Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Το θαύμα του οικονόμου Χριστοδώρου και των οικείων του

Η θαυματουργική διάσωση και θεραπεία του οικονόμου Χριστοδώρου, καθώς και οι ιάσεις της συζύγου του Θεοδώρας, της θυγατέρας του και άλλων γυναικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 12

Περὶ Χριστοδώρου τοῦ οἰκονόμου ἐν πλῷ τινι τῆς λίμνης κινδυνεύσαντος, καὶ ἐκ τῆς τοῦ πλοῦ ἀηδίας ἐκβράσαντος [1] Τί δὲ καὶ τίνος ἄχρι καταλείψομεν τὸν Χριστόδωρον, ὃς ᾠκονόμει τῶν ἁγίων τὸ τέμενος;

Ἀξιομνημόνευτος γὰρ ὁ ἀνήρ, οὐ δι’ ἀρετὴν μόνην ἣν κέκτηται (λίαν γάρ ἐστιν φιλάρετος καὶ φιλόλογος), καὶ ἣν πρὸς τοὺς ἁγίους ἔχει σπουδὴν καὶ ἐπιμέλειαν, καὶ τὴν ἐπ’ αὐτῷ τῶν μαρτύρων εὐμένειαν, ἀλλ’ ἵνα καὶ γινώσκειν ἔχοιεν, οἱ Κύρου καὶ Ἰωάννου τοῖς θαύμασιν ἐντυγχάνοντες, καθ’ ὃν ταῦτα καιρὸν ἀνεγράφησαν, Θεοῦ τοῦτο κελεύοντος, καὶ συνεργούντων τῶν δεδρακότων καὶ δρώντων τὰ θαύματα. [2] Εὐλόγιος μὲν γὰρ ὁ ἀοίδιμος τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ὁ ἡγούμενος τῆς Ἐκκλησίας, οἰκονομεῖν τῶν ἁγίων τὰ πράγματα προβάλλεται τὸν Χριστόδωρον, τὴν εἰρημένην πρὸ τούτου κατὰ τὸν οἶκον Ἰωάννου τοῦ Προδρόμου βραβεύοντα· καὶ Θεόδωρος δὲ ὁ μακάριος ὁ μετ’ Εὐλόγιον τὰ τῆς καθέδρας διαδεξάμενος, τοῦτον ἐπὶ τὴν ποίμνην εἶναι ἐκέλευσεν· οἷς καὶ Ἰωάννης ὁ κατ’ ἐξοχὴν χρηματίζων φιλόπτωχος τὴν αὐτῶν ἀρχὴν σὺν Θεῷ κληρωσάμενος, καὶ νέμων αὐτῶν ἐπὶ τοῦ παρόντος τὰ πρόβατα, σύμψηφος γέγονεν, καὶ διοικεῖν αὐτὸν τὸ τῶν ἁγίων ἐθέσπισε τέμενος· ἐφ’ οὗ καὶ τὰ τοῖς μάρτυσι δρώμενα γράφεται τέρατα, καὶ τοῖς μεθ’ ἡμᾶς παραπέμπεται, εὐφημίας τῆς εἰς τοὺς δράσαντας ἕνεκα, καὶ Χριστιανικοῦ χάριν φρυάγματος. [3] Μαρείαν τὴν λίμνην ἴστε, φιλόχριστοι, Ἀλεξανδρεῖς μὲν πάντως ἅπαντες, Αἰγυπτίων δὲ οὐκ ὀλίγοι, καὶ Λιβύων οἱ πλείονες, καὶ ὅσοι τὴν Ἀλεξάνδρειαν φιλομαθῶς ἱστορήσατε.

Ταύτην ὁ Χριστόδωρος ἔπλεεν εἰς Μαρεῶτιν ἐλθεῖν προαιρούμενος, καὶ τὰ τῶν ἁγίων ἐπισκέψασθαι κτήματα· χειμῶνος δὲ τὸν ἀέρα συγχύσαντος (τούτου γὰρ ὁ καιρὸς ἐπεφαίνετο), καὶ τὸ τῆς λίμνης κυκῶντος ὑδάτιον, καὶ κύματα σκληρὰ διεγείραντος, τό τε σκάφος τῇδε κἀκεῖσε τῷ κλύδωνι περιήγετο, ὀρθοπλοεῖν οὐ δυνάμενον, ἀλλ’ ἐκ κυμάτων εἰς κύματα σφαιριζόμενον, ὁ Χριστόδωρος ἐκινδύνευε, καὶ θανεῖν κλαίων ἐλεεινῶς ὑπελάμβανεν καὶ ἰχθύων τροφὴ προσεδόκησεν γίνεσθαι, ἐναποψύξας τοῖς ὕδασιν, ὅτε καὶ κροκοδείλων διαφύγοι τὰ στόματα. [4] Ἀλλὰ πρὶν ἤ τι τῶν τοιούτων ὑποστῇ, πρὸς τοὺς ἁγίους ταῖς ἱκεσίαις ἐτρέπετο· τοῦτο σαφῶς ἐπιστάμενος, ὡς καὶ θανάτου ῥύεσθαι οὓς ἂν ἐθέλοιεν δύνανται, καὶ σώζειν αὐτὸν ἐλιτάνευεν, αὐτῶν ἕνεκα κινδυνεύοντα.

