Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Θαύματα θεραπείας λοιμικών νόσων, ελκών και δαιμονισμού

Σειρά θαυμάτων που αφορούν τη λέπρα του Ηλία, τον δαιμονισμό του Θεοπέμπτου και άλλες ανίατες σωματικές ασθένειες διαφόρων πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 12

Ἡμεῖς δὲ τὴν περὶ αὐτοῦ διήγησιν ἐκπληρώσαντες, καὶ τοὺς ἁγίους ὑμνήσαντες, ἐφ’ ἑτέραν αὐτῶν θαυματουργίαν μετέλθωμεν, καὶ ταύτης ποιησώμεθα τὴν διήγησιν.

Περὶ Ἠλίου τοῦ λεπροῦ [1] Τὸ εἰς Ἠλίαν δὲ τὸν λεπρὸν πραχθὲν τοῖς ἁγίοις τεράστιον, τίς ἀκούσας οὐ θαυμάσει τοὺς δράσαντας, καὶ πλεῖστα δύνασθαι μαρτυρήσει τῷ θαύματι;

Λεπρὸς ὁ Ἠλίας ἐτύγχανεν, καὶ χρόνον πολὺν ἔσχε τοῦτο τὸ σύμπτωμα, οὐχ ἑνὶ μέλει λεπρὸς γνωριζόμενος, ἀλλ’ ἐν ὅλῳ τῷ σώματι τῆς ἀσθενείας φέρων τὰ στίγματα, οὐχ ἅπερ ἔχων ὁ Παῦλος ἐπ’ αὐτοῖς ἐσεμνύνετο· ἀρεταὶ γὰρ ἐκεῖναι καὶ πράξεις οὐράνιοι, ἐν Παύλῳ τὸν Χριστὸν εἰκονίζουσαι, καὶ ἀκτῖνες οἷόν τινες τοῦ τῆς δικαιοσύνης Ἡλίου τυγχάνουσαι, καὶ τέκνα φωτὸς καὶ υἱοὺς ἡμέρας ποιοῦσαι τοὺς ἔχοντας· ἀλλ’ ἐκεῖνα ἃ κατὰ νόμον Μωσαϊκὸν βδελυρά τε ἦν καὶ ἀκάθαρτα, καὶ τὸν γεννώμενον ἄνθρωπον ἔξω παρεμβολῆς καὶ ἀκάθαρτα, καὶ τὸν γεννώμενον ἄνθρωπον ἔξω παρεμβολῆς καὶ πόλεως ἤλαυνεν, ὡς βδελυρὸν καὶ ἀκάθαρτον τῶν λοιπῶν ὁμοφύλων ἀπείργοντα. [2] Ταῦτα φέρων Ἠλίας τὰ στίγματα, τῆς ἁμαρτίας ὑπάρχοντα σύμβολα, ἅπερ ὁ Λόγος Θεὸς ὢν καὶ ἄνθρωπος ἐν ἀνθρώποις γενόμενος, καὶ κατὰ πνεῦμα καὶ κατὰ γράμμα τῶν ἀνθρώπων ἀπήλασεν, καὶ τὸν τότε θεραπευθέντα κατὰ τὸ γράμμα, λεπρὸν κατὰ τὸν νόμον Μωϋσέως προσενέγκαι τὸ δῶρον ἐθέσπισεν· καὶ μηδὲν πρὸς μηδενὸς ὠφελούμενος (ἄπρακτοι γὰρ κἀνταῦθα πεφύκασιν Ἱπποκράτης τε καὶ Γαληνὸς καὶ Δημόκριτος ὁ ἀδελφὸς ὁ νόθος τῆς φύσεως, καὶ σὺν αὐτοῖς οἱ τοῖς λόγοις αὐτῶν βρενθυνόμενοι, καὶ τὰς τούτων ἡμῖν προσηγορίας ἀντὶ μεγάλων φαρμάκων προσφέροντες), πρὸς Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἔρχεται, τοῦ πάθους ἴασιν θέλων πορίσασθαι, καὶ πιστεύων ὡς πάντως πορίσεται. [3] Οὐκ ὀλίγου δὲ παρεκταθέντος χρονικοῦ διαστήματος, μηδὲν ὀνήσας ἠθύμησεν, τῶν ἁγίων οἰκονομίαις τισὶν ταμιευομένων τὴν ἴασιν· καὶ τοῦτο παθὼν ἐκ διαβολικοῦ δηλονότι φρονήματος, τοῦ καὶ αὐτὸν κωλῦσαι τῆς θεραπείας θελήσαντος, καὶ τὴν τῶν ἁγίων ἐκκόψαι συμπάθειαν, μένειν ἔτι κατὰ τὸ τέμενος οὐκ ἠδύνατο.

Βαρὺ γὰρ τῆς ἀκηδίας τὸ πάθος, καὶ πάνυ ψυχαῖς φιλοθέοις πολέμιον, καὶ μεγάλα ταύτας ἀδικῆσαι δυνάμενον, εἰ μὴ θᾶττον αὐτὸ ὡς δαιμονίου φάσμα μεσημβρινοῦ νεανικῶς ἀποσβέσωσιν· ὅπερ ὁ λεπρὸς ποιεῖν ὑπερθέμενος, καὶ μὴ ἰσχύσας ἔτι φέρειν αὐτοῦ τὴν ἐκπύρωσιν, ἀπάρας ᾤχετο, καταλιπὼν τὸ τέμενος, καὶ τὰ τῶν μαρτύρων θεῖα χαρίσματα, καὶ ὅσον ἐπ’ αὐτῷ τῆς οἰκείας ἀσθενείας τὴν ἴασιν. [4] Ἀλλ’ οἱ ἅγιοι κατὰ τὸν καιρὸν αὐτῷ φθονηθέντα τῆς ῥώσεως θεασάμενοι, οἰκτείραντες ἐπηλέησαν, φροντίσαντες οὐδὲν τῆς εἰς αὐτοὺς ἀλογίας καὶ ὕβρεως. Ἀναχωροῦντι δὲ κατὰ τὸ Μητρᾶ τοῦ ἁγίου μαρτύριον μεσούσης ἡμέρας ἐν μοναχῶν ὑπαντήσαντες σχήματι, καὶ ἄγνοιαν συμπαθῆ προσποιησάμενοι, πόθεν ἔρχοιτο καὶ ποῦ πορεύοιτο προσηρώτησαν.

