Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Ολοκλήρωση της συλλογής των θαυμάτων Αιγυπτίων και Λιβύων

Περαίωση του δεύτερου μεγάλου κύκλου θαυμάτων, συμπεριλαμβανομένης της ιάσεως κωφών, τυφλών και ασθενών με παραδόξους τρόπους και παιδαγωγικές τιμωρίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 9 από 12

Περὶ Ἄννης τῆς μοναστρίας τρία καταπιούσης σαμαμίθια [1] Πρὸ τοῦδε πρὸς χώραν ἄλλην καὶ πόλιν εἰσέλθωμεν ἢ κώμην ἑτέραν μετέλθωμεν, λέγειν ἐστὶν ἀκόλουθον καὶ θαῦμα ἕτερον, καὶ τάχα τοῦ προταγέντος ὑπέρτερον, ὃ παρ’ αὐτῶν πάλιν τῶν ἁγίων προελθεῖν ἐπὶ μοναστρίᾳ τινὶ τὴν αὐτὴν οἰκούσῃ κώμην ἐμάθομεν. Καὶ λέξωμεν Θεοῦ τὸ λέγειν παρέχοντος, καὶ τοὺς τῆς αὐτῆς κώμης οἰκήτορας ἀλλήλων παντελῶς οὐ χωρίσωμεν· εἰ καὶ Πέτρου τούτους διαστῆσαι, ὃν πρὸ μικροῦ παρεθέμεθα τῆς ῥηθείσης κώμης ὑπάρχοντα, ἑτέρα τις ἡμᾶς κατηνάγκασε πρόφασις. [2] Τὸ Ἡράκλειον τοῦτο κτημάτιον ᾤκει μονάστρια, Ἄννα μὲν τοὔνομα, μετ’ ἄλλων δὲ παρθένων ἐποιεῖτο τὴν οἴκησιν. Ἐτῶν γὰρ ἦν ὡσεὶ δώδεκα, ἢ καὶ τοῦτον ἔσχε τὸν χρόνον ἐλάττονα· ἥτις ἡλικία μένειν ἐφ’ ἑαυτῇ δι’ ἀπειρίαν οὐ δύναται, καὶ νοῦ καὶ φρενῶν ὀλιγότητι. Πῶς γὰρ ὁ τοιοῦτος οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας παλαίσειεν, τὴν πάλην τὴν πρὸς αὐτοὺς ἀναδεξάμενος, εἰ τοῦ παιδοτριβοῦντος χηρεύσειεν; ἢ πῶς δαίμονος γνοίη ποικίλα νοσήματα, εἰ μὴ σχοίη τὸν εἰδότα διδάσκαλον; ἢ πῶς ἀπάτην ὄφεως καὶ πανουργίαν φιλάξαιτο, ἣν οὐδ’ Εὔα χωρισθεῖσα μικρὸν τοῦ Ἀδὰμ ἐφυλάξατο;

Διὰ ταῦτα γὰρ τὴν παιδικὴν ἡλικίαν καθ’ αὐτὴν οἰκεῖν οὐκ ἀκίνδυνον, καὶ μάλιστα τὴν πρὸς δαίμονας τὸν πόλεμον ἔχουσαν, καὶ μὴ δυναμένην ἢ ὅλως τηρῆσαι γιγνώσκουσαν κεφαλὴν ὄφεως ἠρέμα πως εἰσελαύνουσαν, ἢ πτέρναν τὴν οἰκείαν αὐτῷ τηρουμένην σκεπάσασθαι. [3] Ὅθεν ἡ παροῦσα μονάστρια νηπιώδους ἡλικίας τυγχάνουσα, καὶ πρὸς ὥραν τῶν ἄγειν δυναμένων οἷα συμβαίνει χηρεύσασα, καινῷ δεινῷ περιπέπτωκεν, ᾧ ὁ διάβολος αὐτῇ προευτρέπισε, καὶ μόνην εὑρών, τούτῳ τῷ τρόπῳ πρὸς θάνατον ἤλασε. Μονωθεῖσα γὰρ αὕτη τῶν ἄλλων, οἶα μειράκιον τὰ μειρακίων διήνυε παίγνια, καλάμοις τισὶ τὴν περὶ τὸ παίζειν πληροῦσα διάθεσιν. Καὶ ποτὲ μὲν τὸν κάλαμον αἴρουσα προσῆπτε τῷ στόματι, ποτὲ δὲ πάλιν ἀποκινοῦσα τοῦ στόματος καὶ πρὸς ἔδαφος ῥίπτουσα, πάλιν ἐλάμβανεν ἕτερον, καὶ πάλιν ἐν αὐτῷ τὰ αὐτὰ διεπράττετο.

Ἀλλ’ ἐν ὅσῳ τοὺς δόνακας ἤμειβε, τὸν μὲν ἀπὸ τοῦ στόματος ῥίπτουσα, τὸν δὲ λαμβάνουσα, καὶ τοῦτον τοῖς ὀδοῦσι προσφέρουσα, τινὶ καλάμῳ συνέτυχε ἐγκύῳ θανάτου τυγχάνοντι, καὶ θησαυρὸν ἔχοντι χαλεπὸν καὶ ἐπόλεθρον. [4] Τρία γὰρ ἑρπετὰ τὰ καλούμενα σαμαμίθια τοῦτον ᾤκουν τὸν κάλαμον, φωλεὸν αὐτὸν καὶ κοίτην ποιούμενα, ὃν ἀκάκως ἁρπάσασα τῷ οἰκείῳ προσήνεγκε στόματι. Τὰ δὲ τοῦ κινήματος ἐπαισθόμενα, καὶ πρὸς φυγὴν θορυβούμενα, διὰ τῆς ἀρχῆς ἐκπηδήσαντα τῆς ἐγγισάσης τῷ στόματι, εἰς τὴν γαστέρα τῆς παιδὸς φέρονται, ἀκούσιον ὄλισθον ὑπομείναντα.

Εἰς τὴν κοιλίαν δὲ κατενεχθέντα τῆς μείρακος, καὶ τὸ ξένον τῆς ἑστίας μὴ φέροντα, φεύγειν κἀκεῖθεν ἠπείγοντο· ἀλλὰ τὴν ἔξοδον οὐκ ἐγίγνωσκον. [5] Οὕτω δὲ διατρέχοντα, καὶ τῆς τέως ἀθλίας τὰ σπλάγχνα ταράττοντα, καὶ συστροφὰς τῶν ἐγκάτων ποιούμενα, δυσοίστους αὐτῇ τὰς ἀλγηδόνας εἰργάζοντο· ἃς οὐκ ἄν τις γραφῇ παραστήσειεν, οὐδ’ εἰ πεῖραν σχοίη πολλὴν τοῦ νοσήματος· ὅθεν ἡ παῖς ἀπαύστως ἐκόπτετο καὶ ὀλόλυζεν καὶ δάκρυα τῶν ὀμμάτων ἐξέχεεν, καὶ παντελῶς ἠρεμεῖν οὐκ ἠδύνατο.

Ὅτε γὰρ τὸ ἓν τῶν καταποθέντων ἑρπετῶν ὀλίγον ἡσύχαζεν εἴπερ ποτὲ καὶ ἡσύχαζεν, τὰ λοιπὰ δύο τὴν κόρην ἐδάμαζον· ἢ καὶ τὰ δύο πολλάκις, ἵνα καὶ τοῦτο δῶμεν, ἐκάθευδον, τὸ ἕτερον οὐκ ἐπαύετο· ἀλλ’ ἀκοίμητον αὐτῇ τὴν ὀδύνην ἐβράβευον, ποτὲ μὲν τὸ ἕν, ποτὲ δὲ τὰ δύο, πολλάκις δὲ καὶ τὰ τρία σπαράσσοντα. [6] Ἐν ἀπαύστοις οὖν καὶ δριμείαις ἀλγηδόσιν ὑπάρχουσα πρὸς τοὺς ἁγίους ἐφέρετο, ἰατρὸν οὐχ εὕρισκεν ἕτερον πρὸς συμφορὰν τοσαύτην ἀρκέσαι δυνάμενον. Ἐλθοῦσα τοίνυν, ὡς εἴρηται, καὶ συμπαθεῖς εὑροῦσα τοὺς μάρτυρας, θᾶττον τῆς τριπλῆς ἐκείνης ἐλυτροῦτο κολάσεως. Εἴπωμεν δὲ καὶ τὸ λύτρον ὡς γέγονεν· ἔστιν γὰρ τῆς τῶν λυτρωσαμένων χάριτος ἔμπλεον.