Οἱ δὲ τῆς ἱκετείας ἀκούσαντες, θᾶττον ἐπέστησαν· εἴργει γὰρ αὐτῶν τὴν ἀρωγὴν καὶ τὴν ἀνεξίκακον ἄφιξιν τόπος οὐδείς, οὐ χερσαῖος, οὐ λιμναῖος, οὐδὲ πάλιν θαλάττιος, οὐ πλησίον συγκείμενος, οὐ μακρὰν ἀφεστὼς διαστήμασιν, ἀλλ’ εἰς ὅπουπερ ἂν αὐτούς τις πρὸς συμμαχίαν καλέσειεν εὐθέως ἐφίστανται, καὶ βοηθοῦσιν αὐτῷ καὶ σώζουσιν καὶ φυλάττουσιν· καὶ κἂν ἐχθρῶν ᾖ νοητῶν ἡ ἐπέλευσις, συμπολεμοῦσιν αὐτῷ· καὶ τὸν πρὸς τούτοις αὐτοῦ νικήσαντες πόλεμον, ἐκείνους μὲν μετ’ αἰσχύνης διώκουσιν, νικηφόρον δὲ δεικνύουσι τὸν καλέσαντα. [5] Κἂν ἀνθρώπων ᾖ κακοπραγῶν ἡ ἐπήρεια, εὐμαρῶς αὐτὴν διαλύουσιν· κἂν θηρίων ᾖ κακοτρόπων ἡ ἔφοδος, τὴν σωτηρίαν βραβεύουσιν· κἂν παθῶν ᾖ δριμεῖα καὶ ἄστεκτος βάσανος, κατευνάζουσιν καὶ ὡς προσηνεῖς ἰατροὶ θεραπεύουσιν· ἢ ἂν ἐν ὕδασιν ᾖ λιμναίοις ἢ θαλαττίοις ὁ κίνδυνος, γαλήνην χαρίζονται καὶ λυτροῦνται τοὺς σέβοντας· ὡς καὶ τότε Χριστοδώρῳ φανέντες καλέσαντι, ὁ μὲν ἠρεμεῖν τοῖς ἀνέμοις ἐκέλευσεν, ὁ δὲ ἡσυχάζειν ἐπετίμα τοῖς ὕδασιν, κοινῶς δὲ τὴν εὐδίαν τοῦ ἀέρος ἁπλώσαντες, καὶ τοῦ ῥεύματος τὸ σκάφος ἐν γαλήνῃ πλεῖν κατιθύναντες, τὸν σοφὸν αὐτῶν λειτουργὸν διεσώσαντο, δείξαντες ἐναργῶς ὅσον ὠφελοῦσιν πρὸς συμμαχίαν καλούμενοι· καὶ τοῦτο διδάσκειν τοὺς οὐ γιγνώσκοντας πιστοὺς ὑποθέμενοι, ἵνα ἐν ἀνάγκαις αὐτοὺς καὶ κινδύνοις ἀρωγοὺς προσκαλούμενοι, <εὕροιεν> αὐτῶν τὴν ποθουμένην ἀντίληψιν, καὶ τῶν παρόντων δεινῶν τὴν βλαπτικωτάτην ὁρμὴν διαφύγοιεν. [6] Καὶ τοῦτον μὲν οὕτω τὸν ἀμείλικτον θάνατον ὁ Χριστόδωρος ἀπεσείσατο, σύνδρομον τῆς ἱκετείας εὑρὼν τὴν πανσθενῆ τῶν ἁγίων βοήθειαν· ἀπὸ δὲ τῆς τοῦ πλοῦ δυσκινήσεως τῆς τε τῶν ἀέρων ἀνυποίστου συγχύσεως, καὶ τῆς τῶν κυμάτων ἀγρίας προσκρούσεως, ἀνομαλήσας ἀκρότατα, καὶ δύσκρατος ἐκ τούτου γενόμενος, εἰς ἀρρωστίαν ἐνέπεσεν ἄστεκτον· δι’ ὅλου γὰρ ἐκβράσας τοῦ σώματος, τῆς ἐγκειμένης ὕλης συγκινηθείσης καὶ εἰσβλυσάσης τρόπον τινὰ ἐπὶ τὴν τοῦ σώματος ἐπιφάνειαν, χαλεπῶς ἐκινδύνευε, εἰ καὶ μὴ οὕτως ἐλεεινῶς ὡς τὸ πρότερον. [7] Τεθνάναι μὲν γὰρ πάντως ἅπαντες ἔχομεν, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς ταύτην τὴν ὁδὸν οὐχ ὁδεύσειεν.

Τίς γάρ ἐστιν ἄνθρωπος ὃς ζήσεται, φησίν, καὶ οὐχ ὄψεται θάνατον; Μία γὰρ πάντω<ν> εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση· εἰρηναίως τέ πως τοῦτο παθεῖν ἱκετεύομεν, ἐπεὶ πάσης ὁ θάνατος τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ἀπόφασις· ἀπευχόμεθα δὲ τὴν μετὰ δέους ἐνθένδε τινὸς καὶ ταραχῆς ἀναχώρησιν, καὶ μάλιστα τὴν συμβαίνουσαν ἐν ὕδασιν ἔξοδον. [8] Ὃ καὶ Δαβὶδ ᾐτήσατο ἐν προσευχαῖς ὁ θαυμάσιος, Μή με καταποντισάτω, βοῶν, καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.

Καὶ Ἀμβακοὺμ δὲ τὰ παραπλήσια προσευχόμενος φαίνεται· Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε, ἢ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; Τὸ μὲν γὰρ δοκεῖ τὴν ἐκεῖσε θείαν ἡμῖν προμηνύειν εὐμένειαν· τὸ δὲ τὴν τοῦ προκρίναντος ὀργὴν ἀκατάσβεστον, εἰ καὶ πολλοὶ μὲν ἐσθλοὶ δυσθανεῖς ἐν βίῳ γεγόνασιν, πολλοὶ δὲ κακοὶ τέλος ἐσχήκασιν ἥδιστον· ὅπερ Θεῷ μέν ἐστιν φανερὸν τῷ τὰ καθ’ ἡμᾶς σοφῶς πρυτανεύοντι, ἡμῖν δὲ παντελῶς ἀκατάληπτον καὶ πρὸς εἴδησιν ἄγνωστον. [9] Οὐδεὶς γὰρ ἔγνω νοῦν ἢ βουλὴν Κυρίου, οὐδὲ σύμβουλος αὐτοῦ τῶν κτισμάτων ἐγένετο· ἐν θαλάττῃ γὰρ τὰς ὁδοὺς τῆς τοῦ παντὸς διοικήσεως ἔθετο, καὶ τὰς τρίβους ἐν ὕδασι πλείοσιν· ὅθεν ἀκολούθως. Καὶ τὰ ἴχνη σου, φησίν, οὐ γνωσθήσονται.

Ἐκινδύνευεν μὲν οὖν, ὡς ἔφθην εἰπών, ὁ Χριστόδωρος τῇ τῶν ἐκβρασμάτων φορᾷ κυμαινόμενος καὶ τῇ τῆς ὕλης ἐκροῇ συμπνιγόμενος· ὅτε καὶ τῶν Ἀσκληπιάδων συνδραμόντες οἱ ἄριστοι, πλεῖόν τι δρᾶν ἢ λέγειν οὐκ ἴσχυον, ἢ ὡς πάντη τε καὶ πάντως τεθνήξεται, καὶ ὡς αὔριον ἀνατέλλοντα τὸν ἥλιον οὐ θεάσεται. [10] Ἀλλὰ ταύτης ὡς ἤκουσεν τῆς οἰκτρᾶς ἀποφάσεως, τῆς ἔναγχος αὐτῷ πρὸς τῶν ἁγίων γενομένης ἀρωγῆς ἐμνημόνευσεν, καὶ μνημονεύσας ἐδέετο πάλιν τυχεῖν ἐπισκέψεως· ἐκάλει δὲ πρὸς ἐπίσκεψιν σὺν Ἰωάννῃ καὶ Κύρῳ τοῖς μάρτυσιν, καὶ τὸν ἐν μάρτυσι στρατοπεδάρχην Θεόδωρον· φιλοθεόδωρος γὰρ ἦν ὁ Χριστόδωρος, καὶ ἐκ φίλτρου πολλοῦ συχνότερον αὐτὸν προσεκαλεῖτο πρὸς ἄμυναν. [11] Ὁ δὲ τὰς ἐπικλήσεις ὡς παρὰ φίλου δεξάμενος, καὶ ἐπικαμφθεὶς πρὸς μεγίστην συμπάθειαν, καθ’ ὕπνους αὐτῷ παραγίνεται ἐκ πολλοῦ διαστήματος, πρὸς τὴν αὐτοῦ ποθουμένην βοήθειαν· εἶχεν δὲ καὶ σημεῖον τῇ δεξιᾷ χειρὶ βασταζόμενον, ἔχων καὶ σταυρὸν ὑπερκείμενον, φανερὰν ἐκποιῶν αὐτῷ τὴν λυσίπονον ἄφιξιν· οἶδας, φησίν, ὦ Χριστόδωρε, τίνος ἕνεκα παραγέγονα;