Ὁ δὲ ὡς ἀληθῶς ἀγνοοῦσιν ἐπαγγελίαν ποιούμενος, καὶ τοὺς ἁγίους ὠνόμασεν καὶ <τέμενος> ἔφρασεν. Ἀλλ’ οἱ μάρτυρες καὶ τὴν αἰτίαν λέγειν δι’ ἣν ἐκεῖ παρεγένετο διεκέλευον· ὁ δέ, Τὴν αἰτίαν, ἔφησεν, βλέπετε· προφανὴς γὰρ αὕτη καὶ οὐ χρῄζει τινὸς τοῦ μηνύοντος. [5] Οἱ δὲ θεσπέσιοι πάλιν ἐπύθοντο, καὶ τίνος, λέγοντες, ἕνεκα πρὸ τῆς τοῦ πάθους ἀπαλλαγῆς ἀνεχώρησας; παραμονῆς τὸν χρόνον ἐσήμανεν, καὶ οὐδὲν ὠφελεῖτο παραμείνας ἐμήνυεν, μάρτυρας τὰς εἰδεχθεῖς ἐκείνας λευκάδας ποιούμενος· οὐ τοὺς ἁγίους ἐν τούτῳ μεμφόμενος ὡς μὴ δυνηθέντας ἢ μὴ θελήσαντας, ἀλλ’ ἑαυτὸν ἀνάξιον σὺν εὐλαβείᾳ καὶ δάκρυσιν εἰπὼν τοῦ δωρήματος· οἱ δὲ συμπαθέστατοι μάρτυρες ἔτι μᾶλλον αὐτὸν ἐλεήσαντες· Πείθου καὶ νῦν ἡμῖν καὶ δρομέως ὑπόστρεφε, λέγουσιν, καὶ ὄψει Θεοῦ τὰ θαυμάσια, καὶ τὴν ἐπὶ σοὶ τῶν ἁγίων ἐπίσκεψιν. [6] Πρὸς τὸ αὐτῶν οὖν ἀφικόμενος τέμενος, καμήλους εὑρήσεις ἐπὶ τὴν πηγὴν παριούσας ὡς τέτταρας, καὶ τῆς τετάρτης ἐπιμελῶς τὴν κόπρον δεξάμενος τῷ τῆς πηγῆς ἀνάλυσον ὕδατι, καὶ τούτῳ τῷ χρίσματι ἅπαν σου τὸ σῶμα κατάχρισον, μηδὲν ὅλως παρερχόμενος ἄχριστον, ἵνα μὴ τὸ τούτου μὴ χριόμενον μείνῃ πάλιν κατάστικτον καὶ ταύτῃ τῇ νόσῳ διηνεκῶς κατεχόμενον.

Καὶ ταῦτα κατὰ πρόσωπον λέξαντες, ἀφανεῖς ἀθρόως ἐγένοντο. [7] Ὁ δὲ θείαν εἶναι τὴν ὄψιν εὐθὺς λογισάμενος, καὶ ὡς αὐτοί εἰσιν οἱ φαινόμενοι καὶ ταῦτα προστάξαντες μάρτυρες, σπουδαίως πρὸς τὸ σεπτὸν αὐτῶν ἔρχεται τέμενος, καὶ πρὸς τῆς πηγῆς τὰς λεχθείσας αὐτῷ καμήλους εὑράμενος, τὴν τῆς τελευταίας ὀνθόν, ὡς εἶπον, ἐπέλαβεν, καὶ ταύτην τῆς αὐτῶν πηγῆς ἀποβρέξας τοῖς νάμασιν, ὅλον ἑαυτὸν περιέχρισεν.

Ἔσχεν δὲ κἀνταῦθα φθονοῦντα τὸν δαίμονα. [8] Τὰς γὰρ ὄψεις οὐκ ἔχρισεν τὸ χρίσμα, φησίν, τὸ καθαῖρον αὐτὸν μυσαττόμενος· ὅθεν ἀκολούθως κατὰ τὴν τῶν ἁγίων θεόφραστον κέλευσιν, ὅλον μὲν αὐτοῦ τὸ σῶμα καθαρὸν τῶν στιγμάτων εὐθέως ἐγένετο, τὸ δὲ πρόσωπον ἔμεινεν διὰ βίου κατάστικτον· τῆς μὲν αὐτοῦ παρακοῆς οὐ κρυπτόμενος ἔλεγχος, τῆς δὲ τῶν μαρτύρων δυνάμεως καὶ παραλογιζομένης κελεύσεως κῆρυξ ἀσίγητος καὶ μάρτυς ἀληθῶς ἀξιόπιστος· καὶ πολλὰ μὲν ἑαυτὸν τῆς παρακοῆς ὁ Ἠλίας ἐμέμψατο, ὤνησεν δὲ τὸ παράπαν οὐδέν, ὥσπερ οὐδὲ Ἡσαῦ μετὰ δακρύων ἐκζητήσας αὐτοῦ τὰ πρωτότοκα.

Περὶ Θεοπέμπτου τοῦ δαιμονιῶντος [1] Παρίτω μετ’ Ἠλίαν εἰς μέσον ἡμῖν ὁ Θεόπεμπτος ἀκολουθίαν εὑραμένος εὔκαιρον, τῆς τῶν ἡγουμένων στοιχείων τῆς ἑκατέρων προσηγορίας φύλαξ συνθέσεως· καὶ σύντομον τῆς κατ’ αὐτὸν θαυματουργίας ποιήσομαι τὴν διήγησιν, τέρπουσαν μὲν εὐσεβῶν τοὺς ἀκούοντας, ἀναγγέλλουσαν δὲ τὰ τῶν ἁγίων κατὰ δαιμόνων φοβερώτατα τρόπαια. Ἐδαιμονία δεινῶς ὁ Θεόπεμπτος, καὶ τῶν ἀνθρώπων ὑπῆρχεν οὐδείς, ὅστις αὐτὸν θεωρῶν οὐκ ἐδάκρυσεν. [2] Φιλοῦσι γὰρ ὡς ἐπίπαν οἱ ἄνθρωποι πρὸς τοὺς τοιούτῳ μᾶλλον κατεχομένους νοσήματι κατακάμπτεσθαι, ὅτι τάχα μὴ πάθος καθέστηκεν σώματος. Τοῦτο γὰρ ἐξ ἀρχῆς τοῦ ξύλου τῆς παρακοῆς εἴσω παραδείσου γευσάμενος φυσικῶς ὑπηνέχθη τοῖς πάθεσιν, καὶ δουλεύει φθορᾷ καὶ τοῖς τῆς φθορᾶς ὀλισθήμασιν καὶ μήπω θανὼν ἰδιώμασιν μέχρι τῆς πάντων κοινῆς ἀναστάσεως, ἔνθα φθορά τε καὶ τὰ τὴν φθορὰν συνεισάγοντα θανάτῳ, παντελῶς καταλύεται. [3] Ἀλλὰ ψυχῆς ἀθανάτου παρὰ φύσιν τὸ νόσημα, καὶ φύσεως ἀφθάρτου χάριτι Θεοῦ τοῦ ποιήσαντος ἀλλοίωσίς τις καὶ πάθος φθορᾶς παραπλήσιον δαιμόνων ἐπηρείᾳ τικτόμενον· εἰ καὶ Θεοῦ ὑπερβολῇ φιλανθρωπίας δεικνύμενον πρὸς ὠφέλειαν γίνεσθαι τῶν πασχόντων αὐτὸς συνεχώρησεν.

Τούτῳ Θεόπεμπτος τῷ νοσήματι ὀκτὼ καὶ δέκα δουλεύσας τοῖς ἔτεσιν, καὶ μηκέτι φέρειν τοῦ δαίμονος τὴν λύτταν δυνάμενος, τοῖς ταύτην καταργοῦσίν τε καὶ διώκουσιν Κύρῳ καὶ Ἰωάννῃ προσέρχεται μάρτυσιν. [4] Καμάτῳ δὲ πολλῷ διανύσας τὸ συχνὸν τῆς πορείας διάστημα (ποσὶν γὰρ τοῦτο διὰ τὴν τῶν χρημάτων ἀπορίαν πεποίητο), καὶ καταλαβὼν μετὰ δύσιν ἡλίου μόλις ποτὲ τὸ μαρτύριον, καὶ κόπῳ πλείονι δαπανήσας ἤδη τὴν δύναμιν, κατὰ τὸν ἔξω τῆς ἐκκλησίας ἀνεκλίθη περίβολον, μὴ δυνηθεὶς ἔτι κἀκεῖνο τὸ βραχὺ βαδίσαι διάστημα, ἀλλὰ τὴν εἰς τὸ τέμενος εἴσοδον, ὡς μέγα τι καὶ δυσέργαστον ταμιευσάμενος εἰς τὴν αὔριον. [5] Ἐκεῖ δὲ πᾶσαν τὴν νύκταν αὐτῷ καθευδήσαντι, κατ’ ὄναρ ταῖς οἰκείαις μορφαῖς, καὶ οὐ ξέναις, χρησάμενοι οἱ φιλάνθρωποι παρίστανται μάρτυρες· καὶ καλέσαντες αὐτὸν ἐξ ὀνόματος, Ἀδελφὲ Θεόπεμπτε, λέγουσιν, ἰδοὺ τὸ παρενοχλοῦν σοι καὶ θλίβον σε πνεῦμα πονηρὸν ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ δι’ ἡμᾶς σταυρὸν ὑπομείναντος, ἀπηλάσαμεν. Ἀλλὰ ἀναστάς, εὐχαριστῶν τῷ Θεῷ, πρὸς τὸ σὸν ἀναχώρει δωμάτιον.