Ἑτέρῳ τινὶ τῶν ἀσθενούντων ἀδελφῶν ὄναρ ἐλθόντες οἱ ἅγιοι, Εἰπέ, φασί, τῇ βοώσῃ ταύτῃ μοναστρίᾳ (ἐβόα γὰρ διηνεκῶς καὶ τὸ σύνολον οὐκ ἐκάθευδεν), ἵνα πρωΐας ὀρθρίσασα, εἰς ἓν τῶν καπηλείων ἐξέλθοι πρὶν ἢ βρώματος ἢ πόματος γεύσηται· καὶ κάννια τρία (εἶδος τοῦτο καθέστηκε κύλικος οὕτω παρ’ Ἀλεξανδρεῦσι λεγόμενον) πιεῖν νῆστις ἀνάσχοιτο, καὶ τάχος τὴν ἴασιν διὰ τῆς τῶν καννίων δέξεται πόσεως. [7] Ὁ δὲ θεωρήσας τὸν ὄνειρον, τῇ νοσούσῃ τοῦτον μεθ’ ὕπνον ἀπήγγελλεν, ὡς οἱ μάρτυρες αὐτῷ διετάξαντο· ἡ δὲ τῆς τούτων πυθομένη κελεύσεως, πρωΐας εἰς καπηλεῖον ἐξέρχεται, καὶ τὰς τρεῖς εὐθέως ἔπιε κύλικας, οἴνου γεμούσας μὴ μιγέντος τοῖς ὕδασιν· ἄκρατα γὰρ πιεῖν τὰ τρία κεκέλευστο κάννια· ἅπερ, ὡς εἶπον, ῥοφήσασα, κινεῖται θᾶττον πρὸς ἔμετον, καὶ τὸν οἶνον ἐμέσασα, ἐμεῖ προφανῶς καὶ τὰ τρία σὺν αὐτῷ σαμαμίθια ἃ διὰ στόματος ῥίψασα, πάσης εὐθὺς ἀπηλλάγη κακώσεως καὶ δυσχεροῦς ὀδύνης καὶ μάστιγος, ἃς ὁ φόρτος ἐκεῖνος ὁ τρίδυμος ἐπικυοφορούμενος ὤδινεν. [8] Καὶ Ἄννα μὲν ἡ μονάστρια οὕτω τὸν ἐκ δαιμόνων αὐτῇ σκευασθέντα διέφυγε θάνατον, ἰσχυροτέρας ἰατρῶν ἀρωγῆς τῆς ἐκείνων ἐπιβουλῆς εὐπορήσασα. Καὶ πάντας τοὺς ὁρῶντας τὴν ἴασιν πρὸς ὕμνους τῶν ἁγίων ὀτρύνασα, καὶ σὺν τούτοις αὐτοὺς ἀνυμνήσασα, τοῦ τεμένους ἀπέρχεται.

Ἡμεῖς δὲ νῦν οἱ ἀκούοντες, ὡς οἱ τότε παρόντες πιστεύοντες, τοὺς ἁγίους ἀξίως ὑμνήσαντες πρὸς ἑτέρους ὕμνους καὶ θαύματα τὰς ἀκοὰς εὐτρεπίσωμεν καὶ τὰ στόματα.

Περὶ Κοβιώτου τοῦ κωφοῦ καμηλαρίου [1] Ἀπ’ Αἰγύπτου πάλιν εἰς Λιβύην μετέλθωμεν· καὶ ἐν τῷ Μαρεώτῃ γενόμενοι, Κοβιώτην τὸν κωφὸν ἀνιχνεύσωμεν. Τοῦ Μαρεώτου γὰρ οὗτος ἐτύγχανεν· καὶ εὑρόντες τοῖς προλαβοῦσιν τὸν ἄνδρα συνάψωμεν· καὶ τὰ κατ’ αὐτὸν τοῖς ἀκούουσιν ἀπαγγείλωμεν, γραφῆς γὰρ ἄξια τὰ εἰς αὐτὸν δραθέντα τοῖς μάρτυσιν. Κωφὸς ὁ Κοβιώτης γεγένητο, οὐχ οὕτως ἐκ μήτρας γενόμενος, ἀλλ’ ἄφνω κωφωθεὶς ὡς ταῖς καμήλοις παρέβαλλεν· τούτων γὰρ ἀεὶ τῶν ζώων ἐφρόντιζε, καὶ πρὸ κωφώσεως, καὶ μετ’ αἰφνίδιον κώφωσιν, βαρυτάτην δὲ τὴν νόσον ὑπάρχουσαν. [2] Οὔτε γὰρ τὸ σύνολον ἤκουεν, οὔτε τῶν πάνυ μεγάλων ψόφων ᾐσθάνετο, οἷον δήμου βοῆς ἢ θαλάττης ἦχον ὑψούμενον, ἢ μεγάλων ἀνέμων ῥοιζήματα· ὃν πάντες οἱ θεώμενοι, δαίμονος ἐνέργειαν τὴν κώφωσιν ἔλεγον, καὶ οὐ πάθος ἢ σύμπτωμα σώματος. Καὶ τάχα τἀληθοῦς ἐστοχάσαντο, ἔκ τε τοῦ ἀθρόον συμβῆναι τὸ νόσημα, ἔκ τε τοῦ μηδένα τῶν ἰατρῶν ὠφέλειαν τούτῳ τινὰ δυνηθῆναι χαρίσασθαι. Πολλοὺς γὰρ περιελθὼν καὶ πληρώσας πολλῶν ἐπιτάγματος, αὐτὸς ἐν τῷ πάθει διέμενεν, διαφορὰν εὑρεῖν οὐ δυνάμενος.

Ὅθεν ἰατροῖς πολλὰ χαίρειν φθεγξάμενος, τῶν καμήλων ἐφρόντιζε, ἀπαλλαγὴν τοῦ λοιποῦ μὴ προσδοκῶν τοῦ νοσήματος. [3] Καὶ τάχα ἂν οὕτω μέχρι θανάτου διέμεινεν, εἰ μὴ πρὸς τῶν συντέχνων ὡς κωφὸς κατετρέχετο, καὶ πολλὴν τὴν ἀδικίαν ὑπέμενεν· ὧν οὐ βαστάσας τὴν δυσχερῆ παραπόνησιν, ἅπαντα λιπών, τὴν ἑστίαν, τὰς καμήλους, τὰ ὑπάρχοντα, καὶ μηδενὶ μηδὲν περὶ μηδενὸς ἐντειλάμενος, ζήλου πλησθείς, καὶ θείου πρὸς τοὺς μάρτυρας ἔρωτος, αὐτῶν, ὡς οἶμαι, τοιαύτην αὐτῷ προσπνευσάντων διάνοιαν, δρομαίως ἐπὶ τὸ τούτων μαρτύριον ἔτρεχεν, τοιαύτην μόνον φωνὴν πρὸς τοὺς ἑταίρους φθεγξάμενος·

Ζῇ γάρ, φησίν, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἰ μὴ πρὸς Κῦρον καὶ Ἰωάννην τοὺς ἁγίους πορεύσομαι, καὶ τούτους ἐκβιβαστὰς τῆς ἐμῆς ἐπηρείας ποιήσομαι· καὶ τοῦτο εἰπὼν γυμνὸς ἐπενδυμάτων πρὸς τοὺς μάρτυρας ἔδραμεν. [4] Τότε γίνεταί τι παράδοξον, καὶ τῆς τῶν ἁγίων χάριτος ἄξιον, καὶ τῆς αὐτοῦ πολλῆς καὶ μεγάλης θερμότητος. Ἦ μόνον γὰρ ἐξῆλθε τὴν πύλην τῆς πόλεως ἥτις Ἡλιακὴ προσηγόρευται, εὐθέως αὐτοῦ τὰ ὦτα ἤρξαντο διανοίγεσθαι, καὶ φωνὰς αὐτὸς ἀνθρώπων πυνθάνεσθαι· ὅσῳ δὲ τῇ πορείᾳ προέκοπτε, τοσοῦτον φωνῆς πλεῖον ἀντελαμβάνετο· καὶ οὕτω τὸ δῶρον πρὸς τὴν τῆς ὁδοῦ προκοπὴν κομιζόμενος, ἐν ὅσῳ τῶν ἁγίων εἰσείη τὸ τέμενος, τὸ τέλειον τῆς ἀκοῆς ἀπελάμβανε, πᾶν ἴχνος καὶ γνώρισμα τῆς πολλῆς ἐκείνης ἀπολείψας κωφώσεως. [5] Καὶ δὴ τὴν ῥῶσιν κατὰ τὴν πορείαν δρεψάμενος, ὡς ὑγιὴς τοῖς ἁγίοις καὶ οὐχ ὡς ἔχων προσήρχετο νόσημα· καὶ προσενέγκας εὐθὺς τὰ χαριστήρια, ᾠδαὶ δ’ ἦσαν τοὺς σεσωκότας γεραίρουσαι, τὴν αὐτὴν εὐθέως ὑπέστρεφε, μηδὲ καθίσαι κατὰ τὸν τῶν μαρτύρων σηκὸν ἀνασχόμενος.