Κἀκείνου τὴν ἄγνοιαν ἀπαγγείλαντος, <σοῦ> χάριν τοῖς ἐνθάδε προσέδραμον, εἴρηκεν, παρακαλέσαι Κῦρον ὑπὲρ σοῦ τὸν ἡγούμενον. [12] Καὶ ταῦτα, φησίν, Θεοδώρου τοῦ μάρτυρος φήσαντος, Κῦρος εὐθὺς ἀναφαίνεται, Ἰωάννην σὺν αὐτῷ τὸν ἀδελφὸν ἐπαγόμενος· καὶ τῇ κλίνῃ κοινῇ τῇ σπουδῇ πλησιάσαντες, τὸν ἐπ’ αὐτῇ κατακλίμενον ἐπεσκέπτοντο, ταῖς χερσὶν ἐπαφῶντες τὰ τραύματα, καὶ οἷον νίτρῳ τὸν τῶν ἐκβρασμάτων θυμὸν κατευνάζοντες· καὶ τοῦτο προσηνῶς ἐκτελέσαντες, πάλιν οἱ τρεῖς ἀνεχώρησαν. [13] Ἀλλὰ ταῦτα μὲν καθ’ ὕπνους ἐπράττετο· ὕπαρ δὲ ἡ νόσος ἔδειξεν ...

τοῦ ἡλίου ἐκλάμψαντος· τούτου γὰρ ὑπεργείως αὐγάσαντος, καὶ τὴν ἡμέραν ἐν κόσμῳ φαιδρύναντος, ὡσεὶ λεπίδες ἰχθύων πᾶσιν ὑπέφαινον, οὓς ὀψὲ δύνων κατέλειπεν ἄνθρακας· ταύταις γὰρ ἐοίκεισάν <π>ως κατεσκληκότα τὰ φύματα καὶ τοῦ σώματος λεπτιζόμενα καὶ χαμαὶ καταπίπτοντα. [14] Ἀλλ’ ὅτε πάντα τοῦ σώματος ἐκπεπτώκασιν, καὶ τοῦτο τῆς αὐτῶν ἀπειλῆς ἐλεύθερον εἴασαν, ἐπιφανέντες πάλιν οἱ μάρτυρες (πέμπτη δὲ ἦν μετὰ τὴν πρώτην ἡμέραν), κελεύουσιν λούσασθαι τὸν παρ’ ἐλπίδας φυγόντα τὸν θάνατον· καὶ καλῶς ἑψηθέντι πισσαρίῳ (εἶδος ὀσπρίου τοῦτο παρὰ πᾶσιν οὕτω καλούμενον) ὅλον αὐτοῦ τὸ σῶμα χρῖσαι κελεύουσιν, ὡς πᾶσαν κηλῖδα καὶ λείψανα τῆς τῶν φυμάτων ἐκλύσεως εὐθὺς ἀποσμήχοντι, ὃ καὶ γεγένηται. [15] Εἰσιόντι μὲν γὰρ τῷ λουτρῷ τὰ τῶν ἀνθράκων συνεισήρχετο στίγματα· ἐξιόντι δέ, τούτων οὐδὲν συνεξήρχετο γνώρισμα, ἀλλ’ ὁρᾷ τὸ λοιπὸν ὡς γεγένητο τῶν τε σπίλων τῶν ἐκ φυμάτων ἐλεύθερος, καὶ τῶν ἐκ νόσου τοσαύτης ἐπὶ πολὺ φαινομένων οἰδημάτων ἀμέτοχος. Τοσαύτη γάρ ἐστιν τῶν ἁγίων ἡ δύναμις, ὡς μόνον φανεῖσα, ἅπαν ἐξαφανίσαι νόσου μνημόσυνον, καὶ μόνον θελήσασα πᾶν ἀρρωστίας ἐξαλείφει τεκμήριον· καὶ Χριστόδωρος μὲν οὕτω τὸ διπλοῦν διέφυγεν νόσημα· καὶ σωθεὶς δουλεύει καὶ γεραίρει τοῦς μάρτυρας.

Ἡμεῖς δὲ ἐνταῦθα τὰ κατ’ αὐτὸν συμπεράναντες, καὶ τῆς εἰς τοὺς ἁγίους ὑμνῳδίας αὐτῷ κοινωνήσαντες, ἐπὶ τὰ παραπλησίως εἰς τὴν αὐτοῦ σύμβιον δραθέντα τοῖς μάρτυσι θαύματα τὸν λόγον μετάγωμεν.

Περὶ Θεοδώρας τῆς γυναικὸς τοῦ οἰκονόμου κακῶς ὀφθαλμησάσης [1] Ἐπειδὴ Χριστοδώρου τὰς νόσους καὶ τὰς ἰάσεις εἰρήκαμεν, καλὸν καὶ Θεοδώρας μνήμην ποιήσασθαι (τοῦτο γὰρ τῆς Χριστοδώρου συμβίου τὸ ὄνομα), καὶ τῶν εἰς αὐτὴν πραχθέντων θαυμάτων τοῖς μάρτυσιν. Πρῶτον οὖν τοῦ κατ’ αὐτὴν πρώτου μνημονεύσωμεν θαύματος, μνήμης ἀξίου τυγχάνοντος, καὶ παριστάντος ἡμῖν καὶ τὴν πρὸς τοὺς ἀπόντας τῶν ἁγίων προτροπὴν καὶ ἐπίσκεψιν, οἳ εἰς τοὺς πόρρω νοσοῦντας, πρὸς τὴν αὐτῶν ἐλθεῖν θεραπείαν προτρέπουσιν, καὶ ταύτην ἑαυτοῖς ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου τοὺς θησαυροὺς καὶ λίθων τιμίων φαιδρότητα· καὶ μετὰ τοῦτο τὸ γενόμενον παραθώμεθα. [2] Δεινῶς ὠφθαλμία τὸ γύναιον, κατὰ τὴν πόλιν δὲ διατρίβουσα τὴν νόσον ὑπέμενεν ἔνθα καὶ πλῆθος ἰατρῶν εὐδοκίμων αὐτὴν ἐπεσκέπτοντο, καὶ τοῦ πάθους ἡττᾶσθαι πάντες ὑφ’ ἓν ἐκινδύνευον· οὕτω δεινὸν ἦν τὸ ἀρρώστημα, καὶ πάντων Ἀσκληπιάδων πολέμιον· ἀλλὰ ταύτην αὐτῶν τὴν μάχην διέλυσαν προφανέντες οἱ ἅγιοι, καὶ τὴν νίκην, ποιητικῶς εἰπεῖν, ἑτεραλκέα ποιήσαντες· μᾶλλον δὲ τὸ δίκαιον ἑκατέροις βραβεύσαντες, τῇ αὐτῶν ἀρωγῇ τὸ πάθος ἀκέσαντο, καὶ μήτε τὴν νόσον, μήτε τοὺς αὐτὴν θεραπεύειν ἐθέλοντας, ὡς ὑπ’ ἀλλήλων ἡττωμένους λυπήσαντες. [3] Λέξωμεν δὲ καὶ τὸν τρόπον τῆς τῶν μαρτύρων ὀρθῆς διαιτήσεως· εἰκονίζει γὰρ ἰδιωτάτην πρὸς πάντας αὐτῶν συγκατάβασιν.

