν σηκὸν ἰδοῦσα τὸν ἔνθεον, μήτε τὸ σέβας δοῦσα τὸ πρόσφορον, μήτε τὸ δῶρον λαβοῦσα τὸ τίμιον. Λυποῦσι γὰρ αὐτὸν καὶ δάκνουσιν ἅπαντα τὰ τὸν Θεὸν ὡς ἀγαθὸν θεραπεύοντα, καὶ τοὺς φιλοθέους ἀνθρώπους εὐεργετοῦντα καὶ σώζοντα. [5] Ὅθεν ἐπὶ τὰ μέσα τῆς ὁδοῦ τὸ γύναιον ὡς εἶδε γενόμενον, ῥίψας ἀθρόον τὸ φέρον αὐτὴν ὑποζύγιον ἐπ’ ἔδαφος ἤνεγκεν εἰς τοὐπίσω πεσεῖν, καὶ τὸν νῶτον ἡγεῖσθαι ποιήσας τοῦ πτώματος, ὃ φορᾷ σφοδροτέρᾳ φερόμενον τῇ γῇ προσραγέν, ὅλον εὐθὺς συνετρίβετο, καὶ νεκρὸν ἐπὶ πολὺ τὸ γύναιον ἔδειξεν· τάχα δ’ ἂν καὶ πρὸς τάφον παρέπεμψεν, εἰ μὴ τοὺς μάρτυρας ἀναψύχοντας εὕρισκε, καὶ θανοῦσαν σχεδὸν ἀνεγείροντας, καὶ ζωὴν πάλιν ταύτην παρέχοντας.

Μετὰ πολὺ γοῦν αὐτὴν ἀνανήψασαν (ἐτεθνήκει γὰρ τῷ ῥοίζῳ τότε τοῦ πτώματος, καὶ πάντα αὐτῆς τὰ ὀστᾶ διελέλυτο), εἰς πόλιν ἀποστρέφειν οἱ συνόντες ἠβούλοντο, ἵνα θερμά, φησίν, ἔχουσαν ἔτι τὰ τραύματα, πρὸς ἰατροὺς ἀπενέγκωσιν, καὶ μὴ μετὰ ψύξιν καὶ νέκρωσιν. [6] Δοκοῦσιν γὰρ τὰ τῶν τραυμάτων θερμότερα, καὶ πρὸς ἴασιν ἑτοιμότερα, καὶ μήτε τοσοῦτον ἰατροῖς παρέχειν τὸν κάματον, μήτε μὴν ἄλγος ἐμποιεῖν τοσοῦτον τοῖς πάσχουσιν, ὅσον τὰ μετὰ πλῆξιν ψυχρούμενα καὶ βραδύνοντα δέξασθαι φάρμακον. Ἡ δὲ τὴν ἐκκοπὴν τῆς εἰς τοὺς ἁγίους ἀφίξεως, δαίμονος ἔργον εἶναι νοήσασα, πάλιν νοστεῖν οὐκ ἠνέσχετο, πρὸ τῆς τοῦ πόθου πληρώσεως. Πάλιν οὖν ἐπὶ τὸ κτῆνος αὐτὴν μετὰ δυσχερείας πολλῆς ἀνενέγκαντες, ἔμπροσθέ τε καὶ ὄπισθε, μετὰ πολλῆς ἀσφαλείας κατέχοντες, διὰ τὸ παντελῶς αὐτὴν κατέχειν ἑαυτὴν ἐπ’ ἀλόγῳ μὴ δύνασθαι, σὺν κινδύνῳ πολλῷ πρὸς τοὺς μάρτυρας ἤγαγον.

Καὶ προσευξαμένην αὐτήν, καὶ τὴν αὐτῶν σορὸν προσκυνήσασαν, ἐπὶ τὸ ἄστυ πάλιν εἰσήνεγκαν, παραμένειν τῷ νεῷ μέχρι ῥώσεως οὐ θελήσασαν, ἀλλὰ τοῦτο πρὸς τοὺς ἁγίους ἀστειότατα λέξασαν. [7] Πολλοὶ μέν, ὦ Χριστοῦ μιμηταὶ καὶ θεράποντες μάρτυρες, νοσοῦντες πρὸς ὑμᾶς ἀφικνούμενοι, μετὰ ῥώσεως καὶ χαρᾶς ὑποστρέφουσιν· ἐγὼ δὲ μετὰ ῥώσεως ἐξελθοῦσα τῆς πόλεως, πρὸς ὑμᾶς ἐλθοῦσα, ταύτης ποιήσασθαι φύλακας, μετὰ πόσου κινδύνου καὶ νοσήματος ἐπανέρχομαι.

Καὶ νῦν εἰ μὲν ἀσθενοῦσα τῆς ἑστίας ἐλήλυθα, παρέμενον ἂν μέχρις οὗ τελείαν ἐκομισάμην τὴν ἴασιν· ἐπειδὴ δὲ πρὸς ὑμᾶς οὐ πάθους ἕνεκα καὶ παραμονῆς παραγέγονα, ἀλλ’ εὐχῆς καὶ προσκυνήσεως, ἣν ὁ μισόκαλος κωλῦσαι τεθέληκεν, ἀλλ’ οὐκ ἴσχυσεν, τὴν ὑμῶν εὑρὼν συζυγίαν ἀντίπαλον, ταύτην ὡς ἠβουλόμην τελέσασα, πάλιν οἴκαδε πορεύομαι, οὐκ ἄλλους ἰατροὺς τοῦ ἐμοῦ ποιησαμένη νοσήματος, ἀλλ’ ὑμᾶς ἐλθεῖν ἐκεῖσε προτρέπουσα, καὶ τὴν ὑμῶν ἀρωγὴν ἀναμένουσα, ἵν’ ὥσπερ ἐρρωμένην με τῆς ἑστίας εἰλήφατε, οὕτως ἐκεῖσε γιγνομένην ἰάσησθε. Ταῦτα πρὸς Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας φήσασα, τὸν τούτων νεὼν καταλέλοιπε, καὶ σὺν πολλῷ τὴν πόλιν κινδύνῳ κατείληφεν, ἀδιστάκτως πιστεύουσα ὡς πάντως ἐλθόντες οἱ ἅγιοι, κατ’ οἶκον αὐτὴν θεραπεύσωσιν· ὃ καὶ γεγένηται. [8] Κυροῦν γὰρ τὴν πίστιν τῶν εἰς αὐτοὺς πιστευόντων σπουδάζουσιν, ἔργῳ δρῶντες ἅπερ ἐκεῖνοι πιστεύουσιν, καὶ πιστοτέρους αὐτοὺς τῆς τῶν πιστευθέντων δωρεᾶς ἐργαζόμενοι. Κατ’ αὐτὴν γὰρ τὴν νύκτα σχήμασιν ἰατρῶν ἀφικόμενοι, τί ἂν ἔχοι τὴν Κοσμιανὴν καθεύδουσαν ἤροντο. Ἡ δὲ τὸ πάθος ἀπήγγελλε, καὶ τοῖς ἁγίοις, φησίν, ἐπεμέμφετο, ὡς τοῖς μὲν ἄλλοις ἀσθενέσι τὴν ῥῶσιν παρέχουσιν, αὐτὴν δὲ μόνην ἐρρωμένην συντρίψασιν.