Καὶ ἡμεῖς δὲ τὴν περὶ τούτου διήγησιν ἐκπληρώσαντες, καὶ τὰ ὑπὲρ αὐτῆς χαριστήρια τοῖς ἁγίοις προσάξαντες, διήγησιν ἄλλου ποιώμεθα θαύματος.

Περὶ τριβούνου τοῦ τυφλοῦ [1] Τὸ Μηνᾶ τοῦ μάρτυρος τέμενος, καὶ τὸ πρὸ τοῦ τεμένους δωμάτιον, πάσης Λιβύης καθέστηκε φρύαγμα, ἧς οἰκήτωρ ὁ ἅγιος καὶ φύλαξ, καὶ πρὸ τῆς ὑπὲρ Χριστοῦ μαρτυρίας ἐτύγχανεν, καὶ μετὰ ταύτην γνωρίζεται.

Καὶ ἄξιον ὄντως εὐκλείας τὸ κτῆμα καὶ φρυάγματος μείζονος· δι’ αὐτοῦ γὰρ ὅ τε Μαρεώτης, καὶ ἡ Λιβύη πᾶσα μέχρι τῆς τήμερον ἕστηκεν· καὶ τὸ δὴ μέγιστον, Ἀλεξάνδρεια ἡ μεγάλη καὶ λαμπρὰ καὶ φιλόχριστος.

Ὅσοι οὖν τὸ τοῦ μάρτυρος ἴστε μαρτύριον, καὶ τὸ περὶ τοῦτο κτημάτιον πάντως γιγνώσκετε, ὅθεν ὁ παρὼν τριβοῦνος εἰς διήγησιν ὥρμητο, ἐκεῖσε γεννηθεὶς καὶ τραφεὶς καὶ εἰς ἄνδρα τέλειον ἀφικόμενος. [2] Οὗτος πάνυ δεινῶς ἀσθενήσας τὴν ὅρασιν, καὶ μὴ τυχὼν ἰατροῦ δυναμένου τὸ πάθος ἰάσασθαι, πρὸς τελείαν ἐλαύνεται τύφλωσιν, ὡς μηδὲ νυκτὸς ἀπουσίαν μηδὲ παρουσίαν ἡμέρας ἐπίστασθαι, εἰ τινὸς λίποιτο διαγγέλλοντος· μεμυκῶτα γὰρ ἔσχε τὰ ὄμματα, καὶ μηδαμῶς ἀνοιγόμενα· μηδὲ χωρίζειν ἀλλήλων δυνάμενος ὡς ἀπὸ κολλῆς τινος προσηλωμένα τὰ βλέφαρα. Καὶ τοιαύτην ὁ τριβοῦνος ἔχων ἀσθένειαν, οὐκ ἠπίστει Κύρου καὶ Ἰωάννου τῇ χάριτι, ἀλλ’ εὐσεβῶς καὶ δικαίως ἐπίστευεν, ὡς εἰ πρόσφυξ αὐτῶν ἀφικόμενος γένοιτο, πάντως τὸ βλέπειν κομίσηται, ὃ καὶ πράξει πεπλήρωται. Ὁ γὰρ πίστει βεβαιωθείς, καὶ ταύτης τὸν θεμέλιον ἔχων ἀσάλευτον, εἴωθεν τυγχάνειν καὶ τῆς ἐν ἔργοις πρὸς φίλους τελειότητος· ἐπεὶ μηδεὶς πιστεύσας παρὰ Θεοῦ καταλέλειπται, ἀλλ’ ὡς ἐπίστευσε γέγονε, καὶ μισθὸν ἔσχε τῆς πίστεως τὴν τῶν ποθουμένων ἀπόλαυσιν. [3] Ἐν τῷ μαρτυρίῳ γοῦν τῶν ἁγίων γενόμενος, καὶ τῷ ἐκ γεννητῆς τυφλῷ τὴν πίστιν ἔχων ἐφάμιλλον, κατ’ ἐκεῖνον κοιμώμενος, πρὸς τῆς τῶν ἁγίων ἤκουε χάριτος, Ὕπαγε νίψαι εἰς τὸν Σιλωάμ, καὶ ἀναβλέπεις.

Μιμηταὶ γὰρ οὗτοι τοῦ Σωτῆρος ὑπάρχοντες, τοῖς αὐτοῦ κέχρηνται ῥήμασιν, διὰ πάντων δεῖξαι σπουδάζοντες τῶν ἰαμάτων, ὅθεν τὴν χάριν ἀρύονται. Ὁ νοσῶν δὲ τοῦ τῶν μαρτύρων ἀκούσας προστάγματος, τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλιν κατείληφε, καὶ κατελθὼν εἰς τὸν Σιλωάμ, τοῖς τούτου νιψάμενος ὕδασιν, εὐθέως ἀνέβλεψεν. [4] Ἐκεῖθεν δὲ πάλιν ὁρῶν ἀφικόμενος, εἰδὼς τοῦ τῶν ὄψεων δώρου τὸ μέγεθος, τοῖς ἁγίοις αὖθις προσέδραμεν, καὶ παρ’ αὐτοῖς τὸν ἐπίλοιπον τοῦ βίου χρόνον κατῴκησεν, μέχρις οὗ κοιμηθεὶς ἀνεπαύσατο, τὴν εὔνοιαν ἡμῖν ἐνδεικνύμενος, ἣν πρὸς εὐεργέτας ἔχειν ὀφείλομεν.

Καὶ τριβοῦνος μὲν οὕτως ἀπώνατο, πίστεως καὶ ῥώσεως τῆς λεχθείσης ἐπέτυχεν. Ἄλλος δέ τις μοναστὴς Ταβεννησιώτης τῶν πατέρα καὶ ζωῆς ἀρίστης διδάσκαλον τὸν μέγαν αὐχούντων Παχόμιον, ὡς τῆς αὐτῶν πολιτείας ἀρχηγέτην γενόμενον, καὶ κλῖμαξ αὐτοῖς γεγονὼς πρὸς οὐρανὸν ἀπὸ γῆς ἀναφέρουσα, τὸ τοῦ τριβούνου φέρων ἀρρώστημα πρὸς τοὺς μάρτυρας ἔρχεται, καὶ τῆς αὐτῆς πρὸς αὐτῶν ἀκούσας κελεύσεως· Ὕπαγε λεγόντων, νίψαι εἰς τὸν Σιλωὰμ καὶ ἀναβλέπεις, χαριέντως αὐτοῖς ἀπεκρίνατο· [5] Ἐκεῖνος μὲν ὁ τυφλός, ὦ μακάριοι, τοῦ παρόντος προστάγματος πρὸς τοῦ Δεσπότου τῶν ὅλων πυθόμενος, ἐν Ἱεροσολύμοις ἐτύγχανεν, καὶ τὸν Σιλωὰμ ἐκέκτητο γείτονα, καὶ εἰ πτωχὸς ἐγνωρίζετο, δαπανημάτων οὐκ ἔχρῃζεν πρὸς τὸ πληρῶσαι τοῦ Σωτῆρος τὴν σωτήριον ἔνταλσιν.

Ἐγὼ δὲ πτωχὸς ὑπάρχων καὶ πρότερον, νυνὶ δὲ πολὺ τοῦ τότε πτωχότερος, καὶ αὐτὸ γὰρ ὅπερ ἐκεκτήμην πρὸ τοῦ τῶν ὀμμάτων νοσήματος, εἰς ἰατροὺς ἐδαπάνησα· καὶ τοσούτοις ἀφεστὼς τοῦ Σιλωὰμ διαστήμασι, ποίοις κελεύετε χρήσομαι χρήμασιν πρὸς τελείωσιν τοῦ ὑμετέρου θεσπίσματος; [6] Οἱ δὲ πάνυ σεμνῶς μειδιάσαντες, καὶ τερφθέντες αὐτοῦ ταῖς καλαῖς ἀποκρίσεσιν, καὶ τῶν ἀναλωμάτων ἀγαθοὶ δωτῆρες ἐγίνοντο. Ἄπελθε γάρ, φησίν, εἰς τὴν Φρόντωνος καλουμένην ἀπόστασιν (ἀποθήκην δὲ λέγουσι τὴν ἀπόστασιν ἐν ἄλλαις χώραις καὶ τόποις καὶ πόλεσιν), κἀκεῖσε Θωμᾶν τὸν τοῦ Κυμινᾶ τοῦ Αἰγυπτίου πιστικὸν ἐπιζήτησον, καὶ τοῦτον εὑρών, Ἀββάκυρος, ἐρεῖς, καὶ Ἰωάννης οἱ μάρτυρες πρὸς σέ με πεπόμφασι, καὶ χρυσὸν ἕνα μοι δοῦναι θεσπίζουσιν, ἵν’ εὕρω δαπάνας ποιήσασθαι, ἐπειδήπερ εἰς τὴν ἁγίαν με πόλιν ἀπέστειλαν.

