Οἱ δὲ τῆς ἱκετείας ἀκούσαντες, θᾶττον ἐπέστησαν· εἴργει γὰρ αὐτῶν τὴν ἀρωγὴν καὶ τὴν ἀνεξίκακον ἄφιξιν τόπος οὐδείς, οὐ χερσαῖος, οὐ λιμναῖος, οὐδὲ πάλιν θαλάττιος, οὐ πλησίον συγκείμενος, οὐ μακρὰν ἀφεστὼς διαστήμασιν, ἀλλ’ εἰς ὅπουπερ ἂν αὐτούς τις πρὸς συμμαχίαν καλέσειεν εὐθέως ἐφίστανται, καὶ βοηθοῦσιν αὐτῷ καὶ σώζουσιν καὶ φυλάττουσιν· καὶ κἂν ἐχθρῶν ᾖ νοητῶν ἡ ἐπέλευσις, συμπολεμοῦσιν αὐτῷ· καὶ τὸν πρὸς τούτοις αὐτοῦ νικήσαντες πόλεμον, ἐκείνους μὲν μετ’ αἰσχύνης διώκουσιν, νικηφόρον δὲ δεικνύουσι τὸν καλέσαντα. [5] Κἂν ἀνθρώπων ᾖ κακοπραγῶν ἡ ἐπήρεια, εὐμαρῶς αὐτὴν διαλύουσιν· κἂν θηρίων ᾖ κακοτρόπων ἡ ἔφοδος, τὴν σωτηρίαν βραβεύουσιν· κἂν παθῶν ᾖ δριμεῖα καὶ ἄστεκτος βάσανος, κατευνάζουσιν καὶ ὡς προσηνεῖς ἰατροὶ θεραπεύουσιν· ἢ ἂν ἐν ὕδασιν ᾖ λιμναίοις ἢ θαλαττίοις ὁ κίνδυνος, γαλήνην χαρίζονται καὶ λυτροῦνται τοὺς σέβοντας· ὡς καὶ τότε Χριστοδώρῳ φανέντες καλέσαντι, ὁ μὲν ἠρεμεῖν τοῖς ἀνέμοις ἐκέλευσεν, ὁ δὲ ἡσυχάζειν ἐπετίμα τοῖς ὕδασιν, κοινῶς δὲ τὴν εὐδίαν τοῦ ἀέρος ἁπλώσαντες, καὶ τοῦ ῥεύματος τὸ σκάφος ἐν γαλήνῃ πλεῖν κατιθύναντες, τὸν σοφὸν αὐτῶν λειτουργὸν διεσώσαντο, δείξαντες ἐναργῶς ὅσον ὠφελοῦσιν πρὸς συμμαχίαν καλούμενοι· καὶ τοῦτο διδάσκειν τοὺς οὐ γιγνώσκοντας πιστοὺς ὑποθέμενοι, ἵνα ἐν ἀνάγκαις αὐτοὺς καὶ κινδύνοις ἀρωγοὺς προσκαλούμενοι, <εὕροιεν> αὐτῶν τὴν ποθουμένην ἀντίληψιν, καὶ τῶν παρόντων δεινῶν τὴν βλαπτικωτάτην ὁρμὴν διαφύγοιεν. [6] Καὶ τοῦτον μὲν οὕτω τὸν ἀμείλικτον θάνατον ὁ Χριστόδωρος ἀπεσείσατο, σύνδρομον τῆς ἱκετείας εὑρὼν τὴν πανσθενῆ τῶν ἁγίων βοήθειαν· ἀπὸ δὲ τῆς τοῦ πλοῦ δυσκινήσεως τῆς τε τῶν ἀέρων ἀνυποίστου συγχύσεως, καὶ τῆς τῶν κυμάτων ἀγρίας προσκρούσεως, ἀνομαλήσας ἀκρότατα, καὶ δύσκρατος ἐκ τούτου γενόμενος, εἰς ἀρρωστίαν ἐνέπεσεν ἄστεκτον· δι’ ὅλου γὰρ ἐκβράσας τοῦ σώματος, τῆς ἐγκειμένης ὕλης συγκινηθείσης καὶ εἰσβλυσάσης τρόπον τινὰ ἐπὶ τὴν τοῦ σώματος ἐπιφάνειαν, χαλεπῶς ἐκινδύνευε, εἰ καὶ μὴ οὕτως ἐλεεινῶς ὡς τὸ πρότερον. [7] Τεθνάναι μὲν γὰρ πάντως ἅπαντες ἔχομεν, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς ταύτην τὴν ὁδὸν οὐχ ὁδεύσειεν.