Κατ’ ἐκεῖνον δὲ τὸν καιρόν, καθ’ ὃν τὸ γύναιον ἐνόσει τὴν ὅρασιν, καὶ τοῖς ἰατροῖς πρὸς τὸ πάθος ὑπῆρχεν ὁ πόλεμος, οἰκονομεῖν Ἰωάννου καὶ Κύρου τὸ τέμενος προεβλήθη Χριστόδωρος, Εὐλογίου τοῦτον, ὡς ἔφημεν τοῦ μεγάλου, προτρέψαντος· ὃ Θεοδώρα μαθοῦσα ἡ σύνευνος, θᾶττον τῷ ἀνδρὶ διεμάχετο, καὶ τὴν διακονίαν ἐκάκιζεν, ὅτιπερ, φησίν, τῆς πόλεως πόρρω διέστηκεν, καὶ τὴν ἑστίαν ἰόντες καταλιμπάνομεν ἔρημον· καὶ παντοίως παρῃτεῖτο τὴν ἔξοδον· καὶ ὅσα γυναιξὶν ἔτοιμα πρὸς ἀφορμὰς παραφέρουσα. [4] Καὶ τὸ δὴ πάντων στερρότατον καὶ δυσανάτρεπτον λογιζόμενον, καὶ τῶν ὀφθαλμῶν τὴν ἀσθένειαν· καὶ τάχα ἂν ἔπεισε τὸν ὁμόζυγον παραιτήσασθαι τὴν ἐγχείρησιν (δεινὰ γὰρ πρὸς τὸ πείθειν τοὺς ἄνδρας τὰ γύναια, καὶ πρὸς ἅπερ ἂν ἐθελήσειεν, εἰ καὶ λίαν εἴη φαυλότατα, τὴν φύσιν ἔχοντα σύμμαχον, καὶ ὡς ἀσθενέστερα σκεύη παρεχομένην τῷ γυναικείῳ φύλῳ τὸ δύνασθαι), εἰ μὴ τοῦτο καὶ μαθόντες οἱ ἅγιοι, ὡς καὶ τῇ προβολῇ Χριστοδώρου τερπόμενοι, κατὰ τοὺς ὕπνους τῷ γυναίῳ παρέστησαν, καὶ συνδραμεῖν τῷ ἀνδρὶ πρὸς τὸ τίμιον αὐτῶν παρεσκεύασαν τέμενος. [5] Τίνος γὰρ ἕνεκεν, εἶπον πρὸς αὐτὴν ἀφικόμενοι, εἴργεις σου τὸν ὁμόζυγον λειτουργῆσαι ἡμῖν ὡς προβέβληται; Ἡ δέ· Τίνες γὰρ ὑμεῖς;

τοῦ Χριστοῦ τοὺς μάρτυρας ἤρετο· Κύρου δὲ φήσαντος, ὡς Ἐγὼ μὲν Κῦρος, Ἰωάννης δὲ οὗτος ὁ σὺν ἐμοὶ τὸ τῆς εὐσεβείας ἆθλον ἀράμενος· τὸ γύναιον ἀπεκρίνατο· Μόνου χάριν τοῦ τῶν ὀφθαλμῶν ἀρρωστήματος· ὅτι, φησίν, ἐκεῖσε <γενομένη> τῆς τῶν ἰατρῶν ἀρωγῆς ἀπολείπομαι. Τούτων οἱ μάρτυρες τῶν ῥημάτων ἀκούσαντες, εὐθὺς αὐτῇ τὸν ἱερὸν σηκὸν ὑποφαίνουσιν, καὶ τῶν ἐν αὐτῷ κατακειμένων ἀσθενῶν τὸ πλῆθος ἐδείκνυον, καὶ τὴν ἑκάστου νόσον οἵα τις ὑπῆρχεν ἀπήγγελλον. [6] Εἶτα σὺν τούτοις ἅπασι, φασί, καὶ τοὺς σοὺς θεραπεύειν ὀφθαλμοὺς οὐκ ἰσχύομεν; καὶ ταῦτα λέξαντες, ἔπεισαν ἔργοις τὴν πειθὼ καὶ οὐ λόγοις ψιλοῖς ἐργασάμενοι. Ἐξελθοῦσα δὲ καὶ θεασαμένη μόνον τὸ σεπτὸν αὐτῶν τέμενος, τὴν νόσον εὐθέως ἀπέβαλεν, ὀδύνης μηκέτι τοιαύτης ὀφθαλμῶν πεῖραν ἀθρήσασα, οὐ τὸ καὶ τὸ πρὸς θεραπείαν ποιήσασα, ἀλλὰ μόνῃ τῇ θέᾳ τοῦ τῶν μαρτύρων νεὼ δρεψαμένη τὴν ἀμάραντον ἴασιν.

Ἴσχυσεν γὰρ ἡ τοῦ σηκοῦ γλυκυτάτη μορφὴ πάθος θεραπεῦσαι πικρότατον, καὶ παραστῆσαι τῶν ἐνοικούντων ἁγίων τὴν ἀμέτρητον δύναμιν. [7] Λέξω δὲ καὶ τὸ ἕτερον, ὅπερ εἰς αὐτὴν ἐπράχθη θαῦμα τοῖς μάρτυσιν, ἐπειδὴ τὸ προλαβὸν ἀπηγγείλαμεν, καὶ οὐ κρύψω σιγῇ τοὺς ἀκούοντας· οὐ γὰρ σιγῆς ἄξια τὰ ἡμέτερα ὡς τὰ τῶν δαιμόνων φαυλότατα φάσματα· τούτοις γὰρ πρέπει σιγὴ καὶ λήθη καὶ τάφος καὶ σκότος ἐξώτερον, τόπος ἀπόκρυφος τῆς αὐτῶν βδελυρίας γιγνόμενα· ἀλλὰ καὶ βαρυφώνου σάλπιγγος, καὶ μεγαλορρήμονος κήρυκος καὶ δώματος ἀγχινεφοῦς τοῖς ὑψώμασιν, ἐφ’ οὗ στήσονται καὶ βοήσονται οἱ κηρύσσοντες· τὰ γὰρ ἐν φανερῷ καὶ οὐκ ἐν παραβύστῳ τοῖς μάρτυσιν δρώμενα θαύματ<ος> γέμοντα καὶ οὐκ αἰσχύνης ἀνάπλεα, πᾶσιν γνωρίζεσθαι πέφυκεν ἄξια, καὶ κατὰ πᾶσαν τὴν γῆν διαρρήδην κηρύττεσθαι. [8] Οὐκοῦν λέξωμεν, καὶ οὐ κρύψωμεν, καὶ σκιρτήσωμεν λέγοντες, καὶ χορεύσωμεν τῶν ἁγίων τὰς πράξεις κηρύττοντες, πάντων ὄντα πιστῶν ἀγλάϊσμά τε καὶ καύχημα.