Καὶ ταῦτα μὲν εἰρηκότες ἀπῆλθον οἱ ἅγιοι. [7] Ὁ δὲ μεθ’ ὕπνον τὴν πόλιν κατέλαβεν καὶ τὴν ἀπόστασιν εὑρὼν καὶ τὸν ἄνθρωπον, τῶν ἁγίων εἶπεν τὴν κέλευσιν· καὶ λαβὼν εὐθέως τὸ νόμισμα (προθύμως γὰρ καὶ Θωμᾶς τὸ μαρτυρικὸν προσήκατο θέσπισμα) εἰς τοὺς ἁγίους τοῦ Χριστοῦ τόπους ἀπέρχεται, καὶ ἐν τῷ Σιλωὰμ σπουδαίως γενόμενος, τοῖς τούτου ῥείθροις τὰς ὄψεις ἐνίψατο καὶ μετ’ ἐκείνην εὐθὺς τὴν ἀπόπλυσιν τὰς ὄψεις ἀποματτόμενος, σὺν ταῖς ῥανίσι τοῦ νάματος καὶ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἀπεμάξατο. [8] Ἐγνώρισε γὰρ τὸ ὕδωρ τὸ πρόσταγμα καὶ τοὺς πέμψαντας μάρτυρας, δούλους ὄντας Χριστοῦ καὶ θεράποντας τοῦ πρὸ αὐτῶν τὸν τυφλὸν ἀποστείλαντος. Διὸ καὶ θᾶττον αὐτῶν πληρῶν τὰ κελεύσματα, σὺν τῷ τριβούνῳ καὶ τοῦτον ἀντέπεμψεν βλέποντα, ὥσπερ καὶ τὸν τότε τυφλὸν πρὸς τὸν αὐτῶν δεσπότην ἀπέστειλεν. Ἡμεῖς δὲ τούτοις τοῖς περὶ τῶν ἰαθέντων δύο τυφλῶν λεχθεῖσιν ἀρκούμενοι, τοὺς ἁγίους καὶ νῦν εὐφημήσαντες, ἄλλα κηρύττειν αὐτῶν σπουδάσωμεν θαύματα.

Περὶ Πατρικίου ἐν τοῖς ὀφθαλμοῖς ἐσχήκοτος λευκώματα [1] Τὸν Πηλουσιώτην Πατρίκιον συνάψαι τοῖς προλαβοῦσιν ἀκόλουθον. Εἰ γὰρ τῶν ὀμμάτων ἄλλο τὸ νόσημα, καὶ τῆς ἰάσεως ὁ τρόπος καθέστηκεν ἕτερος, ἀλλ’ ἐν ἀμφοτέρων τὸ τέλος γεγένηται, καὶ τῶν νοσημάτων ἡ τύφλωσις, καὶ τῶν θεραπειῶν ἡ ἀνάβλεψις. Οὐκοῦν εἴπωμεν καὶ αὐτοῦ τὸ ἀρρώστημα, καὶ τοῦ ἀρρωστήματος τὴν ἴασιν μὴ χωρίσωμεν.

Πηλουσιώτης ἦν ὁ Πατρίκιος, καὶ δοῦλος ἐτύγχανεν τοῦ τὴν Ἐκκλησίαν τὴν ἐκεῖσε ποιμαίνοντος· καὶ πεσὼν εἰς ὀμμάτων ἀσθένειαν, ἐν ταύτῃ τὸ καθ’ ἡμέραν προέκοπτε, οὐ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενος· ἣ γὰρ ἂν ζηλωτὸς ἦν τῷ περιττῷ τῆς ὁράσεως· ἀλλὰ τῶν μὲν ἔμπροσθεν ἐπιλανθανόμενος, τοῖς δὲ ὄπισθεν ἐπεκτεινόμενος· οὕτω γὰρ αὐτὸν εὐφυὴς ἰατρὸς ἐθεράπευσεν. [2] Ταῖς δὲ κατ’ ὀλίγον προκοπαῖς ἐλθὼν πρὸς τὸ τέλειον, πολλὰ βλέπων ἐλέγετο· οὕτω γὰρ εὐφήμως τοὺς τυφλοὺς ὀνομάζουσιν, μηκέτι κόπον τινὰ παρεχόμενος τῷ τὸ πρὶν αὐτὸν ἰατρεύοντι· ἐσχηκὼς γὰρ ἐν ὄμμασιν ἀμφοτέροις λευκώματα, κακίστην ἐλευθερίαν ἐδέξατο, δι’ ἧς οὐκέτι τοῖς Ἀσκληπιάδαις ὑπέκειτο, ἀλλ’ ἔσχε τὴν τύφλωσιν ἄμαχον δέσποιναν δορυάλωτον αὐτὸν τῶν ἰατρῶν ἀφαρπάσασαν, ἣν τὸ λοιπὸν καταγωνίσασθαι καὶ λαβεῖν ἀπ’ αὐτῆς τὸν αἰχμάλωτον, πᾶσιν ἀνθρώποις ὑπῆρχεν ἀδύνατον, μόνῳ δὲ Θεῷ ῥᾷον ἐτύγχανεν, καὶ τοῖς ἀπ’ αὐτοῦ δωρουμένοις ἰάματα· ἀπόστολοι δ’ οὗτοι καὶ δίκαιοι καὶ προφῆται καὶ μάρτυρες ἀμέμπτως βιώσαντες, καὶ Θεὸν θεραπεύσαντες· καὶ διὰ τοῦτο πειθόμενον ἐν ἅπασιν αὐτὸν οἷς ἐθέλουσιν ἔχοντα. [3] Δύο δὲ ταύτης τῆς μακαρίας καὶ λαμπρᾶς ὁμηγύρεως καὶ Κῦρον καὶ Ἰωάννην εἰδὼς ὁ Πατρίκιος, καὶ δυναμένους αὐτὸν τῆς πικρᾶς ἐκείνης δεσποίνης λυτρώσασθαι, καὶ τὴν ἐλευθερίαν χαρίσασθαι, ἣν ἰατρῶν ἀρωγὴ προσαπώλεσεν, μετὰ πίστεως πρὸς αὐτοὺς ἔρχεται, ταύτην σαφῶς ἐπιστάμενος πεῖσαι δυναμένην τοὺς μάρτυρας.

Οἱ δὲ τούτῳ κατ’ ὄναρ παρίστανται, καὶ τὸν τρόπον τῆς ὑγείας μηνύουσιν· εἰς τὸ λουτρὸν γὰρ τοῦτον ἰέναι κελεύουσιν, καὶ λαβνείῳ τὰς ὄψεις ἐγχρίεσθαι, καὶ διὰ τούτου τὸ βλέπειν κομίζεσθαι· οὗ τὸ πλεῖστον, ὡς λέγουσιν, ἄσβεστός ἐστιν ὡς βραχεῖσα πρῶτον ἐν ὕδατι· καυστικὴ δ’ αὕτη λίαν καθέστηκεν, καὶ ὀλίγα πάνυ παραχωροῦσα πυρὶ πρὸς τὸ μᾶλλον καίειν ἀνθρώπινα σώματα. [4] Ὁ δὲ μηδὲν εἰς τὰ τῶν ἁγίων ἐνδυάσας προστάγματα, εἰς τὸ λουτρὸν μετὰ τὸν ὄνειρον ἔξεισι, καὶ δρομαῖος τοῦ λεχθέντος εἴδους ἐγχρίεται· καὶ μείνας βραχὺ μετὰ τὴν ἐγχείρησιν, ὥσπερ εἰώθασιν ποιεῖν οἱ κολλουρίοις παρὰ ἰατροῖς ἐγχριόμενοι, ἀνοίξας δὲ πάλιν τὰ ὄμματα, μεμυκότα γὰρ ἔχων ταῦτα ἐκάθητο, ἀθρόον ἀνέβλεψεν, δακρύων δίκην καταγαγὼν τὰ λευκώματα, καὶ ταυτὶ τὸ φῶς ὡς ἔστιν ἐθεάσατο, ὅπερ ἰατρῶν κολλουρίοις ἀπώλεσεν. [5] Ἦν δὲ τὸ θαῦμα παράδοξον· καὶ βλέπων γὰρ τὸ λουτρὸν ἐξελθεῖν οὐκ ἐγίνωσκεν, ἐπεὶ μηδ’ οἵας εἰσῆλθεν ἠπίστατο, ἀλλ’ ἐδέετο καὶ τότε τοῦ ποδηγήσαντος πλέον αὐτὸς τοῦτο διηγοῦντος θεώμενος. Ἐκ τούτου δὲ δραμὼν πρὸς τὸ τέμενος, τοὺς ὁρῶντας ἐξέπληττε, καὶ πρὸς τὰς τῶν ἁγίων εὐφημίας διήγειρε. Ῥωσθεὶς δὲ καὶ αὐτὸς εὐφημήσας τοὺς μάρτυρας, εἰς τὸ Πηλούσιον ᾤχετο. Καὶ ἡμεῖς δὲ τοῖς ὕμνοις αὐτοὺς στεφανώσαντες, ἑτέρων αὐταῖς ὕμνων ἀφορμὴν τὴν ἑτέρου θαύματος γραφὴν εἰσενέγκωμεν.

