Ὁ δὲ ἅγιος, μηδὲν ἔχειν δεινὸν ἐκεῖνον ἐφθέγξατο· καὶ τοῦτο φήσας ἀπέδραμεν· καὶ τῶν ἀγκαλῶν ἀφεθεὶς τοῦ κατέχοντος, πέρας ἐποιεῖτο τοῦτο τῆς ὄψεως. [22] Ὁ δὲ στραφεὶς μετὰ τὸ γεγραμμένον ἐνύπνιον χαρὰν εἶχεν ὁμοῦ καὶ λύπην ἀφόρητον· χαρὰν μὲν ὅτι τῆς τῶν ἁγίων ἐπισκέψεως ἔτυχε· λύπην δὲ ὅτι τὸν ἅγιον ἀπελθεῖν συνεχώρησεν, τὸν ἄλλον ὀφθαλμὸν μὴ σφραγίσαντα· καὶ οὕτω λυπούμενος, εὐθέως πάλιν ἀφύπνωσεν· καὶ Ἰωάννην εὐθέως τὸν Κύρου βλέπει συνόμιλον, εἰς Ἰωάννην τὸν ῥήτορα τὸν ἀξίως τῇ τῶν ἐπάρχων ἀξίᾳ τιμώμενον, περὶ τῆς τῶν ἁγίων ἀρωγῆς πυνθανόμενον· αὐτὸς δὲ τὴν ἐπίσκεψιν εἴρηκεν, καὶ ὡς ἄχθεται διὰ τὸν δεξιὸν ὀφθαλμόν, ἅτε μὴ σφραγῖδα τοῦ σωτηρίου σημείου δεξάμενον, μήτε τελείαν εἰληφότα τὴν ἴασιν. [23] Ὁ δὲ μάρτυς αὐτὸν ἱκανῶς ἐθεράπευσεν εἰπών, ὡς Οὐ πάθοι σού τι κακὸν ἔτι τὰ ὄμματα, οὔτε ὁ σφραγισθεὶς ὀφθαλμός, οὔτε ὁ μείνας ἀσφράγιστος, τοῦ ἁγίου τὸν ὀφθαλμὸν ὃν δέδοικας μὴ νοσεῖν φήσαντος· καὶ ταῦτα μεθ’ ὅρκων ὁ μάρτυς φθεγξάμενος, πρὸς μείζονα πληροφορίαν τοῦ πάσχοντος, τρίτον τῷ στόματι τὸν μὴ σφραγισθέντα ὀφθαλμόν, φησίν, κατεφίλησεν· καὶ τοῦτο δράσας, καὶ τελείαν τὴν ῥῶσιν καὶ τὴν χάριν χαρισάμενος αἰσίως, ἔλυσε τὸ ἐνύπνιον· ἐπείπερ οἱ τὸν τῶν ὅλων Θεὸν τῶν δόσεων ἀγαθῶν καὶ δωρημάτων τελείων δοτῆρα μιμούμενοι, ἀτελοῦς χαρᾶς καὶ δωρήματος αὐτοὶ διανομεῖς οὐκ ἐγίνοντο. [24] Οὕτως γοῦν ὁ Σωφρόνιος τὴν τῶν ἁγίων δωρεὰν κομισάμενος, καὶ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἀποθέμενος, πρὸς τὴν πάντων γραφὴν τῶν λεχθέντων ἐξώρμησεν, μνημονεύων ἀεὶ τῆς ἰάσεως καὶ τοῦ λόγου, οὗ πρὸ τῆς ῥώσεως ἐπηγγείλατο· ὅθεν εὐθὺς μετὰ τὴν ἴασιν τοῦτο ποιεῖται τὸ σύνταγμα, καὶ τὰς εὐχὰς ἀποδίδωσιν, πάσης ἐκτὸς ὑπερθέσεως, τὴν εἰς αὐτὸν σπουδὴν τῶν ἁγίων μιμούμενος· καὶ τῶν