Μετὰ πολὺν αὕτη καιρὸν ἡ Θεοδώρα τῆς ὀφθαλμίας, μᾶλλον δὲ τῆς τῶν ὀφθαλμῶν ἐλούετο ῥώσεως· τὸ δὲ λουτρὸν τῶν ἁγίων ἐτύγχανεν· ἐκεῖσε γὰρ τότε διέτριβεν· καὶ λουομένη πίπτει δεινῶς· εἰς τοὐπίσω γὰρ καταφέρει ῥήγματι, γλοιώδεσί τισιν ὀλισθήσασα, τοῖς ἐκ τριμμάτων τάχα γυναικείων ἐκρέουσιν.

Ἦν δὲ καὶ τὸ πτῶμα δεινόν· μετὰ γὰρ τὸ λούσασθαι τοῦτο συμβέβηκεν, ἐξιούσης τῶν ἐμπύρων ἐπὶ τοὺς ψυχροὺς ἀέρας καὶ νάματα, ὅτε καὶ τῶν λουομένων τὰ σώματα εὐπαθῆ τέ ἐστιν καὶ χαυνότερα, τῇ διαχύσει τοῦ χαυνοῦντός τε καὶ ἐκλύοντος αἵματος. [9] Τοῦτο γὰρ τὸ θερμόν, ἕως μὲν ἐν ἀέρι ψυχροτέρῳ τυγχάνωμεν, ἐπὶ καρδίαν ἔσω φεύγει καὶ κρύπτεται, τῇ ἐπαφῇ τοῦ ψυχροῦ συστελλόμενον· ἐπειδὰν δὲ ἀέρι θερμῷ προσομιλήσωμεν, ἀναχωρούσης τῆς ἔξω <ψυχρότητος>, εὐθὺς ἐπὶ τὴν ἐπιφάνειαν ἔξεισιν <θερμότης>, ἐλευθερωθέντος τοῦ διείργοντος ψυχροῦ καὶ συστέλλοντος, καὶ τὸ συγγενὲς γνωρίσαν τῆς ἔξω θερμότητος. [10] Ἐν τοιαύτῃ γοῦν διαθέσει καὶ Θεοδώρα τότε τυγχάνουσα σώματος, πίπτει μὲν ἐπὶ νῶτον καὶ τένοντα, ἐπλήγη δὲ τὸν ἀγκῶνα βαθύτατα, μεγάλου καὶ κατ’ αὐτὸ ἀνοιχθέντος τῷ κρούσματι τραύματος, καὶ πολλοῦ ἐκ τούτου κατενεχθέντος τε καὶ ῥεύσαντος αἵματος· ἀλλὰ τὴν τοσαύτην πληγὴν ἐπικύνδυνον, καὶ τὸ τοσοῦτο τραῦμα δυσίατον, εὐθέως οἱ μάρτυρες ἐπιφανέντες ἰάσαντο· μηδὲ τριταῖον αὐτὸ συγχωρήσαντες ἐπὶ τῆς χειρὸς καὶ τοῦ παθόντος ἀγκῶνος γνωρίζεσθαι. Ἀκοῦσαι δὲ πάντως ἐπείγεσθε καὶ τῆς ὑγείας τὸ φάρμακον, ὃ μάρτυρες οἱ θεσπέσιοι ἐν χρόνου ῥοπῇ πάθος τηλικοῦτον ἰάσαντο.

Λέξω δὲ καὶ τοῦτο συντόμως καὶ φανερὸν ποιήσομαι τοῖς ἀκούουσιν. [11] Νυκτὸς γὰρ ἐπιλαβομένης καὶ τὴν ἡλιακὴν τῆς ἡμέρας ἐκείνης διαδεξαμένης λαμπρότητα, μικρὸν οἱ ἅγιοι καθευδήσαντι τῷ γυναίῳ παρίστανται· τάχα γὰρ τούτου χάριν τὸν ὕπνον ἐν τοσαύταις ὀδύναις ἐδέξατο, ἵνα καὶ τῶν ἁγίων τὴν ταχίστην ἐπίσκεψιν δέξοιτο. Ἐπιστάντες οὖν οἱ φιλάνθρωποι μάρτυρες οἴνῳ τῷ ἐκ Μαρεώτου τὴν χεῖρα σπογγίσαι προσέταξαν, καὶ σάρκας ἐπιθεῖναι τῷ τραύματι λάβρακος (θαλάττιος οὗτος ἰχθὺς λάβραξ οὕτω καλούμενος)· καὶ λουτρῷ δὲ προσφόρως κελεύουσι χρήσασθαι, ἐκ δαιμόνων εἶναι τὴν βλάβην νοήσαντες, ἵνα καθ’ ὃν τρόπον ἡ τούτων ἐπήρεια γέγονεν, κἂν τούτῳ αὐτοὶ τὸ τῆς θεραπείας στήσωσι τρόπαιον. Γενομένου δὲ τοῦ τῶν ἁγίων προστάγματος, ἡ Θεοδώρα μὲν εὐθὺς ἰατρεύετο· οἱ δὲ δαίμονες ὡς μάτην ἐπιβουλεύσαντες κατῃσχύνοντο, οἱ δὲ μάρτυρες ἐδοξάζοντο, καὶ Χριστὸς ὁ Θεὸς ὁ δι’ αὐτῶν ἐνεργῶν τὰ παράδοξα.

Περὶ Μαροῦ τῆς θυγατρὸς τοῦ οἰκονόμου παθούσης ἐκ τῶν ὀδόντων καὶ τῶν ὤτων τὴν κώφησιν [1] Τούτοις τὴν Μαροῦν προσποιήσωμεν, καὶ τοῖς τεκοῦσιν προσθήσωμεν τὸ θυγάτριον· ἐκ Χριστοδώρου γὰρ αὕτη καὶ Θεοδώρας ἐβλάστησεν.