Μειδιάσας δὲ ὁ τὴν τοῦ καθηγουμένου τάξιν καὶ τὸ διδασκαλικὸν φανεὶς ἐπέχων ἀξίωμα, τῷ μαθητιῶντι προσέταξε· Πάρελθε, φησίν, καὶ θᾶττον αὐτὴν τῆς πληγῆς ἐλευθέρωσον. Ὁ δὲ πληρῶν τὸ ἐπίταγμα, δρομαῖος ἐλθὼν τὴν σιαγόνα πλήττει ῥαπίσματι, καὶ τὴν ἐλευθερίαν τῇ νοσούσῃ χαρίζεται. [9] Ἡ δὲ τῇ πληγῇ στρέφεται τοῦ ῥαπίσματος, ὕπαρ τινὰ ῥαπίσαι νομίσασα· ἀλλ’ οὐδένα στραφεῖσα τεθέαται, οὐ τὸν ἰατρόν, φησίν, τὸν προστάξαντα, οὐ τὸν μαθητὴν τὸν δεδωκότα τὸ ῥάπισμα, οὐκ ἐπὶ τῆς σιαγόνος τὸ ῥάπισμα, οὐ τὰ ἐκ τοῦ πτώματος τραύματα, οὐ τὸ τοῦ νώτου δύσοιστον νόσημα, ὅπερ ἡ τῶν ἁγίων λυσίπονος ἄφιξις, καὶ τὸ πρὸς αὐτὴν δοθὲν σωτήριον ῥάπισμα, φροῦδα συντόμως πεποίηκε, καὶ τὰς τούτων ἀλγηδόνας ἠφάνισε. [10] Αὕτη μὲν οὖν οὕτω λαβοῦσα τὴν ἴασιν, καὶ τῆς ῥώσεως εὐθὺς ἐλθοῦσα πρὸς αἴσθησιν, ἀναστᾶσα τοὺς ἁγίους εὐφήμισεν, τὴν χάριν ᾄδουσα καὶ τὸ τάχος τῆς ῥώσεως. Ἡμεῖς δὲ τὴν κατ’ αὐτὴν διήγησιν συντελέσαντες, καὶ πάλιν τοὺς ἁγίους ὑμνήσαντες, τέρας ἓν ἕτερον ἢ καὶ δεύτερον γράψαντες, καὶ τέλος αὐτὰ τῶν ἐπ’ Ἀλεξανδρεῦσι λεχθέντων θαυμάτων τευξάμενοι, τῶν εἰς Αἰγυπτίους καὶ Λίβυας, Θεοῦ συνεργοῦντος καὶ τῆς τῶν μαρτύρων συμμαχίας, ἀρξώμεθα.

Περὶ Δωροθέας, ἧς τὸ παιδίον Καλλίνικος εἰς τοὺς ἁγίους ἀπιόν, ὠὸν κατέπιεν ὄφεως [1] Εἰς καιρὸν ἡμῖν καὶ γύναιον ἕτερον παραγέγονε κατὰ τὴν ὁδὸν καὶ αὐτὸ τὴν εἰς μάρτυρας φέρουσαν, ἐπὶ παιδὶ μικρῷ παθὸν τὴν ἐπήρειαν, καὶ τῆς τῶν ἁγίων φανερᾶς καὶ ταχείας τυχὸν ἀντιλήψεως, καὶ τῷ προλαβόντι θέλει συνάπτεσθαι, ἵνα μὴ μόνῳ τῷ στόματι, ἀλλὰ καὶ γραφῇ κηρύττῃ τῶν σεσωκότων τὸ τρόπαιον. Ἧς ἡμεῖς τὸ εὔγνωμον θαυμάσαντες, καὶ τὸν πόθον πληρώσωμεν, γλῶτταν αὐτῇ κιχρῶντες καὶ κάλαμον· ἵνα καὶ τὸν τῆς εὐγνωμοσύνης μισθὸν κελεύσει Θεοῦ σὺν αὐτῇ κομισώμεθα. Δωροθέα μὲν ἐκαλεῖτο τὸ γύναιον, τὰ δὲ ταύτης μειράκια δύο ἦν, Καλλίνικος καὶ Ἐπίμαχος. [2] Καλλίνικος μὲν ὁ μείζων, ἐτῶν ὑπῆρχε ὡς δώδεκα· Ἐπίμαχος δὲ χρόνον ἤνυεν ἔννατον. Μεθ’ ὧν ἡ γεννήσασα πρὸς τὸ τῶν ἁγίων ἤρχετο τέμενος, προσεύξασθαί τε καὶ προσκυνῆσαι αὐτῶν τὰ σεβάσμια λείψανα. Τὸ πλεῖστον δὲ τῆς ὁδοῦ διοδεύσαντες, ὑπό τι δένδρον καθέζονται, τὸν ἐξ ὁδοιπορίας ἀναλύοντες κάματον· ποσὶ γὰρ ἀπίεσαν, ἐπεὶ τῶν χρημάτων ἡ ἔνδεια, ζώοις αὐτοὺς ἐπιβαίνειν ἐκώλυεν.

