Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Η ίαση και η επιστροφή του κόμητα Ιουλιανού στην Ορθοδοξία

Το εκτενές θαύμα της παραλυσίας του κόμητα Ιουλιανού εκ φαρμακείας, ο έλεγχος των μαρτύρων για τα δογματικά του σφάλματα και η θεραπεία του μετά τη μετάληψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 12

Περὶ Ἰουλιανοῦ τοῦ κόμητος ἐκ περιεργίας παρειθέντος τὰ μέλη ἅπαντα [1] Ἰουλιανὸς ὁ μᾶλλον νῦν ἢ πρώην θαυμάσιος, ὁ χρημάτων εὐπορίᾳ βριθόμενος, καὶ κτημάτων ἀρετῆς μὴ λειπόμενος, ὁ γένος ἄγων ἐπίσημον, καὶ πᾶσιν ὡς σεμνὸς γνωριζόμενος, διττὴν ἐσχηκὼς τὴν ἀσθένειαν, καὶ διττὴν ἐπὶ ταύτην κομισάμενος ἴασιν, εἰς διήγησιν πρόεισιν, ἔτι μὲν τῷ βίῳ περιλειπόμενος, καὶ πᾶσι τὰ κατ’ αὐτὸν διηγούμενος· θέλων δὲ ὅμως ἐμφέρεσθαι τῷδε ἡμῶν τῷ βραχυτάτῳ συντάγματι, καὶ ὥσπερ ἀεὶ περιὼν τὸ κατ’ αὐτὸν διαγγέλλειν θαῦμα τοῖς ἔπειτα· οὗ τὴν στοργὴν ἀγασάμενος, καὶ τὴν πρὸς τούτους τοὺς ἁγίους ἀποδεξάμενος πρόθεσιν, τὰ κατ’ αὐτὸν συγγράφειν ὁρμήσωμεν. [2] Ἤκμαζεν Ἰουλιανὸς ἐν νεότητι, καὶ πλοῦτον εἶχεν ταύτης συνήλικα, ὃς ἀκολασίας ἐστὶν πατὴρ καὶ πάσης ἀσελγείας διδάσκαλος. Καὶ ἡ μὲν τὰς ἡδονὰς ἔτικτεν καὶ προὐβάλλετο, ὁ δὲ ταύτας ἐτιθήνει τε καὶ ὑπέτρεφεν· καὶ πόλεμος ἦν τῇ ψυχῇ πρὸς πλοῦτον ὁμοῦ καὶ νεότητα σώματος.