Περὶ Ἀντωνίου τοῦ Θηβαίου τὰ σπλάγχνα πάσχοντος [1] Ἔτι βοῶντος Ἀντωνίου πυνθάνομαι, ἔτι φωνὰς μεγάλας ἐκπέμποντος, ἔτι τὰ μέγιστα κράζοντος, οὐχ ἕνεκα τοῦ φυγόντος νοσήματος, ἀλλὰ τῆς δοθείσης χάριν ἰάσεως· ἣν σιωπᾶσθαι διὰ πολλὴν οὐκ ἀφίησιν ἔννοιαν, ἀλλὰ ταῖς λοιπαῖς αἰτεῖται συντάττεσθαι, αἷς ἤδη γεγράφαμεν, καὶ μίαν γενέσθαι ταῖς τούτων γραφαῖς ἐναρίθμιον· οὗ τὴν βόησιν ἐπαινέσαντες, τὴν αἴτησιν θᾶττον πληρώσωμεν.

Θηβαῖος ἦν ὁ Ἀντώνιος, καὶ πολίτης Ἀντωνίου τῆς πόλεως. Οὗτος βαρυτάτην ἔσχεν ἀσθένειαν, ἥτις οὐ παισὶν ἰατρῶν, οὐκ ἄλλοις ἀνθρώποις, οὐκ αὐτῷ τῷ νοσοῦντι καὶ πάσχοντι δήλη μέχρι σήμερον γέγονε, ἀλλ’ ἄγνωστος ἀνθρώποις ἐγένετο, καὶ παυσαμένη καὶ πρὸ τούτοις ὑπάρξασα. [2] Ἐβόα γὰρ μόνον ὁ ἄρρωστος τὰ σπλάγχνα δεινῶς κατατρώγεσθαι, καὶ ὥσπερ ὑπὸ σκωλήκων βιβρώσκεσθαι, ἢ ὑπ’ ἄλλων δεινῶν ἑρπετῶν ἀναλίσκεσθαι μήτε τὴν αἰτίαν εἰδώς, μήτε τὸ πάθος παντελῶς ἐπιστάμενος. Ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ σοφώτεροι, καὶ δόξαν εἰδήσεως ἔχοντες, τοῦτον συχνότατα βλέποντες κατὰ κάθοδον, ἄλλην καὶ ἄλλην τὴν νόσον ἐδόξαζον· καὶ νῦν μὲν ταύτην, νῦν δ’ ἐκείνην ἐφήμιζον· καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δ’ ἐκεῖνο τὸ αἴτιον ἔλεγον· καὶ τὸ σήμερον ἀρέσαν μετὰ σοβαρᾶς ὀφρύος τοῖς ἅπασιν, αὔριον σοβαρωτέρῳ φρονήματι διεπτύετο, καὶ πάλιν ὑπ’ αὐτῶν ἀνετρέπετο, ἕτερον εἶναι καὶ οὐ τὸ χθιζὸν βεβαιούμενον. [3] Ὡς δὲ πολλῶν τοιούτων ὁ ἄρρωστος πεῖραν πολλὴν διῆλθεν, καὶ διαφορὰν τοῦ πάθους οὐχ εὕρισκεν, ἀλλ’ ἐν ὀδύναις ἀεὶ ταῖς αὐταῖς ἐγνωρίζετο, μίαν εἶναι κακῶν διασκέπτεται τὴν πρὸς Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἄφιξιν.

Εἰ μὴ γὰρ οὗτοι, φησίν, ταύτης με τῆς ἀνάγκης λυτρώσονται, ὡς καὶ τῶν κρυφίων τὴν ἔρευναν ἔχοντες, καὶ γινώσκειν δυνάμενοι τὰ τοῖς ἄλλοις ἀνθρώποις ἀθέατα, ἄλλος οὐδείς με σῶσαι δυνήσεται, χάριν τοιαύτην ἐκ Θεοῦ μὴ δεξάμενος. [4] Ταύτην εἰς τοὺς ἁγίους τὴν πίστιν φραξάμενος, πρὸς αὐτοὺς παραγίνεται, καὶ διετῆ χρόνον ἀνὰ τῶν αὐτῶν σηκὸν διαιτώμενος, καὶ πίστεως μὴ παθὼν τῆς εἰς τοὺς μάρτυρας ὕφεσιν, ἣν ὁ τοσοῦτος καιρὸς ἱκανὸς ἦν αὐτῷ κατεργάσασθαι, οὕτως ἀπαύστως ὡς ἔφημεν ὀδυνωμένῳ καὶ κράζοντι, καὶ μηδὲ νυκτὸς μηδὲ τῆς μετὰ ταύτην ἡμέρας τὸ σύνολον λέγοντι, τὴν ῥῶσιν ἀθρόως κομίζεται· μήτε τι κελευσθεὶς διαπράξασθαι, ὥσπερ ἅπαντες οἱ παθόντες καὶ παθῶν ἕνεκα τῷ ναῷ παρεδρεύοντες, μήτε τι διὰ γαστρὸς ἐκβαλὼν ἢ ἀναγαγὼν διὰ στόματος· μόνον δὲ τοὺς ἁγίους μετὰ τὴν ῥῶσιν ἑωρακέναι λέγοντας, Ἰδού σε τῶν παθῶν ἐρυσάμεθα, καὶ πάθοις οὐκέτι ὃ μέχρι τοῦ παρόντος ὑπέμεινες. [5] Ἀναστὰς οὖν τὴν ἐνεγκαμένην κατάλαβε, μηκέτι τοῦτο δειλιῶν τὸ ἀρρώστημα· ἐκεῖ δὲ γιγνόμενος, εἰς ἡμέτερον ὄνομα φύτευσον ἄμπελον, καὶ ταύτην ἡμεῖς σὺν σοὶ γεωργήσομεν, καὶ φυλακὴν ὁμοῦ τὴν ἁρμόττουσαν ἡμῖν προσοισόμεθα, καὶ κοινῶς αὐτῆς καὶ τὸν βότρυν δρεψόμεθα, καὶ πρὸς ληνὸν ἐρχόμενοι συμπατήσομεν.

Σὺ δὲ τὸν οἶνον μεθ’ ἡμῶν μεριζόμενος τὴν μὲν σὴν ἀπόμοιραν λάμβανε, καὶ ὡς ἂν ἐθέλοις ἀνάλισκε· τὸ μέρος δὲ τὸ ἡμέτερον κατ’ ἔτος ἐνθάδε κατάβαλε εἰς οἶκον τοῦτον τὸν ἡμέτερον, καὶ τοῦτο τοῖς ἐν αὐτῷ νοσοῦσιν ἀδελφοῖς καταμέριζε. [6] Καὶ ταῦτα μὲν εἶπον οἱ μάρτυρες, καὶ οὐ μόνον εἶπον, ἀλλὰ καὶ φήσαντες ἔπραξαν. Ἐν Θηβαΐδι γὰρ ἀνελθὼν ὁ Ἀντώνιος, θᾶττον ὡς ἐκελεύσθη φυτεύει τὴν ἄμπελον, καὶ τοὺς ἁγίους ἐν πᾶσιν οἷς εἰρήκασιν εὑρὼν ἀντιλήπτορας, συμφυτεύοντας, συντρυγῶντας, καὶ τοὺς βότρυας συνθλίβοντας, καὶ δὴ μέγιστον εὐλογοῦντας, καὶ σκέποντας, καὶ πάντα ἀρεστὰ ποιοῦντας καὶ εὔκολα. Κατ’ αὐτὸ δὴ τὸ ἔτος διώρυξεν, ἐφύτευσεν, ἐτρύγησεν, ἐπάτησεν, καὶ τὸ τῶν ἁγίων μέρος κατήγαγεν εἰς τὸ τούτων σεβάσμιον τέμενος, καὶ τοῖς ἐν αὐτῷ διαφόροις κρατουμένοις νοσήμασιν, καὶ τὴν αὐτῶν ἀρωγὴν προσδεχομένοις διένειμε. Τοῦτο δρῶν πολλοῖς διέμεινεν ἔτεσιν μέχρις ἔναγχος τὴν παροῦσαν ζωὴν ἀπολέλοιπεν. [7] Ἀντώνιος μὲν οὖν οὕτως ἀγνώστως ἐνόσησεν, καὶ νόσον ἄγνωστον ἔσχηκεν, καὶ ῥῶσιν ἄγνωστον ἔλαβεν.