Οὓς ὑπὸ τὸ δένδρον ὁρῶν ὁ ἀρχέκακος, εὐθὺς τῆς καθ’ ἡμῶν ἀρχαίας ὑπὸ τὸ δένδρον ἐπιβουλῆς ἐμνημόνευσε, δι’ ἧς ἐν Ἀδάμ τε καὶ Εὔᾳ γένος ἅπαν ἀνθρώπειον βασκανίας ἀπέκτεινε βέλεσιν, καὶ θανάτῳ δουλεύειν ἐτάχθησαν. Ὅθεν ὠὸν οὔριον ὄφεως δι’ οὗ κἀκείνην ἡμῖν ἐτύρευσε τὴν ἀπώλειαν, τοῖς μείραξι παρὰ τὸ πρέμνον τοῦ δένδρου κείμενον ἔδειξεν ὅπερ οὔτε καλὸν ἦν εἰς βρῶσιν, οὐδὲ ὡραῖον εἰς ὅρασιν, εἰ καὶ οὕτω τοῖς παισὶν ὡς καὶ τῇ Εὔᾳ διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἐφαίνετο, μήπω λαχούσης γεγυμνασμένα τὰ τῆς ψυχῆς αἰσθητήρια πρὸς καλῶν καὶ μὴ τοιούτων διάκρισιν.

Ὧν, ὡς ἔφην, χηρεύοντες, ἐπὶ τὸ φανὲν ὠὸν ἀνεξετάστως ἐσπούδασαν, πτηνοῦ τινος τῶν ἀνὰ τὸν ἀέρα χορευόντων εἶναι νομίσαντες γέννημα. [3] Ἁρπάσας δὲ τοῦτο καὶ λαβὼν ὁ Καλλίνικος (ἔφθασε γὰρ Ἐπίμαχον τὸν ἐλάττονα), ὡς μέγα τι τῇ χειρὶ διεβάσταζε· καὶ ἐπειδήπερ ὁ ἀδελφὸς ἀποτυχὼν τοῦ θηράματος ἔκλαιεν, καὶ τούτῳ τὸ εὕρημα παρέχειν ἡ μήτηρ ἐκέλευσεν, ἵνα τοῦ μικροτέρου παιδὸς ἀναστείλῃ τὸ δάκρυον, θᾶττον τὴν χεῖρα προσενέγκας τῷ στόματι, τὸ ὠὸν εὐθέως καταπίνει τοῦ ὄφεως, μεμορφωμένον ἤδη καὶ τέλειον ἔχον ἔνδον τὸ τῆς τεκούσης ὁμοίωμα· καὶ μητρικοῦ παρακούσας προστάγματος, θάνατον παρακοῆς ἐτρύγα τὸ βλάστημα εἰ μὴ Κῦρος αὐτὸν καὶ Ἰωάννης οἱ μάρτυρες τὸ θανατηφόρον ἐκδῦναι πεποίηκαν δίκτυον· εἶτα τὸ λοιπὸν τῆς πορείας ἀνύσαντες, εἰς τὸ τέμενος γίνονται. [4] Ὡς δὲ τοῦτο κατέλαβον, καὶ τὰς προσευχὰς Θεῷ τε προσήνεγκαν, καὶ τὸν τῶν ἁγίων τάφον ἠσπάσαντο, μετ’ οὐ πολὺ τῆς προσκυνήσεως τὰ σπλάγχνα πονεῖν ὁ Καλλίνικος ἤρξατο, ἀνοιχθέντος ἐν τῇ τούτου γαστρὶ τοῦ ὠοῦ, καὶ τὸν κάκιστον ἐκεῖνον θησαυρὸν ἐξεμέσαντος.

Καὶ στρόφοις μὲν αἱ ἀρχαὶ τῶν ἀλγηδόνων ἐῴκεισαν· ταῖς δὲ κατὰ μέρος αὐξήσεσιν τῶν μὲν στρόφων παρῃτοῦντο τὸ γνώρισμα, τοῖς δὲ δαιμόνων ὡμοιοῦντο στρεβλώσεσι. Ἄρτι γὰρ τοῦ περιέχοντος ὀστρακοειδοῦς ὑμένος ἐκκύψαν τὸ παγχάλεπον γέννημα, καὶ μὴ παροῦσαν εὑρίσκον τὴν φύσασαν, πρὸς τὴν ταύτης εἷρπε κακὴν ἀναζήτησιν, καὶ τῇδε κἀκεῖσε τοῦ παιδὸς τὰ σπλάγχνα διέθεε· τάχα δὲ καὶ διέδακνεν, εὑρεῖν ἐν αὐτοῖς τὴν τροφὸν οὐ δυνάμενον. [5] Ὅθεν τὰ πρῶτα μὲν ἔκλαιε, προβαῖνον δὲ μείζοσι κραυγαῖς ηὖξε τὸ δάκρυον· ὡς δὲ βαστάζειν πλέον τοῦ ὄφεως τὰς ἀνίας οὐκ ἴσχυσε, πεσὼν εἰς γῆν ἐκυλίετο, ἐσπαράττετο, πολυειδῶς τοῖς μέλεσιν ἐτυλίσσετο, ὡς μηδὲ φωνὴν αὐτὸν ἐκπέμπειν εἰς ὕστερον δύνασθαι, ἀλλὰ θνήσκειν εὐθὺς τοῖς ὁρῶσιν νομίζεσθαι.