Ὁ δὲ φανῆναι μὴ περιμείνας ὑπὸ ἀνθρώπων τὸν ἥλιον, σὺν τῷ δαιμονίῳ καὶ τὸν ἐξ ὁδοιπορίας ἀποθέμενος κάματον, ἀνίσταται ταχέως ὅθεν ἦν ἀνακείμενος, καὶ εἰσελθὼν εἰς τὸ τέμενος, καὶ τὴν χάριν τῆς μεγίστης ἰάσεως ᾄσας Θεῷ καὶ τοῖς μάρτυσιν, χαίρων ὁμοῦ καὶ σκιρτῶν, καὶ τὴν μεγαλουργίαν κηρύττων τοῦ θαύματος, ἀπελήλυθεν.

Περὶ Ἰωάννου τοῦ λελωβημένου [1] Καλῶς δὲ καὶ Ἰωάννης μιμούμενος τὸν Θεόπεμπτον, τὸν παρόντα καιρὸν ἐπετήρησεν, ἄγαν ἀσύγχυτον καὶ αὐτὸς τῶν στοιχείων φυλάττων τὴν σύνθεσιν, καὶ πρὸς ἄλλους ἰέναι τὸν κάλαμον θέλοντα, μὴ συγχωρῶν παρελθεῖν αὐτὸν ἀδιήγητον. Οὐκοῦν καὶ τὰ κατ’ αὐτὸν εὐκαίρως συγγράψωμεν, θαυμάσαντες αὐτοῦ τὸ ὀξὺ καὶ νηφάλιον. Πάθος Ἰωάννης ἔσχεν ἀπάνθρωπον, ὃ πάντων εἰπεῖν τῶν σωματικῶν παθῶν μεῖζόν ἐστιν καὶ πικρότερον, καὶ διὰ τοῦτο τάχα πρὸς τῶν ἰατρῶν τὴν τοῦ ἐλέφαντος ὁμωνυμίαν σημαίνεται. [2] Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον τῶν ἄλλων τετραπόδων ἀλκῇ διαφέρει καὶ μεγέθει τοῦ σώματος (φασὶ δὲ αὐτὸ καὶ πρὸς τοὺς λυποῦντας μνησίκακον, καὶ μετὰ πολλὰς ἐτῶν περιόδους ἀμείβεσθαι πικρῶς, εἰ δυνηθῇ, τὸν λυπήσαντα), οὕτω καὶ τοῦτο τῶν ἄλλων παθῶν πολὺ μεῖζον ἰατροὶ τῇ κακίᾳ σκοπήσαντες, τῷ τοῦ ἐλέφαντος ὀνόματι προσηγόρευσαν.

Μωϋσῆς δὲ καὶ τὸν ἐλεφαντιάσεως νόσῳ κρατούμενον, ἔξω παρεμβολῆς τε καὶ πόλεως μετὰ τοῦ λεπροῦ διωρίσατο· διὰ μὲν τοῦ λεπροῦ τὸ τῆς ἁμαρτίας ἐξορίσας παμποίκιλον, διὰ δὲ τοῦ ἐλεφαντιῶντος τάχα τὸ τῶν παθῶν ἐκδιώξας τὸ ἄγριον. [3] Λέγουσιν δὲ αὐτὸν καὶ οἱ θεῖοι τῆς Ἐκκλησίας διδάσκαλοι, πλείστην τῶν ἐλεφαντιώντων ποιούμενοι πρόνοιαν εἴργειν ἀρρένων τὴν πρὸς τὰ γύναια σύνοδον, μέχρι τελείας τοῦ θήλεως ἐκ τῶν μηνιαίων καθάρσεως, ἥτις δι’ ἡμερῶν ἑπτὰ παραγίνεσθαι πέφυκεν· ὡς ἔνθεν τοῖς ἐλεφαντιῶσιν τὰ σώματα γίνεται, συντικτομένου καὶ συναύξοντος τοῦ νοσήματος, αἰτίαν τοὺς φύσαντας ἔχοντος, καὶ τὸ τούτων περὶ τὰς συνόδους ἀκρατές τε καὶ ἄωρον· καὶ τῇ κτηνώδει φύσει προσεῖναι τῶν Ἰὼβ τοῦ δικαίου φίλων τις ἐμαρτύρησεν, Ὥραν, βοῶν, ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν· καὶ ταύτῃ τοὺς ἀνθρώπους εἰκότως μεμφόμενος, ὡς ὥραν μίξεως οὐ γινώσκοντας, ἣν καὶ τιμᾷ καὶ φυλάττει τὰ ἄλογα. [4] Τούτῳ δέ τινες πάθει τῆς ἐλεφαντιάσεως καὶ τὸν Ἰὼβ ὡς δεινῷ καὶ μεγάλῳ πεπαικέναι τὸν διάβολον λέγουσιν. Ἐξῆλθεν δέ, φησίν, ὁ διάβολος ἀπὸ τοῦ Κυρίου καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, ἀπὸ ποδῶν μέχρι κεφαλῆς, τῷ μεγέθει τοῦ τραύματος αἰχμάλωτον αἴρειν ἐλπίσας τὸν δίκαιον, εἰ καὶ μηδὲν ὧν ἤλπισεν ἔδρασεν, ἐπὶ πέτραν τοῦ δικαίου καὶ οὐ ψάμμον ἐρηρεισμένον ἔχοντος τὸν θεμέλιον.