Ἀφναῖτις δέ τις γυνή, κώμης τοῦτο τῶν κατ’ Αἴγυπτον ὄνομα, ὅθεν αὕτη γεγένητο (Ἀναστοῦν αὐτὴν ἐκάλουν οἱ γνώριμοι), πάθει παραπλησίῳ δουλεύουσα, οὔτε γὰρ τὴν νόσον ἐγίνωσκεν οὔτε τῆς νόσου τὴν πρόφασιν, καὶ μήτε πρὸς ἰατροῦ κερδᾶναι δυνηθεῖσα τὴν ἴασιν, ἢ τοῦ πάθους τὴν εἴδησιν· ἀλλ’ ἐν ἀμφοῖν ἀπορήσασα, πρὸς τοὺς μάρτυρας ἔρχεται, πάσαις αὐτοὺς ἀπορείαις ἰσχύοντας πόρον ἐνθεῖναι πιστεύουσα. [8] Ἔσχε δέ τινα διαφορὰν πρὸς Ἀντώνιον, οὐ μόνον τῆς φύσεως, τοῦτο γὰρ πρόδηλον, ἀλλὰ καὶ τοῦ λεχθέντος νοσήματος· δι’ ὃ καὶ κοινῶς αὐτοὺς ἀμφοτέρους τετάχαμεν, διὰ τὴν τῶν παθῶν ὁμοιότητα· καὶ ἰδίως ἑκάτερον φέρομεν, τὴν διαφορὰν τῆς νόσου μηνύοντες. Ἐκεῖνος μὲν οὖν τὰ ἔνδον ὑπενόει βιβρώσκεσθαι, αὕτη δὲ μολιβδίνου τινὸς βάρους ᾐσθάνετο· καὶ ὁ μὲν χρόνοις δύο θεραπεύεται, ἡ δὲ τρισὶ τὴν νόσον διέφυγεν· καὶ ὁ μὲν ἀφανῆ τὴν ῥῶσιν ἐδέξατο, ἡ δὲ φανερῶς τὸ τῶν ἀλγηδόνων κατήγαγεν αἴτιον. [9] Λίθος οὗτος ἐτύγχανεν ὠοῦ μεγάλου φέρων τὸ μέγεθος καὶ πάντας ἐκπλήττων ὁρώμενος, ὃν καὶ πρὸ τῆς τῶν ἁγίων θήκης ᾐώρησεν, ἐπ’ ἔτεσι πλείοσι φαίνεσθαι πρὸς μνήμην τοῦ θαύματος, καὶ τῶν δεδρακότων ἀνύμνησιν.

Ὅθεν καὶ ἡμεῖς τὴν περὶ αὐτῶν διήγησιν στήσαντες, τοὺς ἁγίους ὑμνήσωμεν, τῆς ἑκατέρων γνώσεως ἕνεκα, μᾶλλον δὲ ῥώσεως καὶ φροντίδος τῆς εἰς τοὺς πρόσφυγας, οὐ θεραπείας γὰρ μόνον τῶν νοσημάτων φροντίζουσιν, ἀλλὰ καὶ τροφῆς καὶ σκεπάσματος κήδονται, ἑτέρας δῶρον ἰάσεως τῷ λόγῳ κηρύξωμεν.

Περὶ Πιαμὼθ καὶ Γεωργίου τῶν νοσφισαμένων τὰ τοῖς ἁγίοις καρποφορηθέντα [1] Πιαμὼθ ὁ Αἰγύπτιος μαρτύρων μάστιγος πειραθεὶς καὶ δωρήματος, ἐκείνοις ὀφείλει συντάττεσθαι, οἷς ἐν τοῖς εἰς Ἀλεξανδρέας γραφεῖσι θαύμασι παρεθέμεθα, ὅτε περὶ τοῦ τῶν ἁγίων ἐμβριθοῦς τε καὶ στύφοντος τὴν γραφὴν ἐποιούμεθα. Ἀλλ’ ἐπειδὴ τοῦτον ἐκεῖσε τεθεῖναι τὸ γένος ἐκώλυσε, ἐπὶ καιροῦ παραγέγονε, δι’ αὐτοῦ τὴν μαρτυρικὴν ἰσχὺν ἐνδειξόμενος· καὶ ὡς οὐ μόνον Ἀλεξανδρέας τοὺς γείτονας εἰς αὐτοὺς παροινοῦντας ἀμύνασθαι δύνανται, τοῦτο γὰρ οἱ προλαβόντες παρέστησαν, ἀλλὰ καὶ τοὺς πόρρω διάγοντας, ὥσπερ καὶ τὰς ἰάσεις, οὐ μόνοις τοῖς πέλας, ἀλλὰ καὶ τοῖς πόρρω χαρίζονται. [2] Πιαμὼθ μὲν οὖν ἀθηροφάγος ἐτύγχανεν· δῆλον δὲ τὸ ἔθνος, ὡς χαλεπόν τε καὶ βάρβαρον, καὶ θηρῶν ἀγρίων οὐδὲν διενήνοχε, καὶ τὴν κλῆσιν δὲ φερώνυμον λέγουσιν· ἀεὶ γὰρ οὗτοι τὴν ἀθήραν ἐσθίουσιν.

Ἀθῆραν δὲ προσαγορεύουσιν τὸν ἄρτον τὸν ἐν χύτραις μετὰ πέψιν ἑψόμενον. Ὁ δὲ Γεώργιος ἐκ κώμης ὥρμητο τῆς κατὰ Σαῖν τὴν πόλιν Μετήλεως.

Τούτοις ἐκ διαφόρων ἐρχομένοις τόπων προσκυνῆσαι τοὺς μάρτυρας, γύναια δύο διάφορα, καὶ τόπων διαφόρων ὁρμώμενα, προσφορὰς διαφόρους τοῖς ἁγίοις προσφέρειν παρέχουσιν· τῷ μὲν γὰρ Πιαμὼθ τριμήσσια δύο δέδωκεν· ὗν δὲ καὶ τῷ Γεωργίῳ παρέσχε τὸ ἕτερον· ἃ δι’ ἑαυτὸν μὲν ἔλεγον ἐνέγκαι συντάξασθαι, μὴ δυνάμεναι δὲ ταῦτα δι’ ἑαυτῶν προσενέγκασθαι, ἀνάγκῃ τινὸς τὴν πορείαν κωλύοντος, διακόνοις τούτοις ἐκέχρηντο, ἵνα ταῦτα, φασίν, ἀπιόντες τοῖς ἁγίοις ὑπὲρ ἡμῶν προσκομίσητε· χρέος γὰρ ταῦτα καὶ οὐ δῶρον τυγχάνουσιν. [3] Οἱ δὲ τὰς αἰτήσεις τῶν γυναίων δεξάμενοι, σὺν αὐταῖς καὶ τὰ διδόμενα δέχονται, οὐ φιλαδελφίας ἕνεκα καὶ τιμῆς τῆς πρὸς τοὺς μάρτυρας—ὑπῆρχον γὰρ ἂν καὶ μακάριοι μαρτυρικοῦ σεβάσματος καὶ φιλαλληλίας χάριν τοῦτο ποιούμενοι—ἀλλ’ ὅτι κλέπται ἦσαν· τοῦτο γὰρ καὶ περὶ τούτων εἰπεῖν κατὰ τὸν θεῖον Ἰωάννην ἐστὶν ἁρμόδιον· καὶ τὸ δοθὲν οἰκεῖον προσεδόκων λημμάτιον· ὃ καὶ πεπράχασιν, ἀγνοεῖν τοῦτο τοὺς ἁγίους οἰόμενοι. [4] Ἀλλ’ ὄντως οἱ δείλαιοι ἀμφότεροι κακῶς πραγματεύονται· εὐτελέσι γὰρ λήμμασι καὶ σμικροτάτοις πάνυ τιμήμασιν, βασάνους μεγάλας κομίζονται, καὶ τιμωρίας οὐ μετρίας ὑφίστανται· ἵν’ Αἰγυπτίων πάντων παιδευταὶ γένοιντο καὶ διδάσκαλοι, ἁγίους σέβειν ὡς ὤφελον, καὶ τῆς αὐτῶν μὴ καταπτύειν δυνάμεως.