Δωροθέα δὲ ἡ τοῦτον καὶ τὸν ἀδελφόν, ὡς ἔφην, ὠδίνασα, Καλλινίκου τὰ σπλάγχνα πλέον ἐδάπτετο, οὕτως ἐλεεινῶς τὸν υἱὸν ἀπολλύμενον βλέπουσα· καὶ προσελθοῦσα θᾶττον τοῖς μάρτυσιν μετὰ κραυγῶν καὶ δακρύων τὰς ἱκετείας προσέφερεν. [6] Βαβαὶ γάρ, ἔλεγεν, ἅγιοι, πῶς μου τὴν θυσίαν ἐδέξασθε; βαβαί, ποίων με δωρεῶν ἠξιώσατε; βαβαί, ποίας μοι δεξιώσεως μετεδώκατε;

Ἄλλαι γυναῖκες τέκνα μὴ ἔχουσαι πρὸς ὑμᾶς καταφεύγουσαι τίκτουσιν· ἐγὼ δὲ δύο δορυφορουμένη τἀνθάδε κατέλαβον, καὶ μεθ’ ἑνός, εἰ μὴ σπεύσοιτε, τῶν ἐνθένδε ἀπέρχομαι. Ἄλλοι θανάτου πνέοντες ἔρχονται, καὶ τούτου καταγελῶντες ἀπέρχονται· ἐμοῦ δὲ τῆς ἀθλίας τὸ νήπιον παῖζον ἧκεν πρὸς ὑμᾶς καὶ ὀρχούμενον, καὶ πάντως τεθνήξεται, ἐὰν ὑμεῖς οὐ λυτρώσησθε· καὶ τὴν ὁδὸν ἣν ἐλήλυθε, πάλιν ζῶν οὐ πορεύσεται. [7] Ἤρατέ μου τοῦ γήρους τὸ στήριγμα, τῆς ἀσθενείας τὴν βακτηρίαν ἐλάβετε, τὴν ἐλπίδα τῆς ἐν ἐσχάτοις ἀναπαύλης ἡρπάσατε· τὸν τρέφειν με μετὰ Θεὸν προσδοκώμενον ἔχετε. Εἰ ἐγώ, μάρτυρες, ἔπταισα, τί μου τὸ παιδίον κολάζετε; εἰ ἐγὼ ἥμαρτον, ἐμὲ τιμωρήσασθε· τί μητρὸς ἁμαρτίας ἀγνοοῦσι τέκνοις ἐπάγετε; διὰ τί κατάρας νομικῆς καὶ Μωσαϊκῆς γίγνεσθε κατακρίσεως ἔκδικοι; Ἁμαρτίας γάρ, φησίν, πατέρων ἐπὶ τέκνα.

Ἀλλ’ ἐκ τῆς κατάρας τοῦ νόμου Χριστὸς ἡμᾶς ἐξηγόρασεν, ὑπὲρ ἡμῶν κατάρα γενόμενος· καὶ ταύτην διὰ τοῦ προφήτου τὴν κατάκρισιν ἔλυσεν διαρρήδην εἰπών, ὡς οὐκέτι λεχθήσεται ἡ παραβολὴ αὕτη· «Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν». καὶ λοιπὸν οὐκ ἄλλος ὑπὲρ ἄλλου, ἀλλ’ ἕκαστος ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· καὶ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται, καὶ οὐκ ἄλλος τις ὑπὲρ αὐτῆς ὑφέξει δίκην καὶ κόλασιν. [8] Ἄλλοι εἰσὶν οἱ τῇ κατάρᾳ τοῦ νόμον δουλεύοντες, οἱ τὸν ἐλευθερωτὴν Χριστὸν τὸν τοῦ Θεοῦ Υἱὸν οὐ δεξάμενοι. Ἡμεῖς δὲ τὴν δι’ αὐτοῦ υἱοθεσίαν κερδάναντες οὐ πνεῦμα δουλείας εἰς φόβον ἐλάβομεν, ἀλλὰ πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ· καὶ τὸ λοιπὸν ἐλεύθεροι ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν.

Ἢ οὖν ἐμὲ κολάσατε, καὶ τὸ τέκνον ἐάσατε, ἢ σὺν αὐτῷ κἀμὲ τιμωρήσασθε, ἵνα μὴ ζῶσα βλέπω τοῦ ἐμοῦ παιδὸς τὴν ἀπώλειαν· εἰ δὲ τούτων οὐδὲν ἀνέχεσθε διαπράξασθαι, πάλιν μου τὸν παῖδα χαρίσασθε, τὸν φίλοικτον Θεὸν καὶ Δεσπότην ὑμῶν ἐκμιμούμενοι. [9] Ταῦτα καὶ τούτων πλείονα πρὸς τοὺς μάρτυρας λέγουσα, καὶ δι’ ὅλης νυκτὸς φέρουσα δάκρυα, μικρὸν περὶ τὸν ὄρθρον ἀφύπνωσε, οὐκ ἀθυμίας καὶ κόπου νικηθεῖσα τοῖς βέλεσιν, ἀλλ’ ἵνα τῶν ἁγίων θεάσοι τὴν ἐπίσκεψιν· οἳ παραστάντες, ὡς πᾶσιν εἰώθασιν, ὡς περὶ ὥραν τρίτην τῆς ἡμέρας τὸν υἱὸν ἐξοῖσαι τοῦ τεμένους ἐκέλευσαν, καὶ θέσθαι μέσον εἰς τὸ ἐξώτερον ὕπαιθρον προσέταττον, μηδενὸς αὐτῷ προσεγγίζοντος, μηδὲ τῆς τεκούσης αὐτῆς, ἀλλ’ ἐκ μικροῦ διαστήματος παρακάθεσθαι, καὶ θεωρεῖν τὸ γιγνόμενον ἐπ’ αὐτῷ θεόθεν τεράστιον. Καὶ ταῦτα μὲν εἶπον οἱ μάρτυρες, καὶ εἰπόντες ἀπέπτησαν.