Κἀκεῖνος μὲν ὑπομονῇ νικήσας τὸν παίσαντα, τὸν τῆς νίκης ἤρατο στέφανον. [5] Ἰωάννης δέ, τούτῳ κρατούμενος τῷ νοσήματι, καὶ κατὰ μικρὸν ὑπ’ αὐτοῦ δαπανώμενος, παρὰ ἰατρῶν οὐχ εὑρὼν τὸ γλυκὺ τῆς ἰάσεως, ἐπὶ Κῦρον ἔρχεται τὸν παυσίκακον καὶ Ἰωάννην τὸν Κύρου συμμάρτυρα, πιστεύων Χριστοῦ τοῖς θεράπουσιν, ὡσεὶ μόνον εἰ θέλοιεν, εὐθὺς αὐτὸν ἰαθήσεσθαι. Οἱ δέ, τὸν πρόσφυγα θεασάμενοι, καὶ τῆς πίστεως αὐτοῦ τῆς εἰς αὐτοὺς ἀγασάμενοι, βραχύτατον αὐτὸν πάνυ καιρὸν παρὰ τὸν αὐτῶν σηκὸν φιλοφρονησάμενοι, καὶ τῆς εἰς αὐτοὺς πίστεως ἄξιον δεδωκότες ἀντάλλαγμα τὴν ῥῶσιν, ἀπέλυσαν. [6] Γράψω δὲ καὶ τὸ φάρμακον, δι’ οὗ τοιοῦτον ἀρρώστημα οἱ μάρτυρες εὐμαρῶς ἐθεράπευσαν, μήπως ἰατρῶν οἱ περίεργοι, Ἱπποκράτειόν τι προσενέγκαι τοὺς ἁγίους νομίσωσιν, καὶ ταύτῃ τὴν ἄρρητον αὐτῶν σκορακίσωσιν δύναμιν, Ἱπποκράτην αἴτιον καὶ Γαληνὸν τῆς ἰάσεως, καὶ οὐ τοὺς μάρτυρας τοὺς δεδρακότας κηρύττοντες. Ὕαλος ἦν τὸ βοήθημα, πρὸς ὃ παλαιὸν αὐτῆς εἶδος τὴν ψάμμον μετενέχθησαν μετὰ τὴν λείωσιν· τοῦτο γὰρ οἱ ἅγιοι δι’ ἐνυπνίων τὸ βοήθημα παντὶ προσενέγκαι τῷ σώματι τῷ τὴν ἱερὰν ἔχοντι νόσον προσέταξαν.

Ὁ δὲ σπουδαίως τὸ κελευσθὲν ἐργασάμενος, σπουδαιότερον τὴν νόσον ἀπέθετο. [7] Ὥσπερ γὰρ ἐκείνῳ τῷ νάματι τῆς ῥευστῆς ὑπάρχοντι φύσεως, στάσις οὐκ ἦν προσφερομένῳ τῷ σώματι, ἀλλ’ ἅμα τοῦ προσενεχθῆναι πρὸς τοὔδαφος ἔρρεεν, καίτοι μεμιγμένην ἔχον τὴν ὕαλον· οὕτως οὐδὲ τὸ τῆς ἐλεφαντιάσεως νόσημα μένειν ἠδύνατο, τούτου προσενεχθέντος αὐτῷ τοῦ καταρρέοντος ὕδατος· ἀλλὰ τούτοις συνέρρεεν δεδοικὼς τοὺς θεσπίζοντας, καὶ τάχα δι’ αὐτοὺς καὶ τὴν μιχθεῖσαν τοῖς ὕδασιν ὕαλον. Ἡμεῖς δὲ καὶ τοῦτο πρὸς αἶνον τῶν δεδρακότων τὸ θαῦμα συγγράψαντες, ἑτέρου γραφὴν ποιησώμεθα θαύματος, σὺν πᾶσιν ὑμνοῦντες τοῖς ἰαθεῖσιν τοὺς μάρτυρας.

Περὶ Ζαχαρίου τοῦ τοὺς διδύμους πασχήσαντος [1] Μικροῦ καὶ Ζαχαρίας ἡμᾶς ὁ βραδύτατος ἔλαθεν, οὐ πάθει ποδῶν τὴν βραδύτητα κτησάμενος, ἀλλ’ ἑτέρᾳ νόσῳ τοῦ τάχους στερούμενος ταῖς τῶν γεννητικῶν ὀργάνων οἰδήσεσι κωλυόμενος.

Ταῦτα γὰρ ἤλγει τε καὶ ἐξογκοῦτο δι’ ὧν τῶν εὐνούχων ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διάκρισις γίνεται· οὐ μόνον δὲ τῷ ἐκ τούτου δυσκινήτῳ βαδίσματι χρώμενος, ἑαυτὸν ἡμῖν ὡς ἐν χειμῶνι μέλισσαν ἔδειξεν, ἀλλ’ ἐπὶ τῷ τοιούτῳ νοσήματι τάχα καὶ αὐτὸς αἰσχυνόμενος, καὶ κρύπτειν ἐθέλων ἑαυτοῦ τὴν ἀσθένειαν, καίτοι ψυχικοῖς οὐ γὰρ σωματικοῖς ἐπαισχύνεσθαι προσετάχθημεν πάθεσιν· Αἰσχυνθείησαν γάρ, φησίν, οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· καὶ πάλιν· Αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· τὴν εἰδωλολατρείαν τῷ τῆς Σιδῶνος δηλώσας ὀνόματι· καὶ αὖθις· Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν πάντες οἱ μισοῦντες Σιών· καὶ ὁ Κύριος δὲ τοὺς εἰς αἰσχύνην ἐκπεμπομένους αἰώνιον, οὐ τοὺς σωματικοῖς βρίθοντας πάθεσιν (αὐτὸς γὰρ καὶ τὰς ἀσθενείας ἡμῶν καὶ τὰς νόσους ἐβάστασεν), ἀλλὰ τοὺς ψυχικῶς ἀσθενήσαντας καὶ φαύλων ἐργάτας γενομένων πράξεων εἴρηκεν. [2] Τὰ μὲν γάρ ἐστιν τῶν νοσημάτων ἀκούσια, ὅσα σώματος καὶ περὶ σῶμα γνωρίζεται· τὰ δὲ ἑκούσια καὶ γνώμης ἡμετέρας κυήματα, ὅσα ψυχῆς αὐτεξουσίου καὶ νοερᾶς τὸ κάλλος λυμαίνεται· καὶ διὰ τοῦτο περὶ μὲν τῶν προτέρων οὐδεὶς ἡμῖν τῶν ἁγίων ἐγκαλέσας φαίνεταί ποτε, οὐ νόμος, οὐ προφήτης, οὐ δίκαιος, οὐκ ἀπόστολος, οὐ διδάσκαλος (τούτοις γὰρ καὶ αὐτοὶ πάντες ὑπέκειντο, ὡς σῶμα ἡμῖν παραπλησίως φορέσαντες· οὗ καὶ αὐτὸς ὁ Κύριος γενόμενος ἄνθρωπος καὶ χρηματίσας ἡμῖν ὁμοιοπαθής, καὶ διὰ σῶμα καὶ ψυχὴν λογικὴν ὁμοούσιος). [3] Περὶ δὲ τῶν τῆς ψυχῆς προαιρετικῶν καὶ οὐκ ἀναγκαίων παθῶν ἐνεκάλεσαν ἅπαντες, νόμος μὲν τιμωρούμενος, καὶ κατάλληλον ὁρίζων τῷ πάθει τὴν κόλασιν· προφῆται τούτων ἀπέχεσθαι, καὶ τὰ κρείττω μεταποιεῖσθαι κελεύοντ<ε>ς· δίκαιοι παραινοῦντες αὐτῶν τὴν ἀπόλειψιν, ἀπόστολοι χειραγωγοῦντες πρὸς τὴν ἀπ’ αὐτῶν μετανάστασιν, διδάσκαλοι τούτων ἡμῖν τὴν φυγὴν ὑποφαίνοντες. [4] Ὁ δὲ Κύριος πρῶτος ἡμῖν τῆς δικαιοσύνης ὁδὸν ἐνδειξάμενος, καὶ τρίβον τῆς ἀπὸ τῶν ψυχικῶν παθῶν τελείας ἀναχωρήσεως πρῶτος εὑράμενος, πᾶσιν τὸ Μάθετε ἀπ’ ἐμοῦ, φιλανθρώπως ἐφθέγξατο.