Λαβόντες γὰρ τῶν γυναίων τὰ τάγματα καὶ πρὸς προσευχὴν ἀφικόμενοι, ταῦτα καθ’ ὁδὸν δαπανήσαντες, πάλιν ἀπέρχονται, Κύρῳ μηδὲν καὶ Ἰωάννῃ τοῖς μάρτυσι, ὧν ἐκομίσαντο, προσκομίσαντες. [5] Καὶ τούτων γιγνωμένων ἐμακροθύμουν οἱ ἅγιοι, τὴν μετάγνωσιν αὐτῶν ἀναμένοντες, καὶ τὸν Δεσπότην Χριστὸν καὶ ἐν τούτῳ φιλανθρωπίᾳ μιμούμενοι. Ἀλλ’ ὡς εἶδον καταλαβόντας τὰ ἴδια, καὶ πρὸς μὲν ἑαυτοὺς ἀναστρέψαντας, οὐκ ἀναστρέψαντας δὲ πρὸς μετάνοιαν, ἀξίως ἀμφοτέρους αἰκίζονται· τοῦ μὲν Πιαμὼθ πόδας καὶ χεῖρας συνδήσαντες, καὶ πᾶν αὐτοῦ τὸ σῶμα ταῖς τῆς παρέσεως ὀδύναις μαστίξαντες· Γεωργίου δέ, τοῦτον συγκαταβρώξαντος πονηροτάτῳ δαίμονι τὴν εἰσβολὴν συγχωρήσαντες.

Γνόντες δὲ θᾶττον οἱ τάλανες τοὺς κακώσαντας, καὶ διαρρήδην πᾶσιν ὁμολογήσαντες τοῖς οἰκείοις τὰ πταίσματα, αἰτήσαντες δὲ καὶ τὰ γύναια τὰ τὰς προσφορὰς αὐτοῖς παρασχόμενα, κατάραις αὐτοῖς μὴ καθάπτεσθαι, πρὸς τοὺς ἁγίους ὡς οὐκ ἤλπισαν ἔρχονται, καὶ συγγνώμης τυχεῖν ἐλιτάνευον ὧν εἰς αὐτοὺς ἡμαρτήκασιν, σωφρονεῖν τοῦ λοιποῦ συνταττόμενοι. [6] Οἱ δὲ μάρτυρες τὸν Πιαμὼθ ἐπὶ μῆνας ἓξ αἰκισάμενοι τῶν βασάνων ἀφιᾶσιν· καὶ τὸν τρόπον δὲ λέξομεν τῆς ἀφέσεως· ἔστιν γὰρ διηγήσεως ἄξιος· ἐκάθευδε Πιαμὼθ ἐπὶ στρώματα, καὶ βλέπειν ἐδόκει τοῦς ἁγίους ὁράματι ταῦτα προσελθόντας καὶ λέγοντας· Θέλεις τυχεῖν τῆς ἰάσεως καὶ φυγεῖν τῆς νόσου τὴν βάσανον; Ὁ δέ, Καὶ μάλα, πρὸς αὐτοὺς ἀπεκρίνατο.

Εἰ βούλῃ φασὶν ταύτην ἐκδῦναι τὴν μάστιγα, τὰ δύο τριμήσσια κόμιζε, ἅπερ λαβὼν οὐκ ἐκόμισας, καὶ κομίζου θᾶττον τὴν ἴασιν. Ὁ δὲ στραφεὶς (οὐδὲ γὰρ ἦν αὐτὰ παρασχόμενος, οὐδὲ κομίσας ἐρχόμενος), τοῖς γνωρίμοις τὸν ὄνειρον ἤγγειλεν· οἱ δὲ τοῦτο τὸ λεχθὲν ἀργύριον ἐν χρήσει διδόασιν, ὅπερ λαβὼν ὁ νοσῶν καὶ προσενέγκας τοῖς μάρτυσιν, τῶν πληγῶν ἀπολύεται, παιδευθεὶς αὐτῶν τὴν ἐξαίσιον δύναμιν, καὶ τοιαῦτα μηκέτι τολμᾶν ἐπομνύμενος. [7] Γεώργιον δὲ τοῦ πονηροῦ δαίμονος οὔπω λυτροῦσθαι κεκρίκασιν ἄξιον, ἀλλ’ ἐπεὶ παρ’ αὐτοῖς δι’ αὐτοῦ παιδευόμενον ἔχουσιν, καὶ κοσμεῖν αὐτῶν τὸν νεὼν δὶς τῆς ἡμέρας ἐθέσπισαν, ὅπως ἂν κάτω βλέπων συχνότερον, καὶ τὸν ὓν ὃν εἰλήφει μιμούμενος, μνημονεύοι τοῦ πταίσματος, καὶ μεταγινώσκοι τοῦτο κακίστως πραξάμενος. Ἡμεῖς δὲ καὶ διὰ τούτων τῶν ἁγίων ἐγνωκότες τὴν δύναμιν, ἔργοις αὐτοὺς ἀγαθοῖς εὐμενεῖς ποιησώμεθα· καὶ διὰ ταῦτα πάλιν αὐτοὺς ἀνυμνήσαντες, εὐεργεσιῶν αὐτῶν μᾶλλον ἑτέρων καὶ οὐκ ἀπειλῶν τοῦ λοιποῦ μνημονεύσωμεν.

Περὶ Νώννου τοῦ τὸν πόδα ἡμίξηρον ἔχοντος [1] Ἐπειδὴ τὸ πρὸ τούτου τεράστιον οὐ μετρίως ἡμᾶς τὴν τῶν ἁγίων ἰσχὺν ἐξεπαίδευσεν, ἔδειξεν γὰρ ὅσον ἐμβριθεῖς εἰσι καὶ φιλάνθρωποι, καὶ ὡς παιδεύουσι κατὰ λόγον τοὺς πταίοντας, καὶ πάλιν ἰῶνται τοὺς εἰς μετάνοιαν βλέποντας, ἐν ᾧπερ οὐκ ἔπρεπε τῶν εἰς Αἰγυπτίους καὶ Λίβυας πραχθέντων τεράτων τοῖς μάρτυσι, πέρας λαβεῖν τὴν διήγησιν, ἐξ εὐεργεσίας μὲν ἀρξαμένην καὶ συμπαθείας τῆς πρὸς τοὺς πάσχοντας, εἰς ἄμυναν δὲ καὶ πταισμάτων ὑπεξέλευσιν λήξασαν· ἀλλ’ ὥσπερ ἐκ φιλανθρωπίας καὶ χάριτος ἤρξατο, οὕτω πρὸς τέλος καταπαῦσαι φιλάνθρωπον, κατὰ τὴν τοῦ κύκλου γραμμὴν ἐναρμόνιον, ἀπὸ τοῦ αὐτοῦ λαβοῦσα τὴν ἀρχὴν τῆς κινήσεως, ἐπὶ τὸ αὐτὸ πάλιν ἐλθοῦσα λαβεῖν τὴν κατάπαυσιν. [2] Οὐκοῦν ἀρχὴν καὶ τέλος ἐχέτω φιλάνθρωπον· οὕτω γὰρ καὶ τὰ μέσα πέρασι τοιούτοις κρατούμενα, φιλάνθρωπα πάντως κριθήσεται καὶ διὰ σαρκικὸν ἡμῖν φρόνημα τὰ μὴ τοιαῦτα τυγχάνειν νομίζηται.