Δωροθέα δὲ κατὰ τὴν λεχθεῖσαν ὥραν ἔδρα τὸ θέσπισμα, καὶ τὸν παῖδα λαβοῦσα, τοῦ τεμένους ἐξήγαγεν, καὶ ἐν τῷ ῥηθέντι τόπῳ κατέκλινεν, ἔνθα καὶ ἔνθα συνεχῶς κυλινδούμενον, καὶ τοῖς μὲν πολλοῖς θανεῖν προσδοκώμενον, τῇ δὲ μητρὶ ζῆν πιστευόμενον. [10] Ὡς ἡμιωρίου δὲ μικροῦ διοδεύσαντος, μετὰ τὴν γενομένην ἐκεῖσε τούτου κατάκλισιν, πλήθους πολλοῦ παρεστῶτος, περιμένοντος ἰδεῖν τὴν ἀπόβασιν, ἰδοὺ ἡ τὸ ὠὸν ἐκεῖνο γεννήσασα δράκαινα, τούτου ποιουμένη τὴν ζήτησιν, ἕρπουσά τε καὶ συρίττουσα παραγίνεται, ἀνακαλοῦσα καθὰ καὶ γυνὴ νήπιον ἀπολλύμενον σὺν ὀλολυγῇ καὶ κωκυτῷ ποιεῖσθαι φιλεῖ τοῦ ποθουμένου τὴν ἔρευναν.

Καὶ τῆς ἔξω θύρας προφανῶς εἰσελάσασα, καὶ τὸν ἐφεστῶτα λεὼν διαστήσασα, καὶ πρὸς φυγὴν παρὰ τὰ προοίμια τρέψασα, πρὸς τὸν παῖδα τρέχει τὸν ἄρρωστον, καὶ τοῦτον συχνῶς περιθέουσα, ποτὲ μὲν πρὸς τὸ οὖς ἐψιθύριζε, ποτὲ δὲ τῷ στόματι προσεπέλαζεν, καὶ τὸν υἱὸν ἡσυχίως ἀνέκραζε κάτω που κείμενον, καὶ τῇ γαστρὶ ταῦ παιδὸς ἐντρεφόμενον. [11] Ὃς παρούσης τῆς μητρὸς ἐπαισθόμενος, καὶ τὰ ταύτης γνωρίσας συρίσματα, δρομαῖος ἀνέρχεται, καὶ πρὸς αὐτὴν διὰ τοῦ στόματος ἔξεισιν, ὡς ἅπαξ τεχθεὶς καὶ κυοφορεῖν μηκέτι βουλόμενος· μᾶλλον δὲ τῶν ἁγίων γνοὺς τὸ ἐπίταγμα (τοῦτο γὰρ εἰπεῖν εὐσεβέστερον, ᾧ καὶ ἡ τεκοῦσα δουλεύουσα, πρὸς τὴν αὐτοῦ συντόμως ἀφίκετο ζήτησιν), καὶ λοιπὸν μένειν ἐγγάστριος, καὶ εἰ βούλοιτο, μὴ δυνάμενος. Ἐκπηδήσαντα δὲ τοῦ στόματος ὡς εἶδεν αὐτὸν ἡ γεννήσασα, καὶ ὡς αὐτὸ τυγχάνον γνωρίσασα τὸ οἰκεῖον καὶ παρ’ αὐτῆς ζητούμενον γέννημα, ἀνελομένη τε θᾶττον αὐτὸ σὺν τῇ θέᾳ τῷ στόματι, σκιρτῶσα καὶ χαίρουσα πρὸς τὸν αὐτῆς φωλεὸν ἀνεχώρησεν. [12] Κατὰ τοῦτον τὸν τρόπον καὶ Δωροθέα τὸ γύναιον, τὸν ἑαυτῆς υἱὸν παραχρῆμα ῥωσθέντα Καλλίνικον, μετὰ τὴν τοῦ δρακοντιαίου γεννήματος ἔξοδον, ἀνελομένη, καὶ σὺν αὐτῷ τὴν χάριν τοῖς σεσωκόσιν ᾄσασα μάρτυσιν, ἀγαλλομένη καὶ χαίρουσα τὴν εἰς πόλιν ὁδὸν ἐποιήσατο.

Ἡ δὲ τότε παροῦσα πληθύς, θεωρὸς γενομένη τοῦ θαύματος, τὴν ἐν Εὐαγγελίοις φωνὴν ἐκελάδησεν· Ὄντως, λέγοντες, εἴδαμεν παράδοξα σήμερον· ἐφ’ οἷς Θεόν τε καὶ μάρτυρας ὡς οἷά τε ἦν ἀνευφήμησε· μεθ’ ἧς καὶ ἡμεῖς τὰς πρεπώδεις εὐφημίας Χριστῷ τῷ Θεῷ ἡμῶν καὶ τοῖς ἁγίοις αὐτοῦ προσοίσαντες μάρτυσιν, πρὸς τὴν τοῦ προτεθέντος σκοποῦ βαδιοῦμεν ἐκπλήρωσιν.

Περὶ Θεοφίλου τοῦ ἀπὸ μαγείας συνδεθέντος τὰς χεῖρας καὶ τοὺς πόδας [1] Θαυμαστὸς ὁ Θεόφιλος ἀληθῶς, καὶ θαυμαστὸν καὶ τὸ κατ’ αὐτόν ἐστι διήγημα· καὶ τάχα διὰ τοῦτο τελευταῖον ἡμῖν ἑαυτὸν διετήρησεν, μᾶλλον δὲ οὐκ αὐτὸς ἑαυτὸν ὕστερον ἤγαγεν, ἀλλ’ οἱ θαυμάσιοι μάρτυρες.

Τελευταῖον δὲ μόνον τῶν ἐπ’ Ἀλεξανδρεῦσι γραφέντων εἰρήκαμεν, ἵνα καὶ τὰ προλαβόντα θαύματα καλλωπίσειεν, καὶ πλουσίως εὐφραίνῃ καὶ λαμπρῶς τοὺς ἀκούοντας, καὶ πρὸς αὐτὸν ἀεὶ πᾶν ὃ ἐμπεφόρευτο ἑτέρου γραφῇ μὴ σκεπόμενος. [2] Ἀγασάμενοι τοίνυν καὶ ἡμεῖς αὐτὸν τῆς συνέσεως, τὰ κατ’ αὐτὸν διηγούμεθα, στέφανον αὐτὸν θαυμαστὸν τοῖς προγραφεῖσιν ἐπάγοντες.