Μὴ οὖν αὐτὴν παραδράμωμεν, εἰ καὶ τὸν καθ’ ἡμᾶς αὐτὴ βίον ἀρτίως παρέδραμεν, ἐν ἀκμῇ νεότητος ἐκδημήσασα, καὶ ἐν ἡλικίας ἄνθει τοὺς ἐπὶ γῆς καταλείψασα, γάμου μὲν ὥραν ἁρμόδιον ἔχουσα, ἀνδρὸς δὲ κοίτην παντελῶς ἀγνοήσασα. Συνάψωμεν οὖν καὶ αὐτὴν τοῖς γεννήσασιν τὰ τῶν ἁγίων διηγούμενοι θαύματα· καὶ μὴ θάνατον μιμησώμεθα τὸν ἀπάνθρωπον, τὸν τῶν φυσάντων αὐτὴν διαστήσαντα, ἀμνημόνευτον καὶ ἡμεῖς καταλείψαντες. Μαρτύρων γὰρ καὶ Μαροῦ συμμαχίαν ἐτύχησεν ἔτι κατὰ τὸν βίον διάγουσα· ἣν ἐκθησόμεθα μνημονεύοντες ὡς γεγένηται. [2] Νέον ὑπῆρχε πάνυ τὸ κόριον καὶ μαζὸν ἐτρύγα, τὸν τὴν τοιαύτην ἡλικίαν ἐκτρέφοντα, μήπω τῶν ὀδόντων τοὺς τοίχους ἐκφύσασα· οὐ χερσὶν τὸ γάλα (τοῦτο γὰρ τῶν μαζῶν ὁ καρπός), ἀλλὰ χείλεσιν ἐπιδρεπομένη καὶ στόματι. Ἐπειδὴ δὲ τούτοις ὁ χρόνος ἀφίκετο καθ’ ὃν τοῖς ἀρτιγενέσιν οἱ ὀδόντες ἐκφύουσιν, καὶ τὸ στόμα φυόμενοι καλλοπίζουσιν χάριν αὐτῷ μαρμαροειδῆ παρεχόμενοι, καὶ τὴν δι’ αὐτοῦ φερομένην ἄσημον φωνὴν διορθούμενοι, καὶ τροφὴν τὴν στερεωτέραν λεαίνοντες, σὺν πόνῳ δέ τινι αἱ τούτων φύσεις εἰώθασι γίγνεσθαι, ὀδύνας πολλὰς τοῖς ἀνάγουσι παισὶ τοὺς ὀδόντας παρέχοντι, καὶ πυρετοὺς προξενοῦντι δεινοὺς τοὺς τὸ σῶμα χαλεπῶς καταφρύγοντας. [3] Ἐν τούτοις καὶ Μαροῦ νηπιάζουσα καθέστηκεν.

Ἐκφύουσα γὰρ τοὺς ὀδόντας, καὶ τὰς τούτων προηγουμένας ὀδύνας ὑπέμενεν· ἐν δορυφόρων γὰρ αὗται προτρέχουσιν σχήματι, τὰς τῶν ὀδόντων ὁδοὺς εὐτρεπίζουσαι, καὶ τὰ οὖλα μαστίζουσιν, καὶ πᾶν δι’ αὐτῶν μέλος τοῦ σώματος, εἰ καὶ πρὸς παρασκευὴν ἴδοιεν μέλλοντα. [4] Αἳ τὴν Μαροῦν οὕτω ποτὲ δεινῶς κατετίτρωσκον, πυρετοὺς ἐκπυρσεύουσαι, καὶ στόμα δριμύττουσαι, καὶ ὦτα πιέζουσαι καὶ κεφαλὴν ῥευματίζουσαι, καὶ πάσαν αὐτὴν κακῶς κατατρύχουσαι καὶ οὕτω μὲν διετιθοῦσαν τὸ κόριον, ἕως οἱ ὀδόντες ἐφάνησαν· ἐπεὶ δὲ τὰ οὖλα τούτοις ἀπέστραπτεν, καὶ τὴν ἰδίαν τὸ στόμα χάριν ἐδέξατο, αἱ μὲν ὀδύναι παῦλαν ἐσχήκασιν, τὰ ὦτα δὲ τοῦ συναχθέντος ἐπλήρωτο ῥεύματ<ος>· τέλος δὲ τὴν τούτου συρροὴν μὴ καταστάντα, κατὰ τὰς τῶν ὑδάτων μητέρας πέτρας ἐκρήγνυνται· κἀκ τούτου πηγαὶ καὶ δυσωδίαι, σκωλήκων ἑσμὸς προσεγένετο. [5] Συντόνως τὴν ἀνάγκην ταύτην τὴν τρίμορφον ἔβλυσεν, ὡς μηδενὸς ἀνέχεσθαι φραγμοῦ καὶ κωλύματος τὴν φερομένην ἐκείνην ῥοὴν ἀναστέλλοντα. Ἅπερ ἡ τὴν παῖδα γεννήσασα βλέπουσα, καὶ φέρειν ἐπὶ πολὺ μὴ ἰσχύσασα, εἰς Ἀλεξάνδρειαν ἐλθεῖν ἐβουλεύσατο, καὶ τὸ παιδίον ἰατροῖς προσενέγκασθαι, ἰαθησόμενόν τε καὶ πρὸς αὐτῶν θεραπευθησόμενον· εἰς τὸ τῶν ἁγίων γὰρ τότε διέτριβεν τέμενος.

Καὶ κατ’ ἐκείνην τὴν νύκτα καθ’ ἣν εἰσελθεῖν παρεσκεύαστο, ἔρημον ὁρᾷ καθευδήσασα ἰατροῦ τὸ δωμάτιον· εὕρισκεν καὶ μοναστὴν ἐν αὐτῷ καθεζόμενον. [6] Κῦρος ἦν οὗτος ὁ φανεὶς καθεζόμενος· μοναστὴς γὰρ ἐγένετο, καὶ μοναστῶν ἀεὶ ὀφείλεται φαίνεσθαι σχήματι. Πυργίσκος δὲ ἔμπροσθεν ἑστήκει τοῦ μάρτυρος, ἵνα τὸ τῶν ἰατρῶν, φησίν, σχῆμα κἀκεῖ διασώζοιτο, ὡς ἰατρεῖον τοῦτο φαίνεται ... Πρὸς ἣν ὁ ἅγιος ὁ δῆθεν ἐπὶ θρόνου καθήμενος ἔλεξεν· Ἐνθάδε, ὦ γύναι, τί παραγέγονας; Ἡ δέ, Ἰατρεῖον ζητοῦσα, πρὸς αὐτὸν ἀπεκρίνατο· καὶ τοιοῦτον μὲν ἐγὼ τόνδε τὸν οἰκίσκον νενόμικα· ἐν αὐτῷ δὲ οὐδὲν τῶν ἐν τοῖς ἰατροῖς πρὸς περιοδείαν ὄντων ὁρῶ παρακείμενον· ἀλλ’ οὐδὲ ἔνδον τι τῶν τοιούτων ἔχει σου τὸ ἀρμάριον. [7] Ὁ δὲ πρὸς αὐτὴν ἀκριβῶς ἀπεκρίνατο· Ἐρεύνησον, καὶ ὅπερ ἂν εὕροις, ὠσὶ τοῖς πάσχουσιν ἔμβαλε, καὶ ἰαθήσεταί σου τὸ θυγάτριον.