Ἐκεῖνο τοίνυν ὡς δοκοῦν λυπηρὸν παρελεύσαντες, ἐν τούτῳ τὴν εἰς Αἰγυπτίους καὶ Λίβυας γραφὴν συμπεράσωμεν· καὶ οὕτως σὺν Θεῷ καὶ τοῖς μάρτυσι τῶν ἐπὶ ξένοις γεγονότων θαυμάτων ἀρξώμεθα· εἶναι δὲ καὶ τοῦτο καλὸν ὑπειλήφαμεν, ἵν’ ἀπ’ Αἰγυπτίων ἀρξάμενοι, εἰς Λίβυας καταλήξωμεν καὶ ἐν αὐτοῖς καταπαύσωμεν· ὡς ἂν οἱ μὲν τὴν ἀρχήν, οἱ δὲ τὸ τέλος τῆς διηγήσεως κληρωσάμενοι, πρὸς ἀλλήλους οὐδὲν διαμάχωνται, ὡς Λιβύων μᾶλλον καὶ οὐκ Αἰγυπτίων, ἢ ὡς Αἰγυπτίων καὶ οὐ Λιβύων ὄντος τοῦ γράμματος, ἀλλὰ κοινὸν αὐτὸ λογισάμενοι ὡς πρέπει κοινῷ πρὸς ἑαυτοὺς εἰρηνεύοιεν. [3] Παρίτω γοῦν ἡμῖν εἰς μέσον ὁ Νῶννος πληρῶν ἐφ’ ἑαυτῷ τὴν διήγησιν, καὶ πέρας ἐπιτιθεὶς τοῖς γραφεῖσιν εἰς Αἰγυπτίους καὶ Λίβυας θαύμασιν, ὃς καὶ Λίβυ<ς> καὶ Νικίου τῆς ἐκεῖσε πόλεως ὥρμητο, καὶ τῶν ἐν πλούτῳ γνωριζομένων ἐτύγχανεν, καὶ γένει διέπρεπεν ἐπισήμῳ κατὰ χώραν ὑπάρξαντι. Νῶννος οὖν οὗτος ὁ ἐν πολλοῖς λαχὼν τὸ ἐξαίρετον, καὶ πάθει δεινῷ διέλαμπε σώματος. Τοῦτο δ’ ἦν αὐτοῦ τὸ ἀρρώστημα, τοῦ δεξιοῦ ποδὸς ἡ ἀσθένεια· τοῦτον γὰρ ἔσχεν ἡμίξηρον, ξύλου ξηροῦ μηδὲν διαφέροντα, ἀλλὰ πάσης ποδῶν ἐνεργείας χηρεύοντα, καὶ σῶμα τὸ λοιπὸν μηδὲν εὐεργετῆσαι δυνάμενον, ἀλλὰ καὶ βλάψαι τὰ μέγιστα.

Οὐ μόνον γὰρ οὐκ ἐβάσταζεν ὃ βαστάζειν πρὸς τοῦ πεπλακότος κεκλήρωτο, ἀλλὰ μάτην ἐκ τούτου μόνον ἐκρέματο, αὐανθέντα κλάδον καὶ τοῦ δένδρου κρεμάμενον, ὡς ἐν εἰκόνι φρᾶσαι, μιμούμενος. [4] Τάχα δὲ καὶ τούτου χείρων ὑπῆρχε τῷ σώματι· ὁ κλάδος μὲν γὰρ τὸ δένδρον ἴσως οὐδὲν τὸ φέρον αὐτὸν ἐλυμήνατο, ἀλλ’ αὐτὸς μὲν οἷος ὑπῆρχε διέμενεν· τὸ δὲ δένδρον καὶ τεθηλὸς κατὰ τοὺς λοιποὺς αὐτοῦ κλάδους ἐφαίνετο καὶ τὸ στέλεχος, καὶ φύλλοις κατὰ καιρὸν ὡραΐζετο, καὶ καρποῖς εἰ τύχοι τοιοῦτον ἐβρίθετο, καὶ <χαίρειν> ἐπ’ αὐτῷ τὸν γεωργὸν παρεσκεύαζε, καὶ τῆς εὐλογίας αὐτοῦ κατὰ Παῦλον εἰπεῖν τὸν μακάριον μετελάμβανεν, οὐδὲν ἀπὸ τοῦ κλάδου τοῦ ξηρανθέντος βλαπτόμενον.

Ἐνταῦθα δὲ οὐ μόνον ὁ ποῦς τῆς οἰκείας ἐστέρητο ἐνεργείας, ἀλλὰ καὶ ὅλον τὸ σῶμα συναλγεῖν αὐτῷ κατηνάγκαζε· καὶ εἴθε ἦν ἀνενέργητος, καὶ μὴ παντὸς τοῦ σώματος τὴν ἀργείαν εἰργάζετο. [5] Εἶχε δὲ καὶ τούτου τι χαλεπώτερον· πάσχων γὰρ αὐτὸς καὶ ταῖς ὀδύναις κρατούμενος, συμπάσχειν αὐτῷ καὶ πᾶν μέλος ἐποίει τοῦ σώματος· ἀληθεύει γὰρ ὁ εἰπὼν πάντα τὰ μέλη τοῦ σώματος τῷ μέλει συμπάσχειν τῷ πάσχοντι· ὥσπερ καὶ δοξαζομένῳ ἑνὶ πεφύκασι συνδοξάζεσθαι.

Καὶ τοῦτο μὲν τοῦ Νώννου τὸ νόσημα, ὅπερ εὐθέως ἀρξάμενον, καὶ μὴ φανερὸν τοῖς πᾶσι γενόμενον ἰατρῶν ἔσχε πλῆθος ἀντίπαλον, καὶ τούτων μάλιστα τοὺς ἐν λόγοις ἐξέχοντας· οἳ πολλάκις λόγους μόνον τοῖς νοσοῦσιν χαρίζονται, τούτων οὐδὲν εἰς ἔργον προφέροντες. Ὅσῳ δὲ προέκοπτε, τοσοῦτον τοὺς μαχομένους ἔβλεπεν ἥττονας· καὶ ὅσον αὐτῷ τὴν αὔξησιν ἐπεδείκνυτο, τοσοῦτον αὐτοὶ κατὰ βραχὺν ἐσμικρύνοντο· ἕως ἐλθὼν πρὸς τὸ τέλειον, οἷον ἦν γενόμενον γνώριμον, ἐπ’ ἀδείας ἐτυράννει τὸν ἄνθρωπον, οὐδένα λοιπὸν ἔχον ἐν ἀνθρώποις ἀντίπαλον. [6] Τούτου δὲ τὴν νίκην κἀκείνων τὴν ἧτταν ὁ νοσῶν θεασάμενος, Κύρῳ καὶ Ἰωάννῃ τοῖς μάρτυσιν ὡς ἰατροῖς ἀηττήτοις προσέδραμεν, καὶ ὡς πάντα πράττειν ἰσχύουσιν ὅσα δρᾶν ἐθελήσωσιν· τοσαύτην γὰρ αὐτοῖς τὸ θεῖον παρέσχε τὴν δύναμιν ὡς πρὸς πᾶν ἀρκεῖν ἀρρώστημα δύνασθαι. Ὅθεν τὸν ἄνδρα τῆς εἰς αὐτοὺς ἀγασάμενοι πίστεως, ἐναργοῦς ἠξίωσαν γνώσεως, ἧς καὶ πρὸ πείρας τὴν πίστιν ἐκέκτητο.

Καὶ νυκτὸς εἰς αὐτὸν ἀφικόμενοι, ἐλαίῳ τὸ φέγγος ἀκοίμητον παρὰ τὴν αὐτῶν σορὸν ἀπαυγάζοντι, ἢ κηρωτῇ τῇ κατὰ πάσης ἐχούσῃ νόσου τὸ δύνασθαι ἀλείφειν τὸν πόδα κελεύουσιν· ὃ ποιῶν μετὰ τὴν μαρτυρικὴν ἐπιφάνειαν, ὑγιᾶ καὶ τοῦτον ὡς τὸν ἄλλον ἐκτήσατο· ὡς λήθην παντοίαν ποιήσασθαι τὸ δῶρον λαβὼν τῆς ἰάσεως τοῦ πρὸ ταύτης χαλεπωτάτου νοσήματος. [7] Λαμπρᾷ δὲ φωνῇ τοῖς ἁγίοις προσενέγκας τὴν αἴνεσιν, καὶ τὴν αὐτῶν ἀρωγὴν σύνοικον ἔχειν εὐξάμενος, χαίρων καὶ σκιρτῶν τοῦ τεμένους ἀπέρχεται. Ἡμεῖς δὲ τούτων τῶν εἰς Αἰγυπτίους καὶ Λίβυας διηγηθέντων θαυμάτων (πέντε δὲ ταῦτα πρὸς τοῖς δέκα τυγχάνουσιν) τέλος τευξάμενοι, τοὺς τούτων θεραπευτὰς εὐφημήσωμεν μάρτυρας καὶ τούτους ἡμῖν πρὸς συμμαχίαν καλέσαντες, ἐπὶ θείαν αὖθις ἀφήγησιν τῶν ἐπὶ λοιποῖς ἔθνεσι πραχθέντων θαυμάτων χωρήσωμεν.