Ὁ τῆς μισανθρωπίας πατὴρ καὶ τῆς μισαδελφίας διδάσκαλος, ὁ ἐξ ἀρχῆς πλανήσας τὸν ἄνθρωπον, καὶ γυμνὸν αὐτὸν τὸ ὅσον ἐφ’ ἑαυτῷ θείας ἐργασάμενος χάριτος, τῇ πρὸς ἀνθρώπους οἰκείᾳ μανίᾳ καὶ θυμῷ μὴ ἀρκούμενος, καὶ ὅσαις αὐτοὺς ἀπαύστως περιβάλλει συμφοραῖς καὶ συμπτώμασιν, ὡς Ἰώβ φησιν ὁ θεσπέσιος· ἀλλὰ καὶ αὐτοὺς ἐπ’ ἀλλήλους ἐγείρει συχνότερον, ἐμβαλὼν αὐτοῖς τῆς αὐτοῦ μισανθρωπίας τὰ σπέρματα, ὃς καὶ εἰς τοσοῦτον αὐτοὺς ἐκκαίει πρὸς τὴν ἀλλήλων ἀπέχθειαν, ὡς καὶ αὐτὸν αἱρεῖσθαι τῆς οἰκείας μήνιδος σύμμαχον, καὶ πρώτους ἑαυτοὺς βλάπτειν τὰ μέγιστα (ψυχῆς γὰρ ὁ θάνατος τίκτεται <ἐκ> τῆς πρὸς ἐκεῖνον συμβάσεως), καὶ οὕτω τοὺς ἀδελφοὺς οὓς ἀγαπᾶν ὡς ἑαυτοὺς προσετάχθημεν. [3] Τοῦτόν τινες ἀδικῆσαι Θεόφιλον θέλοντες, ᾧ οἰκειώσαντο μετὰ τῆς αὐτοῦ πονηρᾶς προαιρέσεως· ἣν ἐκτελέσαι σπουδάζοντες βοηθὸν αὐτὸν πρὸς τὴν ἐπιβουλὴν ἐπεσύροντο. Ὁ δὲ πεισθεὶς ταῖς μιαραῖς αὐτῶν ἐπικλήσεσιν, οὐ μετρίως ἐκάκου τὸν ἄνθρωπον, χεῖρας καὶ πόδας συνδήσας τοῦ σώματος, καὶ δειναῖς ἀλγηδόσι <βασανίζων> ὡς ἤθελεν, καὶ τάχα οὐχ ὅσον ἤθελεν καὶ ἠβούλετο (ἀνεῖλε γὰρ αὐτὸν εἰ ἠδύνατο), ἀλλ’ ὅσον ἀνιᾶν πρὸς Θεοῦ συνκεχώρητο.

Ἀλλ’ ὁ Θεόφιλος τὴν αἰτίαν ἀγνοῶν τοῦ νοσήματος, τοὺς ἰατροὺς μετεπέμπετο, καὶ βοηθεῖν ὡς σθένος ἱκέτευε, καὶ σώζειν ὡς τάχος ἐδέετο, ἀργὸν καὶ ἀκίνητον κείμενον, καὶ ταῖς ὀδύναις ἐλεεινῶς ἀπολλύμενον. Οἱ δὲ συναγνοήσαντες αὐτῷ τῆς βλάβης τὸ αἴτιον, οὐ τὰ τῆς τέχνης εἰργάζοντο· οὐδὲν γὰρ αὕτη τοὺς πάθος ἀγνοοῦντας ποιεῖν διατάττεται, ἀλλὰ τὰ ἐξ οἰκείου νοῦ καὶ φιλοπόνου φρονήματος. [4] Πολλὰς γοῦν ἀντιδότους ὀρέξαντες καὶ καθάρσια πλείονα (ἐκ χυμῶν γὰρ πληθωρίας τὸ πάθος ἐνόμιζον), καὶ ἕτερα αὐτῶν δι’ ἀλειμμάτων καὶ διαφόρου διαίτης ποιήσαντες, ὡς οὐδὲν ὠφέλουν, ἐπαύσαντο, μόλις ποτὲ τοῦ νοσήματος εἰρηκότες τὴν ἄγνοιαν· τὴν τούτων δὲ γνοὺς ὁ ἄρρωστος ἄγνοιαν καὶ μετὰ τῆς ἀγνοίας τὸ ἄναλκες κομίζειν αὑτὸν πρὸς τοὺς ἁγίους ἐκέλευε, τοὺς θεόθεν εἰδότας βροτῶν τὰ νοσήματα, κἀκεῖθεν αὐτοῖς τὰς ἰάσεις ὀρέγοντας. Εἰς τὸ Κύρου γοῦν καὶ Ἰωάννου γενόμενος τέμενος, καὶ λῦσαι τὸ κακὸν ἱκετεύσας τοὺς μάρτυρας, μετὰ χρόνον οὐ πολὺν εἰσακούεται, καὶ τῆς ῥώσεως ἔτυχεν. [5] Συμπαθεῖς γάρ εἰσι πρὸς τοὺς πάσχοντας, καὶ συντόμους αὐτοῖς τὰς ἰάσεις χαρίζονται, εἰ μὴ πάνυ τούτων εἶεν ἀνάξιοι, ἢ παιδείας μακροτέρας δεόμενοι, διὰ λόγους τινὰς καὶ κρύφια κρίματα, οὓς μόνος ἐπίσταται τῶν ὅλων ὁ πρύτανις, καὶ οἷς ἂν αὐτὸς ὡς ἀξίοις γνωρίσειεν.