Ὑπὲρ τούτων γὰρ τὰς εὐθύνας ὡς ἐν ἡμῖν οὔσης αὐτῶν δηλονότι τῆς ὑπάρξεως ἀπαιτούμεθα· καὶ ὑφέξομεν καὶ κρινόμενοι καὶ βήματι Χριστοῦ παριστάμεθα, ὅταν ἐξ οὐρανοῦ ὁ κριτὴς παραγίνεται ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ οὐ κατὰ τὰ πάθη τοῦ σώματος.

Πάντες γάρ, φησίν, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν διὰ τοῦ σώματος, εἴτε ἀγαθόν, εἴτε φαῦλον. [5] Οὐκοῦν μάτην ἐπὶ πάθει σωματικῷ καὶ Ζαχαρίας αἰσχύνεται, καὶ ὅσοι κατ’ αὐτὸν ἐπὶ σωματικοῖς αἰσχύνονται πάθεσιν, τῆς αἰσχύνης ἀγνοοῦντες τὰ αἴτια, καὶ ταύτης τὴν τάξιν οὐ καλῶς ἀντιστρέφοντες.

Ἀλλ’ εἰ καὶ μόλις ἐφάνη ὀψέ ποτε, πλὴν ὅμως ἀφίκετο καὶ τὸ τῶν ἁγίων κατέλαβεν τέμενος· καὶ τούτοις ἐδέετο καὶ πάλιν ἱκέτευεν ἀπαλλαγῆναι τοῦ τῶν διδύμων βαρήματος. Οἱ δὲ νύκτωρ πρὸς αὐτὸν ἐλθόντες καθεύδοντα·

Ζαχαρία, τί, φασίν, πρὸς ἡμᾶς παραγέγονας; Ὁ δὲ τὴν αἰτίαν ὑπερυθριῶν πως αἰδούμενος ὑπεδείκνυεν. Οἱ δὲ μάρτυρες, παιδεύοντες αὐτὸν ἐπὶ σωματικοῖς παθήμασιν μὴ αἰσχύνεσθαι, δεῖξαι αὐτοῖς τὸ πάθος ἠνάγκαζον εἰς ... τὰ παιδοποιὰ προσέταττον μόρια. [6] Ὁ δὲ τὸ κελευσθὲν αἰσχύνης ἀνάπλεως ἔπραττεν· ἀν<τι>στῆναι γὰρ δι’ αἰδὼ τοῖς κελεύουσιν οὐκ ἠδύνατο. Οἳ τὰ λεχθέντα μόρια ἠρέμα πως ταῖς χερσὶ καταψήξεσιν φυγαδεύσαντες, οἴκοι χωρεῖν ἐπιτρέπουσιν.

Ἰδού, φησίν, κακὸν ἔχεις οὐδέν, ἀλλ’ ἀναστὰς εἰρήνῃ ποιοῦ τὴν εἰς οἶκον ἐπάνοδον. Ὁ δὲ στραφεὶς μετ’ ἐκεῖνον τὸν ληξίπονον ὄνειρον, συναποπτάσας αὐτῷ τῶν διδύμων τὰς οἰδήσεις ἐπεγίγνωσκεν, καὶ πόνου λυτρωθεὶς καὶ κακίστου βαρήματος· καὶ ταῖς εὐφημίαις στεφανώσας τοὺς τούτων αὐτὸν ἐλευθερώσαντας μάρτυρας, καὶ Χριστὸν τὸν δι’ αὐτῶν τὴν ἐλευθερίαν αὐτῷ ὀρέξαντα τοῦ νοσήματος, ἀπελήλυθεν.

Περὶ Ἰωάννου τοῦ Χρυσώνου τοῦ σεσημμένους τοὺς μηροὺς ἔχοντος [1] Καὶ Ἰωάννου δὲ μνημονεύσωμεν, οὐκ ἐπειδὴ τῶν εὐπατρίδων ἦν, καὶ τῶν ἐπὶ χρυσῷ βρενθυνομένων ἐτύγχανεν· ἔνθεν γὰρ καὶ Χρυσώνης ἐλέγετο, τοῦ τε κτήματος καὶ τῆς ἐγχειρήσεως πρὸς τοῦτο αὐτὸν συνωθούντων τὸ ὄνομα· οὐκ ἂν γὰρ Χρυσώνης καὶ χρυσίου χηρεύων ἐλέγετο, εἰ μὴ κτῆμα χρυσίου λαμπρότερον πρὸς τῶν ἁγίων τὴν ῥῶσιν ἐδέξατο· ὃ καὶ πᾶσιν ἀφθόνως τοῖς προσιοῦσιν χαρίζονται, μηδένα τῆς αὐτῶν δωρεᾶς ἀποστρέφοντες, εἰ μὴ λίαν τις ᾖ βδελυρὸς καὶ τῆς αὐτῶν εὐεργεσίας ἀνάξιος, ἢ δι’ ἀπιστίαν κληρωσάμενος τὸ ἀνάξιον, ἢ δι’ ἔργων μοχθηρῶν ἀνεπίστροφον βούλησιν. [2] Ἐγὼ δὲ καὶ ἑνὸς ἢ δευτέρου προϊόντος τοῦ λόγου τοιούτου μνησθήσομαι, μηδεμίαν πρὸς τῶν ἁγίων καρπωσάμενος τὴν ὠφέλειαν· ἵνα τούτων τὸν περὶ πίστεως ζῆλον καὶ τὴν πρὸς τὰ φαῦλα τῶν ἔργων εἰδότες ἀπέχθειαν, ἀρέσκειν αὐτοῖς περὶ βίον καὶ πίστιν σπουδάζοιεν.

Ἰωάννης οὖν οὗτος ὁ τῇ τοῦ χρυσίου κτήσει τε καὶ προσηγορίᾳ γαυρούμενος, νόσῳ δεινῇ περιπέπτωκεν, οὔτε λόγῳ φατῇ, οὔτε παισὶν ἰατρῶν εὐχερεῖ πρὸς τὴν ἴασιν· τοὺς γὰρ μηροὺς ὁ ἀνὴρ ὡς ἔκ τινος θείας ὀργῆς κατεδάπτετο· καὶ σαπέντος αὐτοῦ τοῦ τοὺς μηροὺς περιέχοντος δέρματος, καὶ πάντοθεν δι’ ὑπερβολὴν διερρωγότος τῆς σήψεως, αἱ σάρκες αἱ τούτῳ καλυπτόμεναι πρότερον, τοῦ οἰκείου γυμνωθεῖσαι πάμπαν ἐνδύματος, καὶ ἔνδυμα ὃ πρὸς τῆς φύσεως ἔλαχον ἀπολέσασαι, χωριζόμεναι τῶν ὀστέων ἀπέπιπτον, τῷ περιστέλλοντι κατὰ βραχὺ συνσηπόμεναι δέρματι καὶ πρὸς γῆν καταρρέουσαι. [3] Ὡς δὲ χρόνον συχνὸν ἐν τῇ νόσῳ διέτριψεν ψυχρολογίαις ἰατρῶν ἀπατώμενος καὶ μηδὲν ἐξ αὐτῶν ὠφελούμενος, εἰ μὴ λόγον εἰς ἀέρα λυόμενον, καὶ τοῦ τραύματος οὐχ ἁπτόμενον· οὐ μὴν ἀλλὰ καὶ τὸ χρόνιον τοῦ νοσήματος, καὶ τὸ ταῖς ἀλγηδόσιν ἐλεεινῶς ἐγκατακεῖσθαι, μόλις ποτὲ καὶ τὸ πρὸς τὴν νόσον ἀδύνατον ἐξ Ἱπποκράτους ἐκέρδαινεν, καὶ μακρὰν χαίρειν αὐτοῖς προσφθεγξάμενος, τὸ Κύρου καὶ Ἰωάννου θεωρητὸν ἰατρεῖον κατέλαβεν.