Ἀλλὰ ταύτην κατὰ κράτος νικήσαντες εἷλον αἰχμάλωτον, καὶ δοῦλον ἦγον, καὶ τὰ αὐτοῖς δοκοῦντα ποιεῖν κατηνάγκαζον, μὴ τολμῶσαν ἀντειπεῖν πρὸς τὰ σκληρῶς αὐτῇ πρὸς αὐτῶν προστασσόμενα· ὥσπερ οὐδ’ ὁ παλαιὸς Ἰσραὴλ πάλαι θητεύων κατ’ Αἴγυπτον· καὶ ἦν ἰδεῖν ὥσπερ ἡνίοχον ἀσθενῆ καὶ ἀδύνατον γαυριῶσιν ἵπποις ὀχούμενον, καὶ τὰς τούτων ὁρμὰς ἐπισχεῖν οὐ δυνάμενον, ἀλλ’ ἀκουσίως ἀγόμενον καὶ βιαίως πρὸς αὐτῶν ἁρπαζόμενον, καὶ τέλος τὰς ἡνίας ἐάσαντα καὶ σὺν αὐτοῖς κρημνιζόμενον. [3] Οὕτως ἡ τοῦ νέου ψυχὴ πλούτῳ τυραννουμένη, τρυφῇ τε καὶ ἀκμῇ δεσποζομένη τοῦ σώματος, πρὸς αἰσχρὰς ἡδονὰς ἀπεφέρετο, καὶ πάθεσιν ἀτόποις δουλοπρεπῶς ὑπεκλίνετο. Ἐν τούτῳ δὲ γεγονὼς Ἰουλιανὸς καταστάσεως, πρὸ γάμου νομίμου γάμοις ἀνόμοις συνήπτετο· καὶ πρὸ τῶν ἰδίων ἀγκαλῶν, ἀγκάλαις ἀλλοτρίαις συνείχετο· καὶ πρὶν ἢ πηγὴν οἰκείαν προσκτήσηται, ἐξ ἀδεσπότου πηγῆς πίνειν ὕδωρ ὑδρεύετο· καὶ πρὸ πώλου χαρίτων, ῥεμβασμοῦ πώλῳ ὡμίλησεν· γυναίου γὰρ ἦλθεν εἰς ἔρωτα, καὶ τούτῳ δι’ ἡδονὴν συνεπλέκετο. [4] Τιμίῳ δὲ γάμῳ συναφθεὶς καὶ ἀμιάντῳ κοίτῃ εἰς ὕστερον, καὶ τοῦ παρανόμου γάμου τῆς βλάβης αἰσθόμενος, τῆς πρὸς ἐκεῖνο τὸ γύναιον κοινωνίας ἐπαύετο· ἡ δὲ τὸν χωρισμὸν μὴ βαστάσασα, καὶ ζῆλον ἐκ τούτου λαβοῦσα παμμίαρον, φαρμακείᾳ τὸν νέον ἠμύνατο, θάνατον αὐτῷ διὰ τὸν χωρισμὸν συσκευάσασα.

Καὶ τοῦ μὲν φόνου τοῦ παιδὸς ἀπετύγχανεν, ἐποίει δὲ νεκροῦ μηδὲν διαφέροντα, χεῖρας καὶ πόδας τῷ φαρμάκῳ συνδήσασα, καὶ πᾶν αὐτοῦ μέλος τοῦ σώματος καταργήσασα, Θεοῦ μᾶλλον τὸν νέον φυλάξαντος, τοῦ δι’ ἀγαθότητα μὴ νεότητος ἁμαρτιῶν μνημονεύοντος, καὶ παρορῶντος βροτῶν ἁμαρτήματα, καὶ ὀργὴν αὐθήμερον οὐκ ἐπάγοντος, ἀλλὰ μακροθυμοῦντος ἀεὶ καὶ ἡμῶν ἐπιστροφὴν καὶ μετάνοιαν ἀναμένοντος. [5] Ἐλεεινὸς οὖν ὑπῆρχεν βλεπόμενος· καὶ γονεῦσι μὲν προὔκειτο συμφορά, γυναικὶ δὲ νέᾳ καὶ γένει πένθος ἀντὶ χαρᾶς ἀπροσδόκητον· καὶ πᾶσι τοῖς ὁρῶσιν οἴκτιστον θέαμα. Ποσὶ μὲν γὰρ ἄλλων ἐφέρετο, καὶ χερσὶν ἑτέρων ἐκέχρητο, καὶ πάντα δι’ ἄλλων ἐνήργει καὶ ἔπραττεν ὅσα Θεὸς ἀνθρώποις δι’ ἑαυτῶν ποιεῖν ἐδωρήσατο· ἰατρῶν δὲ οὐδεὶς τοῦ πάθους αὐτὸν ἠδύνατο ῥύσασθαι, οὐ διαίταις, οὐκ ἀντιδότοις, οὐκ ἐπαλλήλοις ἀλείμμασιν, οὐ παντοδαποῖς βοηθήμασιν· ἀλλ’ ὅλων τούτων ὑπῆρχεν τὸ πάθος ἀνώτερον, ἀνθρωπείᾳ χειρὶ χεῖρα παρασχεῖν μὴ βουλόμενον. [6] Ὅπερ οἱ γονεῖς θεασάμενοι, ἐπὶ Θεὸν καὶ τοὺς μάρτυρας καταφεύγουσιν, χαίρειν μὲν ἰατροῖς προσφθεγξάμενοι, χαίρειν δὲ φράσαντες ἰατρικοῖς βοηθήμασιν, καὶ θείαν ἀρωγὴν ἀνθελόμενοι.