παρ’ αὐτῷ γραφέντων ἑαυτὸν ἔταξεν ἔσχατον, ὡς πάντων ἐλάττονα, καὶ μαρτυρικῆς θεραπείας ἀνάξιον, ἧς αἰτεῖται διὰ βίου τὴν μέθεξιν, ἐπ’ ἀμφοῖν βαίνειν ψυχῆς τε καὶ σώματος, καὶ πάσης λυτροῦσθαι δυσχερεστέρας συμβάσεως. [25] Ταῦτα ὑμῖν, ὦ Κῦρε καὶ Ἰωάννη μακάριοι, Σωφρόνιος γράψας ἀνέθηκεν· ταῦτα ὑμῖν, ὦ Χριστοῦ τοῦ Σωτῆρος θεράποντες, καὐτῷ σωτῆρες γενόμενοι, προσφέρειν ἐτόλμησεν, τὸ θαρρεῖν παρ’ ὑμῖν εἰληφώς, καὶ τῆς προσφορᾶς ἀρωγοὺς ὑμᾶς ποιησάμενος· ταῦτα ὑμῖν, ὦ θεσπέσιοι μάρτυρες, καρποφορῆσαι τεθάρρηκεν, οὐ τῶν εἰς αὐτὸν δωρεῶν ὑμᾶς ἀμειβόμενος, ἀλλ’ εὐφημίας ταῦτα γραφὴν ὁριζόμενος, τῆς μὲν ἑαυτοῦ εὐγνωμοσύνης τὸ θερμὸν ἀναγγέλλοντα, πάντῃ δὲ τῆς ὑμῶν μεγαλειότητος ἐλαττούμενα. [26] Ἀλλ’ ὑμεῖς αὐτὰ καὶ δέχοισθε προσηνῶς, καὶ φιλανθρώπῳ βλέποιτε βλέμματι, καὶ δαψιλῆ χάριν αὐτοῖς ἐπιχέοιτε, ἵνα μὴ δι’ αὐτῶν ὑμεῖς καθυβρίζησθε, εἰ τῆς θείας ὑμῶν ἐπιχρωματώσεως ὀρφανίζοιντο· αὐτὸν δὲ ὡς δοῦλον ἀχρεῖον, καὶ ὃ ποιεῖν ὤφειλε πεποιηκότα προσδέχοισθε, καὶ ὡς χρεώστην εὐγνώμονα δέξοισθε· καὶ συγγνώμης αὐτὸν ἐπὶ τούτοις ἀξιώσοιτε, τὸ τῆς αὐτοῦ διανοίας εὐτελὲς ἐπιστάμενοι, καὶ τῆς γλώττης τὸ βράδος γιγνώσκοντες, καὶ σκοποῦντες τοῦ λόγου τὸ μέτριον. [27] Καὶ ζῶντα μὲν ἀεὶ περιέποιτε, καὶ ἀεὶ θείᾳ δυνάμει φυλάττοιτε, ἀεὶ τῶν τοῦ βίου δεινῶν διασώζοιτε, ἀεὶ παντὸς πειρασμοῦ παρόντος ἢ μέλλοντος ῥύοισθε, ἐγρηγορότα, καθεύδοντα, ἐν γῇ, ἐν θαλάττῃ, ἐν πόλεσιν, ἐν ἐρημίαις τυγχάνοντα· τεθνεῶτα δὲ καὶ τὸν βίον τοῦτον καταλείψαντα, τῆς ζοφερᾶς αἰσχύνης λυτρώσοισθε, καὶ Θεῷ παραστήσοιτε, καὶ τῆς αὐτοῦ δόξης ἐπόπτην ποιήσοισθε, καὶ τῶν ἐπηγγελμένων τοῖς ταύτην ὁρῶσιν ἀγαθῶν κοινωνὸν ἀπεργάσοισθε· ὧν ἀεὶ πάντας ἡμᾶς ἐπιτυχεῖν ἀξιώσοιτε ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.