Ἐπειδὴ δὲ τὴν νόσον εἰρήκαμεν, καὶ τὸν τρόπον λέξομεν τῆς ἰάσεως· μεγάλου γάρ ἐστιν θαύματος ἄξιος, καὶ τούτου χάριν καὶ τὴν ἀσθένειαν ἔφημεν· ἐπιστάντες αὐτῷ καθ’ ὕπνους οἱ ἅγιοι, τάδε ποιεῖν διετάξαντο·

Ἔξιθι, φασί, πρωΐας πρὸς θάλασσαν τοὺς φιλοπόνους σε βαστάσαι καὶ λαβεῖν προτρεψάμενος, καί τινι τῶν ἁλιέων περιτυχὼν εἰς θάλασσαν ἀμφίβληστρον βάλλοντι, μισθὸν αὐτῷ τόδε τι σύνταξαι, ἵν’ ὑπὲρ σοῦ τὸ δίκτυον ἐφαπλώσῃ τοῖς ὕδασι· καὶ ὃ δ’ ἂν ζωγρήσειεν, τοῦτό σοι πρὸς θεραπείαν γενήσεται· τοῦτο γὰρ γυμνωθὲν τῶν δεινῶν ἀπαλλάξειε. Καὶ ταῦτα μὲν κατ’ ὄναρ εἰπόντες οἱ μάρτυρες ἔπτησαν. [6] Ὁ δὲ τοὺς φιλοπόνους (ἐξ αὐτῶν δέ εἰσι τῶν ἀσθενῶν οἱ δυνάμενοι) πρωῒ προσκαλεσάμενος, τῶν ἁγίων αὐτοῖς εἶπε τὸ πρόσταγμα καὶ θᾶττον αὐτὸν αἴρειν ἱκέτευε. Οἱ δὲ τὸ μαρτυρικὸν πυθόμενοι θέσπισμα, θᾶττον αὐτὸν ἀνελόμενοι, τοῦ τεμένους ἐξίεσαν· καὶ τῆς θαλάττης πλησίον γενόμενοι, ἁλιέα τινὰ μετὰ δικτύων εὑρίσκουσι, τὰς γονὰς τῶν ὑδάτων θηρεύοντα· καὶ παρ’ αὐτὸν ἀφικόμενοι, τὸν ἄρρωστον ἐπὶ τῆς ψάμμου τιθέασιν. Ὁ δὲ τὸν ἀσπαλιευτὴν προσφθεγξάμενος, Τί βούλει, φησίν, ὑπὲρ βολῆς μιᾶς καὶ μόνης κομίσασθαι, καὶ παρασχεῖν μοι ὅπερ ἂν ἀγρεύσοι τὸ δίκτυον; καὶ εἴτε τι ἀνενέγκοι, εἴτε καὶ μηδὲν ἀνιμήσοιτο, καὶ εἴτε μικρὸν εἴτε μέγα, καὶ εἴτε πλείονα εἴτε καὶ ἐλάττονα, ἐμὸν ἔσται καθάπερ ἐπίτευγμα τὸ τῷ δικτύῳ ζωγρούμενον. [7] Ὁ δέ, Κεράτιον ἕν, ἀπεκρίνατο.

Ἁπλώσας οὖν ἐκεῖνος τὸ δίκτυον εἰς τὴν θάλατταν ἔρριψε, μικρὸν ἴσως ἰχθύδιον, ἤ τι τῶν ἐν ὕδασιν ἀγρεύειν οἰόμενος· τὰ αὐτὰ δὲ προδήλως ἐνόμιζεν καὶ ὁ τὴν βολὴν μισθωσάμενος ἄρρωστος. Ἑλκύσας δὲ μετὰ βραχὺ τὸ ἀμφίβληστρον θίβην τινὰ βραχυτάτην ἀνήγαγεν, καὶ οὐχ ὅπερ ἑκάτερος ἤλπισεν· ἥτις οὐ τὸν Μωϋσέα κάτω κρυπτόμενον ἔφερε, ἀλλὰ τὸ κατ’ Ἰαννὴν καὶ Μαμβρὴν κακούργημα· οὔτε νομοθέτην ἀστεῖον καὶ παρὰ πάντας πραότερον ἀνθρώπους, ὡς δέδεικται, ἀλλ’ ἄνομόν τι καὶ δαιμονικῆς ἀγριότητος κύημα. [8] Ὅπερ ὁ ἁλιεὺς ἀγνοῶν, καὶ σὺν αὐτῷ πάλιν ὁ ἄρρωστος, περὶ τῆς θήκης ἐμάχοντο, ὁ μέν, ὡς Οὐ θίβην, λέγων, ἀλλ’ ἰχθὺν ἀνερχόμενον πέπρακα· ὁ δὲ νοσῶν, ὡς οὐ μόνον ἰχθύν, ἀλλὰ καὶ ὃ δ’ ἂν ἀνέλθοι φάσκων ὠνήσασθαι. Ἔτικτε γὰρ αὐτοῖς οὐ μόνον ἡ θίβη τὸν πόλεμον ἔχειν τι τῶν ἀναγκαίων ἔνδον ἐμφαίνουσα, ἀλλὰ καὶ ἡ περίεργος ταύτης ἀσφάλεια.

Οὐ μόνον γὰρ κλειδώσεσι περιέσφιγκτο, ἀλλὰ καὶ σφραγῖσι μολιβδίναις ἐστόμωτο. Ὡς δ’ ἐπὶ πολὺ φιλομαχησάμενοι πείθειν ἀλλήλους οὐκ ἴσχυον, οὐδὲ πάλιν παραχωρεῖν ἀλλήλοις ἠνείχοντο, πρὸς τὸν οἰκονομοῦντα τὸ τέμενος ἔρχονται, κριτὴν αὐτὸν τῆς δίκης ληψόμενοι. Ὁ δὲ τοῖν ἀμφοτέροιν λόγοιν πυθόμενος, οὐ πρότερον τὴν ψῆφον ἠνείχετο, Εἰ μὴ τὴν χειλέον ἀνοίξω, φησίν, καὶ ταύτης ἔνδον θεάσομαι. [9] Ἀνοίξας οὖν πάντων ἐν ὄψεσιν σὺν κόπῳ πολλῷ τὸ κιβώτιον, θέαμα δεινὸν καὶ παγχάλεπον εὕρισκεν, οὐδὲν ὧν οἱ εὑρίσκοντες ἐνόμιζον, ἢ πάντες οἱ παρεστῶτες καὶ βλέποντες, ἀλλ’ ὅπερ οἱ ἅγιοι φιλανθρωπίας πελάγει νηχόμενον ἐκ κόλπων βυθίων ἀνήγαγον· ξόανον ἦν ἀνδρείκελον, ἐκ χαλκοῦ λαχὸν τὴν ὑπόστασιν, εἰκονίζον μορφῇ τὸν Θεόφιλον, καὶ ἥλους ποσὶ καὶ χερσὶ καθηλωθέντας ἔφερε τέτταρας, ἥλου ἑνὸς καθ’ ἑκάστου μέλους ὑπάρχοντος.