Ἡ δὲ τὸν οἶκον ἅπαντα περινοστήσασα, θυρίδα μικρὰν ἐθεάσατο, καὶ μέλιτος ἐν αὐτῇ ποτήριον κείμενον. Ὡς οἶμαι γὰρ τὸ ἀρμάριον φαρμακοθήκη μειζόνων νοσημάτων ἐτύγχανεν. Ἀναστᾶσα δὲ θᾶττον τοῦ σκίμποδος, τὸ λεχθὲν αὐτῇ διεπράξατο, καὶ βραχὺ τοῦ μέλιτος τοῖς ὠσὶ τοῦ βρέφους ἐγχέασα, σκωληκόμεστον ἀνήγαγεν θύλακα, δακτύλων τὸ μῆκος τεττάρων, καὶ πλάτος ἀνάλογον ἔχοντα· καὶ τούτου λυτρωθεῖσα παραχρῆμα τὸ κόριον οὗπερ αὐτῇ τῶν ἀλγηδόνων ταμεῖον ἐγένετο, καὶ τῶν ἀπλέτων τικτομένων δεινῶν ἐλυτροῦτο κολάσεων. [8] Καὶ Μαροῦν μὲν οὕτως οἱ μάρτυρες μέλιτι ψιλῷ θεραπεύουσιν· ἄλλο δὲ γύναιον εὐσεβὲς καὶ φιλόχριστον, Μαρίαν μὲν ὁμωνύμως ἀκούουσαν (Μαροῦν γὰρ τὸ κόριον ἔλεγον τὸ τῆς Μαρίας ὑποκορίζοντες ὄνομα), ἀλλ’ οὐ σύγχρονον οὐδὲ ὁμήλικα· καὶ πάθος μὲν ὅμοιον ἔχουσαν, ἀπ’ ἄλλου δὲ τοῦτο συμπτώματος, μετὰ πολλῶν ἰατρῶν πεῖραν ἀνόνητον, εἰς τὸ σεπτὸν αὐτῶν ἐλθοῦσαν μαρτύριον, κηρωτῇ καὶ συκαμίνοις ἐξιάσαντο, ταῦτα καθ’ ὕπνους ἑνῶσαι ταῖς τρίψεσιν, καὶ τοῖς ὠσὶν ἐμβαλεῖν ἐντειλάμενοι. Ἡμεῖς δὲ πάλιν ὑμνήσαντες σὺν τοῖς ἰαθεῖσιν γυναίοις τοὺς μάρτυρας, πρὸς ἄλλας αὐτῶν τερατουργίας ὁρμήσωμεν, καὶ ταῦτα τὰ πράγματα τοῖς εὐσεβῶς ἀκούουσιν παραθώμεθα.

Περὶ Μαρίας τῆς θυγατρὸς τοῦ διακόνου καὶ μηδὲν βλαβείσης τὸ σύνολον ἀφ’ ὕψους πεσούσης [1] Ἑτέρας παιδὸς μνημονεύσωμεν, ὁμωνύμου τε καὶ ὁμήλικος, ἑτέρου δηλονότι θαύματος μνημονεύοντες, εἰ καὶ τοῦτο μεῖζον τοῦ προλαβόντος ἐστὶν καὶ ἀσύγκριτον. Ἐκεῖνο μὲν γὰρ καὶ ἰατρὸς ἴσως ἂν ἔπραξεν ἄριστος, εἰ καὶ μὴ οὕτω ταχέως, μηδὲ τοιούτῳ φαρμάκῳ χρησάμενος· τοῦτο δὲ οὔτε τις ἰατρῶν ποιήσειεν, ἀλλ’ οὐδὲ πάντες ἄνθρωποι πρὸς τὴν αὐτοῦ ποίησιν ἀθροιζόμενοι, ἕως ἂν καὶ νεκροὺς ἐκ τάφων ἐγείρωσιν, καὶ τοὺς θνητοὺς ἀνθρώπους ἀθανάτους ἐργάσαιντο· εἰ δὲ καὶ τὸ κόριον ἕτερον καὶ πάλιν ἕτερον θαῦμα καθέστηκεν, ἀλλ’ οἱ τοῦτο κἀκεῖνο ποιήσαντες οἱ αὐτοὶ καὶ οὐχ ἕτεροι, Κῦρος οὗτος ὁ θειότατος καὶ Ἰωάννης ὁ Κύρου συνόμιλος, οἱ τὰ μικρὰ καὶ τὰ μέγιστα πρὸς τὰς νόσους ποιούμενοι τέρατα, καὶ παντοίως εὐεργετοῦντες τοὺς πάσχοντας, καὶ σώζοντες τοὺς ἀρωγῆς εἴτε μικρᾶς εἴτε μείζονος χρῄζοντας. [2] Μαρία μὲν ἐκαλεῖτο τὸ κόριον, Ἰωάννου μὲν τοῦ διακόνου τοῦ τῶν ἁγίων τεμένους ὑπῆρχε θυγάτριον· τὸ δὲ θαῦμα ὡς ἂν οἷός τε ὦ, διηγήσομαι. Ἄθυρον ἦν παρὰ θυρίδι τινὶ τοῦ δωματίου τὸ κόριον, ἐν ᾗ καθεζομένη συχνότερον ἡ γεννήσασα, λινοῦ πλήρη νήματος ἐχάλα τὸν ἄτρακτον.

Καὶ ῥεύψεως γεμομένης τινὸς οἷα φιλεῖ πολλάκις συμβαίνειν καὶ γίνεσθαι, καί τινος τάχα τῶν ἀναγκαίων ἀπασχολήσαντος, καὶ τὸ παιδίον ἐπὶ τῆς θυρίδος ἐᾶν ἀναγκάσαντος, ἐκείνη μὲν ἦν ἐφ’ ὅ τε καὶ ἔδραμεν. [3] Τὸ βρέφος δὲ μητρικῆς προνοίας στερούμενον ἔρημον χηρεῦόν τε φυσικῶς τῆς καλοῦ καὶ κακοῦ διακρίσεως, ἄνωθεν ἀφ’ ὑψηλῆς πάνυ θυρίδος εἰς τὸ ἔδαφος ἔπεσεν. Κτύπου δὲ κάτωθεν τῷ τιναγμῷ γεγονότος τοῦ σώματος, ἡ μήτηρ ἰδεῖν τοῦ κτύπου παρακύπτει τὸ αἴτιον, παντελῶς ἀμνημονήσασα, ὡς ἐπὶ τῆς θυρίδος καθήμενον κατέλιπεν αὐτῆς τὸ θυγάτριον· ὃ παρακύψασα, ἐρριμμένον εἶδεν ἐπὶ τὸ ἔδαφος, καὶ εἰς μνήμην εὐθέως ἐλθοῦσα τοῦ πτώματος, ἀλαλάζουσά τε καὶ κοκκύζουσα τὸν χῶρον ὅλον ἐκεῖνον ἐδόνησεν καὶ τὸ τῶν μαρτύρων οὐράνιον τέμενος· παρέκειτο γὰρ αὐτῷ τὸ δωμάτιον, καὶ διὰ τοῦ νεὼ τὴν εἰς οἶκον εἴσοδον ἐποιεῖτο καὶ ἔξοδον. [4] Καὶ δραμοῦσα δάκρυσι πολλοῖς τὰς παρειὰς καταβρέχουσα, καὶ σὺν αὐτῇ πάντες οἱ βλέποντες κλαίουσαν καὶ μακρόθεν βοῶσαν ἀκούοντες, πρὸς τὸ νεκρὸν ἀνελέσθαι τὸ κόριον καὶ ταφῇ παραδοῦναι τῷ μνήματι, τοῦτο σῶον καὶ ἀβλαβές τε καὶ ἀπήμαντον εἰς γῆν εὗρον καθήμενον, καὶ χοίροις κατὰ τὸν τόπον εὑρημένοις προσπαῖζόν τε καὶ τερπόμενο<ν> καὶ παιδικαῖς τούτους ἐρράπιζον ἀδρανέσι καὶ ἀχαρίεσσι τοῖς ῥαπίσμασιν.