Οἱ δὲ ὄντως ἰατροὶ χρηματίζοντες μάρτυρες, τῆς θείας αὐτῶν δεῖξαι δυνάμεως καὶ τῆς ἰατρῶν ἀσθενείας θέλοντες τὸ διάφορον, οἰκτρῷ τοῦτόν τινι βοηθήματι ὄναρ ὀφθέντες ἰάσαντο, ἅλας σὺν κυμίνῳ μιχθὲν ἐν τῷ τρίβεσθαι πλάττειν τοὺς μηροὺς ἐπιτρέπουσιν. [4] Ὅπερ ὁ νοσῶν μετὰ τὸν ὕπνον εὐθὺς ἐργασάμενος, πόνων ἑαυτὸν χαλεπῶν καὶ συμφορῶν οὐ μικρῶν ἐλυτρώσατο· καὶ ὁ πρὶν κατὰ βραχὺ καταρρεῖν νομιζόμενος, καὶ οὕτω τὸν πάντων κοινὸν ὑποδέχεσθαι θάνατον, εὐθέως τότε κυμίνου βολαῖς, καὶ ἁλῶν συνεσφίγγετο· καὶ κελεύσει μαρτύρων ἐρρώννυτο, καὶ θείῳ θεσπίσματι τὸν προσδοκώμενον ἀπέπεμπε θάνατον. Μεθ’ οὗ Θεὸν καὶ τοὺς σώζοντας ἁγίους ἡμεῖς ἀνυμνήσαντες, ἐφ’ ἑτέραν αὐτῶν θαυματουργίαν βαδίσωμεν.

Περὶ Παύλου τοῦ τὴν κεφαλὴν σκωλήκων γέμουσαν ἔχοντος [1] Παῦλος δέ τις πένης ἡμῖν πτωχός τε λίαν καὶ ἄχρυσος μετ’ Ἰωάννην τὸν Χρυσώνην καὶ πλούσιον εἰς διήγησιν ἔρχεται, λογιζόμενος εἰ τὴν πρὸς αὐτὸν σχοίη συνάφειαν, ὥσπερ ἐν ταῖς ἀγοραῖς ποιοῦντας ὁρῶμεν τοὺς πένητας προσιόντας τε καὶ τῶν χρυσορεύστων ὄπισθεν βαίνοντας, σταγόσιν εἰ ποτέ τισιν αὐτῶν, διὰ φιλόχριστον ἀπορρεούσαις συμπάθειαν, περιτύχοιεν. [2] Τοῦτο καὶ νῦν ὁ Παῦλος ποιούμενος πρόεισι, καὶ τάχα τυγχάνει τῆς τοιαύτης ἐφέσεως· οὐ πόρρω γὰρ φιλοπτωχείας Ἰωάννης ηὐλίζετο· πάθος δὲ καὶ νόσον ἔχων ἀνίατον πρόεισι, κἀν τοῖς μάρτυσιν ὑγείαν καρποῦσθαι βουλόμενος, καὶ ῥῶσιν τὴν ἀπ’ αὐτῶν κομιεῖσθαι γλιχόμενος.

Κἀκεῖ μὲν τῆς πενίας τὸ φάρμακον ἴσως ἐδρέψατο, ἐνταῦθα δὲ πάντως τῆς ἀσθενείας λαμβάνει τὴν ἴασιν· τοιοῦτο δὲ ἦν αὐτοῦ τὸ ἀρρώστημα, καὶ οὕτω τῆς θεραπείας ἐπέτυχεν· ἤλγει τὴν κεφαλὴν ὡς λέγειν οὐκ ἔνεστιν, καὶ τὸ μὲν ἄλγος αἵ τε βοαί, αἵ τε ἀγρυπνίαι, καὶ μετὰ τούτων ὁ ὄγκος ἐδείκνυεν. [3] Τοῦ ὄγκου δὲ καὶ τῶν σὺν αὐτῷ μηνυτὴς οὐχ εὑρίσκετο· ὅθεν οἱ μὲν τῶν ἰατρῶν αἷμα τὸ αἴτιον ἔλεγον, οἱ δὲ πύου τινὸς ὑπέρογκον ἄθροισιν, καὶ ἄλλης ἄλλος συνδρομὴν ὕλης ἐφθέγγετο· τῆς ἀληθείας οὐδὲν ἐχόμενον λέγοντες, ἀλλὰ τὸ δοκοῦν αὐτοῖς μαντευόμενοι, καὶ τὰς ἀλλήλων βουλὰς ταῖς ἑαυτῶν ἀναλύοντες ἀποφάσεσιν.

Ἀλλ’ οἱ ἅγιοι, τὸ πάθος ἀκριβῶς ἐπιστάμενοι, καὶ τὴν τῶν ἀλγηδόνων αἰτίαν γινώσκοντες, χαριέντως πως θεραπεύουσιν, τὸ φανὲν ἐκείνοις ἀδύνατον, ἑαυτοῖς εὐμαρὲς δεικνύοντες καὶ ὡς παίγνιον. [4] Λέξωμεν δὲ καὶ τὸ τῆς θεραπείας ἡδὺ καὶ ἐπίχαρι, τὴν τῶν ἁγίων ὑπεμφαίνοντες δύναμιν, καὶ τέρψιν πνευματικὴν σαρκικῇ μεμιγμένην ἡδύτητι δημιουργοῦντες τῷ θαύματι, μᾶλλον δὲ τοῖς ἀκραοταῖς γενομένοις τοῦ θαύματος. Ὑπνῶσαι τὸν Παῦλον παρ’ ἐλπίδα ποιήσαντες (σχεδὸν γὰρ εἰς ἄγνοιαν ὕπνου μετέπεσεν, τὴν κεφαλὴν ἀφανῶς βιβρωσκόμενος, καὶ ταῖς ὀδύναις ἀνενδότως κρατούμενος), ἐφίστανται νύκτωρ καθεύδοντι τὴν ῥῶσιν δωρούμενοι, καὶ τῆς ῥώσεως τὸν τρόπον μηνύοντες. [5] Ὑπέρορθρον, φασίν, τῆς στρωμνῆς ἀνιστάμενος ἐπὶ πύλην τὴν πρὸς θάλασσαν ἔξιθι, ἥτις τὸν ἔξω τοῦ νεὼ περικλείει περίβολον· καὶ κατὰ τῆς σιαγόνος τὸν ὑπαντῶντα εὐτενέστερα ῥάπισον· καὶ τοῦτο ποιήσας, τοῦ προσόντος σοι πάθους τὴν ῥῶσιν εὕροις ταχύτατα.

Ὁ δέ, φαντασίαν εἶναι τὸ φανὲν ἡγησάμενος, οὐδὲν τῶν πρὸς τῶν ἁγίων λεχθέντων αὐτῷ διεπράξατο· καὶ δὶς δὲ τοῦτο ποιεῖν κελευσθεὶς δι’ ὁράματος, οὐ πεποίηκεν. [6] Τὸ τρίτον δὲ τῶν μαρτύρων εἰπόντων, πυθόμενος ὡς εἰ μὴ τοῦτο ποιήσειεν, τῆς φίλης οὐ τεύξεται ῥώσεως, ἐγερθεὶς τῆς στρωμνῆς ὀρθρινότερον, τὸν δειχθέντα πυλῶνα κατείληφεν· στρατιώτην δέ τινα κατὰ τὴν πύλην αὐτῷ συναντήσαντα, καὶ τῇ μὲν παλάμῃ ῥάβδον βαστάζοντα, τῇ δὲ καρδίᾳ τὸν θυμὸν ὡσαύτως κατέχοντα, ῥαπίζει σφοδρῶς στέρραν κατὰ τῆς σιαγόνος τὴν πληγὴν ποιησάμενος.