Οἱ δὲ θειότατοι μάρτυρες τὸν νέον οἰκτείραντες, τῶν μὲν ἀλγηδόνων αὐτῷ τὰς ἀκίδας ἀπήμβλυναν, χεῖρας δὲ κινεῖν καὶ πόδας ἐκτείνειν μερικῶς ἐχαρίσαντο· τελείαν γὰρ αὐτοῖς δόγματος αἰτία τις παρασχεῖν ἐνεπόδιζεν.

Ἰουλιανὸς γὰρ οὗτος ὁ νέος, Ἰουλιανοῦ τοῦ παλαιοῦ μαθητής ἐστιν Ἀπολιναρίου Ἁλικαρνασέως ὑπάρχοντος, καὶ ὁμόφρων αὐτοῦ καὶ ὁμόδοξος. [7] Ταῦτα φέρων κατὰ ψυχὴν Ἰουλιανὸς ὁ νέος τὰ δόγματα, οὐ δι’ αὐτὰ τοῖς ἁγίοις, ἀλλὰ διὰ τὸ τοῦ σώματος προσεπέλασεν νόσημα. Οἱ δὲ μακάριοι μάρτυρες πολλάκις αὐτῷ νύκτωρ ἐπιφερόμενοι, τοῦ τοιούτου δόγματος παρῄνουν ἀπέχεσθαι, καὶ τῆς καθολικῆς Ἐκκλησίας τὴν κοινωνίαν ἀσπάσασθαι. Πολλάκις δὲ καὶ τὸ ποτήριον ἐβάσταζον ἁγίου σώματος Δεσποτικοῦ πεπληρωμένον καὶ αἵματος, καὶ προσελθεῖν αὐτῷ προετρέποντο, αὐτοῖς τὸ δοκεῖν μεταλαμβάνοντες, καὶ συμμεταλαβεῖν αὐτοῖς τὸν Ἰουλιανὸν προσκαλούμενοι.

Ἔσθ’ ὅτε δὲ καὶ δογματικῶς αὐτῷ διελέγοντο διασαφοῦντες τὴν ἐν Ἐκκλησίᾳ κηρυττομένην ἀλήθειαν, καὶ οὕτως ἔχειν τὸ περὶ τῆς σωτηριώδους Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἑνώσεως ὤμνυον κήρυγμα. [8] Ἀλλ’ ὡς ταῦτα πάντα καὶ τούτων πλείονα διεπράξαντο, καὶ τὸν Ἰουλιανὸν οὐκ ἔπεισαν, πεισθῆναι μὴ θέλοντα, πάλιν αὐτῷ τῆς προτέρας ὀδύνης ἀνέμνησαν, καὶ τὰ κέντρα τῶν ἀλγηδόνων αὐτῷ μετὰ προσθήκης τάχα τινὸς ἐπανέστησαν, χεῖρας ὡς τὸ πρὶν καὶ πόδας συνδήσαντες, καὶ μειζόνως τὰς ἀλγηδόνας αὐξήσαντες· τάχα που τὸ τῆς μελῳδίας ἔργοις αὐτοὶ ἐνδεικνύμενοι, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας τῶν μὴ πρὸς Θεὸν ἐγγιζόντων διὰ πίστεως ἄγχοντες. [9] Ἐκεῖνος γὰρ ὁ γενναῖος νεανίας ὁ τοσαύτας μὲν παραινέσεις, τοσαύτας δὲ μαρτυρίας καὶ τηλικαύτας ὀπτασίας, καὶ πρό γε τούτων ἁπάντων τὸ ἐπ’ αὐτῷ γεγονὸς θαῦμα παραγραψάμενος, τὰς μικρὰς ἐκείνας οὐκ ἴσχυσεν παραγράψασθαι μάστιγας, ἀλλ’ ἔκραζεν, ἐβόα, ἐλιτάνευεν, ἐκάλει, ἠντιβόλει, ἱκετείας ἀνέπεμπεν τοὺς μάρτυρας ἀποκαλούμενος· καὶ ἦν οὐδεὶς ὁ λυτρούμενος ἢ ὁ ῥυόμενος ἢ τῶν δεινῶν ἐξαιρούμενος ἢ βοηθῆσαι δυνάμενος, ἐπεὶ τῶν ἁγίων ἦν ὀργὴ τὸ γινόμενον. [10] Ἀλλ’ ὅτε αὐτοῦ τὸ ἀτίθασσον τοιαύταις βασάνοις ἡμέρωσαν, καὶ πειθήνιον τὸν πρὶν ἀνήκοον ἀπειργάσαντο, τότε φαίνονται μειδιῶντες καὶ προσπαίζοντες, καὶ δι’ ἣν αἰτίαν οὕτω βοᾷ τε καὶ κράζει διεπυνθάνοντο.

Ὁ δὲ ὡς ἀγνοοῦσιν αὐτοῖς τὸ τοῦ πάθους διήγγειλεν, καὶ βοηθῆσαι προετρέπετο κινδυνεύοντι. Οἱ δὲ θεσπέσιοι μάρτυρες πάλιν αὐτὸν τῆς ὁραθείσης ἀνεμίμνησκον πίστεως, καὶ ὡς ταύτης χάριν αἱ ἀλγηδόνες αὐτῷ παρενοχλοῦσιν ἐσήμαινον, καὶ ὡς οὐκ ἄν ποτε τῶν δεινῶν αὐτὸν ἀπαλλάξειεν, εἰ μὴ πρῶτος αὐτὸς ἑαυτὸν τῆς ἐχούσης αἱρέσεως ἀπαλλάξειεν, καὶ τῆς ἀποστολικῆς Ἐκκλησίας τὴν κοινωνίαν ἀσπάσοιτο· ὅπερ Ἰουλιανὸς ἰδεῖν ἐπόθει, καὶ πυθέσθαι προσηύχετο. [11] Ὡς δὲ προϊέμενον αὐτοῖς τὸν νέον εἶδον οἱ μάρτυρες, καὶ ταῦτά οἱ πρὸς μείζονα πληροφορίαν ἀπήγγελλον. Χεῖρας γὰρ εἰς οὐρανὸν ἀνατείναντες μεγίστους ὅρκους καὶ φρικώδεις διώμνυντο, ὡς οὐ Γαϊανίτας, οὐ Θεοδοσιανούς, ἐν μέτρῳ πιστῶν ἢ εὐσεβῶν ἀριθμῷ ἔχει Χριστὸς ἢ λογίζεται· τούτων Ἰουλιανὸς ἐνωμότως πρὸς τῶν ἁγίων πυθόμενος, καὶ πληγαῖς καὶ ὅρκοις παιδευθεὶς τὴν ἀλήθειαν, ἀμφοτέρων αὐτῶν ἀπηλλάττετο, ὑγείαν ψυχῆς καὶ ῥῶσιν σώματος προσλαβὼν διὰ πίστεως. [12] Βλάψαι δ’ οἶμαι τὸ διήγημα, εἰ σιγήσω τὸ τῶν ἁγίων ἀνθηρὸν καὶ ἐπίχαρι, ὃ περὶ τὴν Ἰουλιανοῦ μετάληψιν ἐπεδείξαντο· ἔστιν δὲ τοῦτο·

Ἐπειδὴ μὲν γὰρ αὐτὸν τῆς προτέρας αἱρέσεως ἀφιστάμενον ἔβλεπον, τὴν ἀληθῆ δὲ τοῦ Σωτῆρος ὁμολογίαν ἀσπάσαντα, περὶ δὲ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων αἰδούμενον καὶ αἰσχύνην ἡγούμενον ἐφ’ οἷς ἔδει λαμπρύνεσθαι, θαύματός τι καὶ θυμηδίας ἄξιον διαπράττονται. Φανέντες γὰρ καθ’ ὕπνους αὐτῷ, ὥσπερ εἰώθασιν, Ἰδού, φασίν, ἐγγύς ἐστιν τὸ τοῦ Σωτῆρος γενέθλιον, ὅτε τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς Υἱὸς σαρκωθεὶς ἐνηνθρώπησεν.

Ταύτην Ἀλεξανδρεῖς τὴν ἱερὰν καὶ σεβασμίαν πανήγυριν, οἱ τῆς καθολικῆς Ἐκκλησίας υἱοί τε καὶ τρόφιμοι ἐν τῇ ἐπωνύμῳ Θεωνᾷ τῆς ἁγίας Παρθένου Μαρίας καὶ Θεομήτορος ἄγουσιν. [13] Εἰς ταύτην οὖν καὶ αὐτὸς ἀφικνούμενος, καὶ εἷς τῶν τὴν γενέθλιον ἑορτὴν εὐσεβῶς γεραιρόντων γενόμενος, κἀν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ συναριθμούμενος, τῇ ψαλμῳδίᾳ κοινώνησον, καὶ τῶν ἀποστολικῶν ἀναγνωσμάτων ἀκρόασαι, καὶ τῆς τῶν ἱερῶν Εὐαγγελίων ἄκουσον σάλπιγγος· μέχρι γὰρ τῆς τούτων ἀκροάσεως παραμένουσιν· καὶ μετὰ τὴν τῶν εὐαγγελικῶν ἀκουσμάτων ἀπόλυσιν, κατὰ τὴν παλαιάν σου συνήθειαν ἔξιθι, τὸ ἀνύποπτον σαυτῷ προμηθούμενος· καὶ τοῦ τεμένους ἐξιών, ἐν τῷ δρόμῳ παράμεινον· τόπος οὗτος ἐπίσημος τῆς Ἀλεξανδρέων καθέστηκεν πόλεως, ἐκ λεωφόρου σχήματος κείμενος, ἐμβόλοις μὲν δυσὶν μεσούμενος, καὶ κίοσι καὶ μαρμάροις κοσμούμενος, λεῷ τε στενοχωρούμενος πλείονι, καὶ τοῖς ἐν ἀγοραῖς παντοδαποῖς πρατηρίοις βριθόμενος. [14] Ἐν τούτῳ, φασίν, τοὺς περιπάτους ποιούμενος, ἐπιτήρει τῆς συνάξεως τὴν ἀπόλυσιν· καὶ ὅτε πάντας ἴδῃς ἀναχωρήσαντας οἴκαδε, τότε καθ’ ἡσυχίαν μηδενὸς λοιπὸν κατοπτεύοντος, εἰς τὸ τέμενος εἰσελθών, τῶν σεπτῶν μυστηρίων μετάλαβε, καὶ οὕτω εἰς οἶκον ἐλάσας ἡσύχαζε τὸν ἡμέτερον.

Οὗ γεγονότος, καὶ τὸν τῆς ἐπιγνωσθείσης αἱρέσεως ἅμα τῷ λεχθῆναι μῶμον ἐκφύγειας, καὶ τὴν τῆς αἰσχύνης ὑπόνοιαν παύσεις τῆς δὲ σωτηρίας ἀκατάληκτον ἕξεις τὸν ἔπαινον· καὶ ταῦτα μὲν οἱ ἅγιοι συνεβούλευον. [15] Ἰουλιανὸς δὲ τὴν συμβουλίαν ὡς ἐξ ἁγίων δεξάμενος, καὶ τῷ οἰκείῳ σκοπῷ <γν>οὺς ἀκόλουθον <εἰς τέλος> ἐντολαῖς ἄγειν συνέθετο. Ὃ δὲ οὐκ ἦν ὡς ἐνόμιζεν, οὐδὲ ὡς ἐπόθει τε καὶ ἐγλίχετο, εἰ καὶ ταῦτα ἔχειν ἐνόμιζεν τὴν παραίνεσιν· ἀλλ’ ὡς τοῖς ἁγίοις ἐδόκει τε καὶ τεθέσπιστο, καὶ τὸ τοῦ Σωτῆρος διηγόρευσε λόγιον. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. [16] Ὃ γὰρ οἱ μάρτυρες ἐπὶ τῶν δωμάτων κηρύττειν ἐβούλοντο, τοῦτο ἐκεῖνος ἐν ἀφανεῖ κρύπτειν ἐβούλετο.

Ἐπιστάσης οὖν τῆς τῶν Γενεθλίων ἱερᾶς πανηγύρεως, τῆς τῶν ἁγίων Ἰουλιανὸς μνημονεύσας κελεύσεως, ἐπὶ τὸ Θεωνᾶ καλούμενον, φησίν, τέμενος ἔρχεται· καὶ ἀκροατὴς γενόμενος τῶν εὐαγγελικῶν ἅμα τε καὶ ἀποστολικῶν ἀναγνώσεων, ἐπὶ τὸν δρόμον μετὰ τὴν τούτων ἐξῆλθεν ἀνάγνωσιν· κἀκεῖσε μείνας τὸν καιρὸν τῆς συνάξεως, μετὰ τὴν ταύτης ἀπόλυσιν καὶ τῶν πιστῶν ἀναχώρησιν, πάλιν τῷ νεῷ προσπελάσας ἐκέκρυπτο· καὶ <κρυφίως> ὡς ἐδόκει τὴν τῶν μυστηρίων ἐποιεῖτο μετάληψιν. [17] Ἀλλὰ ἐν ὅσῳ κάτω νεύων καὶ κεκυφώς, ὡς προσῆκον ἦν, τοῦ Δεσποτικοῦ μετέλαβεν σώματος, κληρικοὶ τῆς τῶν Γαϊανιτῶν λεγομένης αἱρέσεως ἑκατὸν περί που τάχα τὸν ἀριθμόν, εἰς τὸν νεὼν εἰσῆλθον τοῦ εὔξασθαι ἐκ συνηθείας τοῦτό τινες μετὰ τὴν ἀπόλυσιν ποιούμενοι, τοῦ τόπου τὸ σέβας φυλάττοντες, καὶ τῇ Θεοτόκῳ τὴν συνήθη προσκύνησιν νέμοντες· οἳ τὸν Ἰουλιανὸν μεταλαμβάνοντα θεασάμενοι, τῇ μεταβολῇ τοῦ ἀνδρὸς ἐξεπλάγησαν, καὶ ἀλλήλοις ἐνένευον, τοῖς οὐκ ἑωρακόσιν αὐτὸν ἐνδεικνύμενοι. [18] Ὁ δὲ ἀνανεύσας ὡς τὴν ζωοποιὸν τροφὴν ἐν σπλάγχνοις κατέθετο κἀκείνους εὐθὺς θεασάμενος, ἐπλήσθη τοῦ τῆς αἰδοῦς ἐρυθήματος, κἀκ τῶν ἁγίων αὐτῷ γεγονέναι τὸν θρίαμβον ἔγνωκεν· καὶ πάντα αὐτοῖς διερωτῶσιν ἀπήγγειλεν, ὅσα τε κατήχοντες αὐτὸν οἱ μάρτυρες διεπράξαντο· καὶ ὡς ἐρυθριῶντα αὐτὸν περὶ τὴν μετάληψιν ἐθριάμβευσαν· καὶ τούτῳ μὲν αὐτῷ τῷ τρόπῳ πρὸς τὴν καθολικὴν Ἐκκλησίαν συνάφεια γέγονεν, θαύματος καὶ ἐκπλήξεως καὶ τῆς τῶν ἁγίων ἡμερότητος πεπληρωμένη καὶ χάριτος· ἡ δὲ ῥῶσις τοῦ σώματος τῇ τῆς ψυχῆς μεταθέσει συνέτρεχεν.