Καὶ τοῦτο θᾶττον ἁρπάσαντες, πρὸ τοῦ τῶν ἁγίων ἔρριψαν μνήματος, ὡς σωτῆρας αὐτοὺς τοῦ βρέφους γεραίροντες, καὶ πάντων τῶν ἐπ’ αὐτοῖς πεποιθότων ἐν Χριστῷ, ὡς ἀρωγοὺς ὑμνοῦντες καὶ φύλακας. [5] Οὐ περιττὸν δὲ οἶμαι, καὶ ὅ τι κατ’ ἐκείνην τὴν νύκτα περὶ τούτου καθεύδων τεθέαται, προσθεῖναι τῷ διηγήματι. Ἰωάννης οὗτός ἐστιν ὁ διάκονος, οὐχ ὁ τοῦ παιδίου πατήρ, ἀλλ’ ὁ ἐκ Βυζαντίου διὰ πάθος ποδῶν προσπελάσας μάρτυσιν· ψύξις δὲ τῶν γονάτων τὸ πάθος ἐλέγετο, ὅπερ οὐδὲ βασιλέως ἰατρός, οὔτε γὰρ τῶν ἄλλων ὅσοι βουλόμενοι θεραπεῦσαι δεδύνηνται. [6] Καὶ ἰαθεὶς καὶ ῥυσθεὶς τοῦ νοσήματος, χάριτος ἕνεκα διὰ βίου δουλεύειν τοῖς ἁγίοις ὑπέσχετο. Ὁ κληρωθεὶς μετὰ ταῦτα διάκονος, ἐκ λαϊκοῦ μὲν καταστήματος, σπουδαίου δὲ καὶ μοναδικοῦ πολιτεύματος, μαρτυρικῷ ψηφίσματι καὶ κελεύσματι, χειροθεσίᾳ δὲ πατριαρχικῇ Ἰωάννου τοῦ νῦν τὴν Ἀλεξανδρέων Ἐκκλησίαν ποιμαίνοντος· οὕτως ἔφη τότε κοιμώμενος, ὅτε τῇ αὔριον τὸ θαῦμα τὸ λεχθὲν ἔμελλε γίνεσθαι, Κῦρον ὁρᾶν καὶ Ἰωάννην τοὺς μάρτυρας, καὶ σὺν αὐτοῖς πολλὴν λευχειμονοῦσαν ἁγίων ὁμήγυριν, οἳ ταῦτα πρὸς τὸν θεώμενον ἔλεγον· Ἐλθὲ σὺν ἡμῖν, καὶ τῆς ἐσομένης εὐφροσύνης ἀπόλαυσον. [7] Ἰωάννης δὲ ποῦ πορεύεσθαι καὶ πρὸς ποίαν εὐωχίαν τοὺς ἁγίους ἠρώτησεν.

Οἱ δέ, Ἰωάννης, φασίν, ὁ διάκονος εἰς δεῖπνον ἡμᾶς ἐκάλεσεν σήμερον, καὶ παρ’ αὐτῷ πάντες ἡμεῖς ἑστιώμεθα· καὶ ταῦτα φήσαντος, τοῦ λαμπροῦ τῶν ἁγίων ἤγουν τοῦ συντάγματος ἕπεσθαι καὶ αὐτὸν μετὰ τούτους κελεύσαντος. [8] Ὡς δὲ πάντες, φησίν, εἰς τὴν ἑστίαν ἀπῆλθον οἱ ἅγιοι, ἀνῆλθον κἀγὼ τῶν κελευσάντων πληρῶν τὸ ἐπίταγμα· καὶ συνδειπνήσας αὐτοῖς, πάλιν μετ’ αὐτῶν ἀνεχώρησα πρὸς τὰ τῶν δαιτυμόνων τεθηπὼς ἀξιώματα καὶ στολίσματα· καὶ θαυμάζων τοῦ δείπνου τὴν σεμνὴν πολυτέλειαν, καὶ τοῦ φανέντος τότε λυθέντος ὁράματος, Ἰωάννῃ πάντα τῷ διακόνῳ διήγγειλεν, ἀγνοῶν μὲν τὸ τοῦ διηγήματος σύμβολον· εὐδαίμονα δὲ τοῦτον καλῶν καὶ μακάριον, εἰ πρὸς τοιαύτην ἀξίαν ἀφίκοιτο, ὡς τοιούτους ἁγίους καὶ τοσούτους ἑστιᾶν τε καὶ κατ’ οἶκον εἰσδέχεσθαι. Καὶ τοῦτο μὲν ἄγνωστον ἦν παντελῶς τὸ ἐνύπνιον, ἕως τὸ θαῦμα πραχθὲν διηρμήνευσε. [9] Ἐγὼ δὲ τῶν ἁγίων μετὰ πάντων καὶ τοῦτο τεθαύμακα, ὅτιπερ καλῶς ἐν ᾧ πᾶσι Χριστῷ διδασκάλῳ καὶ Θεῷ τῶν ὅλων ἑπόμενοι δείπνῳ κἀνταῦθα τὸ θαῦμα παρείκασαν· ὥσπερ γὰρ ὁ Σωτὴρ ἐπὶ τῇ πηγῇ τῆς Σαμαρείας καθήμενος, καὶ πρὸς τῶν μαθητῶν φαγεῖν προτρεπόμενος, οὕτω πρὸς αὐτοὺς ἀπεκρίνατο· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε· βρῶσιν εἰπὼν τὴν τῶν εἰς αὐτὸν πιστευόντων σωτηρίαν καὶ τερπνὴν ἀπολύτρωσιν.

Ἐμὸν γὰρ βρῶμα, φησίν, ἐστὶν ἵνα ποιῶ τοῦ πέμψαντός με Πατρὸς <τὸ θέλημα> καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Ἔργον δὲ καὶ θέλημα τοῦ Πατρὸς ἕτερον οὐδὲν ἢ τούτων ἡ σωτηρία καθέστηκεν. [10] Οὕτω καὶ νῦν Ἰωάννης καὶ Κῦρος οἱ μάρτυρες βρῶσιν εἰκότως καὶ δεῖπνον ἐκάλεσαν τὴν σωτηρίαν τῆς παιδός, προμηνύοντες καὶ τὸ γεγονὸς ἐπ’ αὐτῇ θαῦμα παράδοξον, ὡς τρέφον αὐτῶν πεῖναν ἀγαθὴν καὶ φιλάνθρωπον, καὶ τέρπον αὐτῶν τὴν ἁγνὴν καὶ φιλόφρονα πρόθεσιν.

Ἡμεῖς δὲ τὸ περὶ τῆς παιδὸς ἐνταῦθα διήγημα περαιώσαντες, καὶ τοῖς σεσωκόσι μάρτυσι τὰς εὐφήμους βοὰς ἀναπέμψαντες, ἄλλο αὐτῶν διήγημα ἀναγράψωμεν.