Ὁ δὲ στρατιώτης, μελλήσας οὐδέν, ἀλλὰ σύνδρομον τῷ ῥαπίσματι τὴν ἑαυτοῦ ποιούμενος ἄμυναν, τὴν βακτηρίαν εὐθὺς ἀνατείνεται, καὶ τὸν ῥαπίσαντα ταύτῃ κατὰ τοῦ κράνους ἀντέπληξεν, στερεωτέραν πάνυ πληγὴν ὡς χρὴ ῥαπίζειν ἧς ἔλαβεν. [7] Παῦλος δὲ τὴν πληγὴν κατὰ τῆς κεφαλῆς τοσαύτην δεξάμενος, πίπτει χαμαὶ τραυματίας γενόμενος, καὶ βρύων αἵματί τε καὶ σκώληξι, καὶ πάντας ἀποβαλὼν τοὺς ἔνδον ὑπάρχοντας σκώληκας, πολλούς τε λίαν ὑπάρχοντας καὶ ἀφειδῶς αὐτὸν κατεσθίοντας, ἀπελλάττετο τοῦ νοσήματος ἀπαλλαγὴν εὑρὼν ἀπροσδόκητον, πληγῇ χαρισθείσαν καὶ τραύματι. [8] Καὶ τὸ τραῦμα δὲ θᾶττον ἰάθη· οὐ γὰρ τραῦμα τοῦτο ἂν εἴποιμεν, ἀλλὰ τραύματος φάρμακον, καὶ νόσου βοήθημα, καὶ παθήματος ἔμπλαστρον, καὶ κακώσεως ἴασιν· καὶ τελείαν τὴν ῥῶσιν δρεψάμενος, ὕμνον εἰπὼν εἰς τοὺς μάρτυρας καὶ θεὸν ἀνυμνήσας, ὡς ἔπρεπεν, τὸν δι’ αὐτῶν δεδρακότα τὴν ἴασιν, ὤχετο ἀφορμὴ καὶ ἡμῖν χρηματίσας καὶ πρόφασις τῆς εἰς Χριστὸν ᾠδῆς καὶ τοὺς μάρτυρας.

Περὶ Στεφανίδος τῆς ἐχούσης τὸν καρκίνον [1] Ἓν τῶν θαυμάτων γινέσθω καὶ τῆς Στεφανίδος ἡ παράδοξος ἴασις, καὶ μηδεὶς ἀπιστείτω τῷ θαύματι, τῶν ἁγίων τὸ σθένος σταθμώμενος, καὶ χάριν τὴν δοθεῖσαν αὐτοῖς ἐπιστάμενος, οἳ νόσημα πᾶν θεραπεύουσιν καὶ ῥῶσιν δι’ οἶκτον χαρίζονται πᾶσιν τοῖς πιστῶς αὐτοῖς προσπελάζουσιν.

Στεφανὶς οὖν τὸ προτεθὲν ἡμῖν εἰς ἐξήγησιν γύναιον, πάθος ἔσχε δεινὸν καὶ ἀνίατον· καρκίνος τὸ πάθος ἐλέγετο, οὐκ ἀπᾷδον ἔχον τῆς φύσεως ὄνομα· καρκίνῳ γὰρ ἐοικός, εἰκότως αὐτῷ καὶ τὴν προσηγορίαν κοινωνὸν προσεδέξατο. [2] Καὶ τοῦτο μὲν ὑπῆρχεν τῆς Στεφανίδος τὸ νόσημα, οὗ μόναι τὰς ἀλγηδόνας ἐπίστανται γυναικῶν ὅσαι πεπείρανται· ἰατροὶ δέ, καὶ τούτων οἱ γενάρχαι Γαληνὸς καὶ Ἱπποκράτης, τὸ τῆς τέχνης κομψὸν σεμνολόγημα, τὴν ἧτταν βοᾶν οὐκ αἰσχύνονται, τὸν πρὸς καρκίνον τὸ πάθος παραιτούμενοι πόλεμον, καὶ τοῖς νικητηρίοις αὐτὸ καταστέφοντες· ταύτῃ δεικνύντες αὐτοῦ τὴν φυσικὴν σκολιότητα, ἣν οὐ φάρμακον εὐτριβές, οὐ δραστήριον, οὐκ ἔμπλαστρος ἡ γαλβιανή τε καὶ πάγχριστος, οὐχ ἡ Φίλωνος καλουμένη ἀντίδοτος, οὐκ ἄλλο τι φυσικόν τε καὶ ἄκρατον ἢ ἐκ συναφείας εἴδους ἑτέρου βοήθημα κατευνάζειν ταῦτα μέχρι τῆς σήμερον ἴσχυσεν.

Οὕτω τὸ πάθος ἀνήμερον προσλαχὸν ἀγριότητα, καὶ πᾶν τοὐναντίον φοβοῦν τὸ τιθασσεύειν αὐτὸ ἢ διώκειν γλιχόμενον. [3] Τούτου δὲ μαθοῦσα καὶ Στεφανὶς τὸ τυραννικὸν καὶ ἀνήμερον, καὶ τὴν πρὸς αὐτὸ τῆς ἰατρικῆς τέχνης ἀδράνειαν, ἣν οἱ ταύτην μετιόντες ἔργοις καὶ λόγοις ἐκήρυττον, καὶ ὡς μόνῳ Θεῷ τε καὶ μάρτυσιν τὸ πάθος αὐτῆς ὑποκλίνεται, καὶ κελεύουσι πείθεται, πρὸς Θεὸν εὐθὺς καὶ πρὸς Κῦρον καὶ Ἰωάννην τοὺς Χριστοῦ καὶ Θεοῦ τῶν ὅλων θεράποντας ηὐτομόλησεν.

Καὶ ταύτην ἰδόντες, ἀξίως τῆς εἰς αὐτοὺς ἐτίμησαν πίστεως· ἡ δὲ τιμὴ τῆς ταχείας ἰάσεως τὸ δῶρον ἐτύγχανεν, καὶ πάθους τοῦ κρυφίως κατέχοντος ἀπαλλαγή τε καὶ λύτρωσις. Ἰῶνται τοίνυν τὸ γύναιον οὐ φαρμάκοις ἀοράτοις, ὡς ἔθος αὐτοῖς ἰᾶσθαι τοὺς κάμνοντας, ἀλλὰ ὁρατοῖς χερσὶ τοῦ πάθους ἁψάμενοι. [4] Ἐν μιᾷ γὰρ ὡς πρὸ τοῦ μαρτυρικοῦ τῶν ἁγίων ἵστατο μνήματος, καὶ θεραπείας τυγχάνειν ἐλιτάνευεν δακρύουσά τε καὶ στένουσα, καὶ πίστει θερμῇ τὰς ἱκετείας προσφέρουσα, καὶ τὸν καρκίνον εὐθέως ἀπέβαλεν, καὶ πᾶσαν σὺν αὐτῷ βλάβην, καὶ τὴν ἐξ αὐτοῦ τικτομένην ἀσθένειαν, ἐμπεσόντα καὶ σκαίροντα. [5] Καὶ πολλοὶ μὲν εὐθὺς αὐτὸν ἐθεάσαντο (ὁ καιρὸς γὰρ ἡμέρας ἐτύγχανεν), οἳ παρῆσαν εὐχόμενοι, καὶ τυχεῖν βοηθείας ἐδέοντο· πολλοὶ δὲ καὶ μετὰ ταῦτα κρεμάμενον καὶ ἀφ’ ὑψηλοῦ τὴν τῶν ἁγίων διαγγέλλοντα δύναμιν, εἰς εὐχὴν ἀφικνούμενοι καὶ τοὺς μάρτυρας ... Ἀφ’ ὧν ἡμεῖς ἀκηκοότες ἐγράψαμεν, καὶ μαθόντες ἐν ἀληθείᾳ κηρύττομεν, τοὺς ἁγίους ἐπὶ τούτῳ δοξάζοντες· τοὺς νοσοῦντας δὲ καὶ κεκρατημένους ἀνιάτοις παθήμασιν, ἐπὶ τὴν αὐτῶν ἐλθεῖν θεραπείαν προτρέπονται· τὴν τοῦ παρόντος δὲ θαύματος διήγησιν ποιησάμενοι, ἐφ’ ἑτέρας θαυματουργίας βαδιοῦμεν διήγημα.