Ὅπερ οἱ παρόντες θεώμενοι, πολυτρόπως ἐξίσταντο, τί δ’ ἦν τὸ φαινόμενον οὐκ ἐγίνωσκον· ὅθεν καὐτῶν μαχομένων ὁ πόλεμος πέπαυται, φανερωθέντος αὐτοῖς τοῦ εὑρήματος. [10] Καὶ μικροῦ ἂν αὐτὸ ἐνθαλαττεύειν ἐνέβαλον, καὶ κύμασι τὸ δυσσεβὲς ἔκρυψαν θέαμα, Θεοφίλου μηδεμίαν εὑρόντος ὠφέλειαν, εἰ μὴ πάλιν οἱ μάρτυρες τὸν οἰκονόμον κινήσαντες, τὸ τί ἂν εἶεν οἱ ἧλοι ζητῆσαι οἱ προσπεπηγότες τέτρασιν ἀνδριάντος τοῖς μέλεσιν· ὅθεν τῶν παρεστώτων τινὶ ἀποσπᾶν, εἰ δύναιτο, τοὺς ἥλους ἐκέλευσεν· ὃς δὲ τὸν ἀνδριάντα δεξάμενος ἥλου τε τοῦ τῇ δεξιᾷ χειρὶ πεπηγότος δραξάμενος, σὺν δυνάμει πολλῇ βιαίως ἑλκύσας ἀφήλωσεν· οὗπερ ἀποσπασθέντος, ἡ δεξιὰ Θεοφίλου χεὶρ εὐθὺς ἀπελύετο, καὶ τῆς ὀδύνης τὸν ὄγκον ἀπέβαλλε, καὶ τὸ μετὰ τῆς ὀδύνης ἀκίνητον. [11] Τότε πᾶσιν ἐγνώσθη τοῖς βλέπουσιν ἡ εἰς αὐτὸν μυσαρὰ περιεργία, ἣν οἱ γόητες ἐκεῖνοι σὺν μιαροῖς καὶ κακίστοις δαίμοσιν πράξαντες, θαλαττίῳ βυθῷ ὡς οὐκ ἀναλυθησομένην ἐνέβαλον. Ἀλλ’ ἀσθενεῖς καὶ μανιώδεις ἠλέγχθησαν, Κύρου σαφῶς αὐτοὺς διελέγξαντος, καὶ Ἰωάννου τοῦ Κύρου συμμάρτυρος· καὶ δείξαντες ἐναργῶς, ὡς οὐδὲν αὐτῶν τῶν ἐν κτίσμασιν ἄβατον, οὐκ οὐρανός, οὐ γῆ, οὐκ ἀήρ, οὐ πῦρ, οὐχ ὕδωρ, οὐ θάλαττα, ἀλλὰ πάντα διέρχονται τοὺς εὐσεβεῖς καὶ πιστοὺς διασώζοντες.

Καὶ ταῦτα μὲν φανερὰ τοῖς πᾶσι καθέστηκε, κἂν ἡμεῖς μὴ κηρύξωμεν. [12] Οἱ τότε δὲ περὶ τὸν οἰκονόμον τυγχάνοντες, ὡς εἶδον καὶ ἔμαθον τὸ κακούργημα, καὶ χεῖρα τὴν δεξιὰν κινοῦντα Θεόφιλον, περιχαρεῖς γεγονότες τοὺς μάρτυρας ᾔνεσαν, ἀφηλῶσαί τε τοὺς λοιποὺς ἥλους ἐσπούδασαν.

Πρὸς ὃ δὲ τούτους ἐξέλυον, ἐκ τῶν δεσμῶν ὁ ἄρρωστος καὶ βασάνων ἐλύετο· μέχρις οὗ πάντας ἀνέσπασαν· καὶ οὕτως ὁ νοσῶν πάσης ἐλυτρώθη διαβολικῆς περιεργίας καὶ μάστιγος. Τὸν γὰρ ἐπὶ τῆς λαιᾶς χειρὸς τοῦ ἀνδριάντος ἐξάραντες, τὴν λαιὰν εὐθὺς ὁ πάσχων ἐξέτεινεν· καὶ πάλιν τοὺς τοῖς ποσὶ τοῦ ξοάνου προσηλωμένους ἥλους ἐκσπάσαντες, τοὺς πόδας ὁ ἄρρωστος ὀδύνης χωρὶς καὶ ἀλγηδόνος ἐκίνησεν. [13] Ὅθεν δρομαῖος ἀναστάς, τῇ σορῷ τῶν λειψάνων τῶν ἁγίων προσέδραμε, καὶ τοὺς ἁγίους μεγαλοφώνως ἀνύμνησε, μετεώρους καὶ τὰς χεῖρας ποιούμενος, καὶ συνυμνοῦντας ἔχων τοὺς βλέποντας. Ἡμεῖς δὲ πάλιν τοὺς μάρτυρας ὡς δυνατὸν ἀνυμνήσαντες, καὶ τὴν παροῦσαν διήγησιν κορωνίδα τοῖς θαύμασιν τοῖς εἰς Ἀλεξανδρέας γραφεῖσιν ἡμῶν ἐπενέγκαντες, τῶν εἰς Αἰγυπτίους καὶ Λίβυας λοιπὸν ἀπαρξώμεθα, Χριστὸν τὸν Θεὸν ἡμῶν χορηγὸν ἡμῖν τοῦ λόγου γενέσθαι πρεσβεύσαντες, καὶ τοὺς ἐξ αὐτοῦ δρῶντας τὰ θαύματα Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας.