Ἐπειδὴ δὲ καὶ τοῦτο λέγειν ἡμᾶς οἱ μάρτυρες ἔκριναν, λέξωμεν καὶ αὐτό, ὡς ἂν αὐτοὶ τὸ λέγειν ὀρέξωσιν· Γύναιον οὐ πρὸ πολλοῦ καιροῦ τὸν νεὼν τῶν ἁγίων κατείληφε· Μαρία μὲν τοὔνομα, τῆς Αἰγύπτου δὲ Βαβυλῶνος ὁρμώμενον· καὶ μειράκιον ἔχουσα ὡσεὶ ἐτῶν ὀκτὼ πλεῖον ἢ ἔλαττον, καὶ τοῦτο Μηνᾶν προσηγόρευε, πρὸς τιμὴν δηλονότι τοῦ μάρτυρος οὕτω τὸ παιδίον καλέσασα. [2] Μηνᾶς οὖν τὸ μειράκιον τὴν γλῶτταν εἶχεν ἔξω κρεμαμένην τοῦ στόματος, εἴδει καὶ μεγέθει τῶν ἀνθρωπίνων γλωττῶν πολὺ διαφέρουσαν· ἐπὶ σπιθαμὴν γὰρ μίαν ἔξω τῶν χειλέων αἰώρητο, καὶ πάντα τὸν πώγωνα καὶ τὸν γάργαρον ἔσκεπε, ὑπήνης δίκην βαθείας ὑπάρχουσα· τὸ δὲ χρῶμα τὸ ἐρυθρὸν μεταλλάξασα, μετὰ μελάνσεώς τινος ἐπορφύριζε, ξένον προκειμένη καὶ δυσειδέστατον θέαμα, καὶ πάντας κινοῦσα τοὺς βλέποντας πρὸς ναυτίαν ὁμοῦ καὶ συμπάθειαν καὶ πρὸς ἀφόρητον ἔμετον. [3] Ἀεὶ γὰρ λιβάδος δίκην τοῖς σιάλοις καταστάζουσα, καὶ τὸν πτύελον ἀεννάως προχέουσα τὸ ἱμάτιον ἔβρεχε καὶ τὸν θώρακα, καὶ τούτῳ τῆς οἰκείας μετεδίδου μελάνσεως, κοινωνὸν αὐτὸ ποιουμένη τοῦ χρώματος· ὡς πολλοὺς μὲν ἐντεῦθεν μηδὲ ὁρᾶν τὸ παιδίον δύνασθαι· ἀλλ’ εἰ καὶ συνέβη γενέσθαι συνάντησιν, σκέπειν αὐτοὺς τὰ τοῦ σώματος ὄμματα, καὶ στρέφειν αὐτῶν εἰς τοὐπίσω τὰ πρόσωπα, ἵνα μὴ παρὰ γνώμην αὐτὸ θεασάμενοι καὶ παρὰ γνώμην τὸν στόμαχον διαστραφέντες ἐμέσωσιν· πολλοὺς δὲ τοὺς βλέπειν αὐτὸ κἂν πρὸς βραχὺ γοῦν ἰσχύοντας, τὸ τοῦ πάθους ἐνορῶντας ὑπέρογκον, τὴν παρὰ τοῦ Σωτῆρος ἐπὶ τῷ προδότῃ λεχθεῖσαν ἀφιέναι φωνήν, καὶ ἐπὶ τοῦτο βοᾶν, ὅτι καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· τινὰς δὲ ταύτῃ προστιθέναι καὶ τὴν περὶ τοῦ τυφλοῦ γεννηθέντος ἀποστολικὴν ἐπερώτησιν, τό· Τίς ἄρα ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵν’ οὕτως γένηται; [4] Καὶ εἰ μὴ τὸ παιδίον τυφλὸν ἐτύγχανεν, μηδ’ οὕτως μητρῴας νηδύος ἐξέθορεν· ἀλλὰ νυκτὸς ὡς ἐκάθευδεν, δαίμων τις ἀλιτήριος πολὺ νοσῶν τὸ μισάνθρωπον, τῆς τούτου γλώττης δραξάμενος τῆς οἰκείας ἑστίας ἐξέσπασεν· καὶ πλήξας ἀφειδῶς ὁ παμμίαρος, καὶ μείζονα ταύτην ταῖς πληγαῖς ἐργασάμενος, ἔξω κρέμασθαι καὶ μὴ χωρεῖσθαι τοῖς ἔνδον πεποίηκε.