Περὶ Μαρίας τῆς ἐχούσης τὸν ὕδρωπα [1] Πολλὴ πάνυ τῆς τῶν θαυμάτων ἐπαγγελίας ἐστὶν ὠφέλεια· ἴσως γὰρ πάντας εὐεργετεῖ τοῦς ἀκούοντας, ψυχὰς αὐτῶν ῥωννύουσα σὺν τοῖς σώμασιν· καὶ ταῖς μὲν πίστιν περισσοτέραν χαρίζεται, τοῖς δὲ σωματικῶν παθῶν ἀλλοτρίωσιν, κοινὴν δὲ ἀμφοτέροις ψυχαῖς τε καὶ σώμασιν εὐφροσύνην ἁγνὴν καὶ τριπόθητον, καὶ τέρψιν πνευματικῆς ἀγαλλιάσεως γέμουσαν, ἣν λόγος ἀναγγέλλειν τοῖς ἀκροωμένοις οὐ δύναται. Ταύτην οὖν ἐκ τοῦ προλαβόντος τρυγήσαντες θαύματος, καὶ ἐκ τοῦ παρόντος τρυγήσωμεν, κοινωνοὶ τῆς χαρᾶς τοῖς ἰωμένοις γιγνόμενοι, καὶ τῆς ἐπὶ μάρτυσιν εὐσεβεστάτης αὐχήσεως. [2] Ἀλλ’ ἐκεῖ μὲν ἡ Στεφανὶς τὸ τῆς εὐφροσύνης γέγονεν ἴαμα, ἐνταῦθα δὲ Μαρία γενήσεται, πάθος ἐσχηκυῖα δυσίατον καὶ παρ’ ἐλπίδα λαβοῦσα τὴν ἴασιν.

Καὶ τὸ μὲν πάθος οἱ τῆς ἰατρικῆς ἐπιστήμης ὕδερον λέγουσιν· ὀνῆσαι δέ τι τὸν εἰς τοιαύτην ἐλθόντα διάθεσιν οὐκ ἰσχύουσιν, οὐ μικρόν, οὐ μέγιστον, οὐ παραμυθίαν τινὰ πρὸς τῆς τέχνης χαρίσασθαι, ὅπερ ἐν ἅπασιν σχεδὸν τοῖς λοιποῖς ποιοῦσι νοσήμασιν, τὰ μὲν τέλεον θεραπεύοντες, τὰ δὲ ψυχαγωγοῦντες τοὺς ἔχοντας καὶ μειοῦντες τρόπον τινὰ βοηθήμασιν. [3] Τοῦτο καὶ Μαρία παθοῦσα τὸ νόσημα, καὶ πρὸς ἔσχατον κίνδυνον φθάσασα, οἰδήσασά τε ἐξαίσιον καὶ φρικτὸν ὑπάρχουσα θέαμα· μετὰ τὴν τῶν ἰατρευόντων ἀπόγνωσιν, καὶ τὴν τοῦ θανάτου βεβαίωσιν, σὺν κινδύνῳ πολλῷ τὸν ναὸν τῶν ἁγίων κατέλαβεν· καὶ τεθεῖσα μόλις εἰς τοὔδαφος ἔκειτ’ ὀδύνην οἰμώζουσα, καὶ λέγειν τῆς οἰμωγῆς μὴ πλέον ἰσχύουσα, ἀλλ’ οὕτω τοῦ πάθους αὐτὴν ἐκπιέζοντος καὶ στενοχωροῦντος καὶ πνίγοντος ταῖς ὑπὲρ λόγου ὄγκωσιν, οἱ ἐλέῳ βρύοντες μάρτυρες καθ’ ὕπνους ὀφθέντες, τήν τε ζωὴν ἐχαρίζοντο, ἣν ἔχειν οὐκ ἤλπιζεν, καὶ νόσου τὸ φάρμακον ἔφραζον, καὶ τοῦτο ποιεῖν ἐν τάχει προσέταττον. [4] Ἄρτος δ’ ἦν παξαμήτης τὸ φάρμακον, οὐ μακρόθεν ἐρχόμενος, ἀλλ’ ἐν Ἡρακλείᾳ τῇ γείτονι κώμῃ περιττόμενος, ὃν εἰπούσης μετὰ τὸν ὄνειρον, ἤγαγον οἱ ἐγγίζοντες, καὶ τῷ τῆς πηγῆς βρέξαντες ὕδατι, πᾶσαν αὐτὴν ἐκ κεφαλῆς μέχρι ποδῶν καταπάττουσιν, ὡς ἡ τῶν ἁγίων ἐθέσπισε κέλευσις.

Ξηραινομένου δὲ τοῦ λεχθέντος ἐκ παξαμήτου καὶ ὕδατος χρίσματος, καὶ τῆς ἔνδον σμυχούσης ὑγρότητος πληθὺς ἐξηραίνετο, πᾶσαν αὐτὴν ὡς ἐπὶ σπόγγου ἢ σίφωνος ἀνιμωμένου τοῦ χρίσματος, καὶ πρὸς τοὐμφανὲς ἀνωδύνως ἐκκαίοντος. [5] Οὐ μόνον δὲ τὴν ὑγρὰν ἐκείνην πληθωρίαν τὸ λεχθὲν ἀνερρόφησεν φάρμακον, ἀλλὰ καὶ τὸν ἀπ’ αὐτῆς τῆς νόσου τικτόμενον θάνατον.

Καὶ Μαρία μὲν οὕτω χαλεπῶς κινδυνεύσασα, ῥᾳδίως διαφεύγει τὸν κίνδυνον, μαρτυρικῆς ἐπιτυχοῦσα δυνάμεως, καὶ τοῦ νοσήματος κρείττονος καὶ αἰτίας γνωριζομένης τῆς ῥώσεως. Ἡμεῖς δὲ πάλιν τοὺς μάρτυρας εὐφημήσαντες, καὶ ὡς τηλικούτων ἔργων ἐργάτας ὑμνήσαντες, ἔργον ἕτερον μέγιστον καὶ τηλικαύτης εὐφημίας ἐπάξιον τῆς αὐτῶν συγγράψωμεν χάριτος.

Περὶ Μαρτυρίας τῆς ἐκ περιεργίας τὰ σπλάγχνα πασχούσης [1] Μαρτυρίας τὸ πάθος ἀκούσωμεν, καὶ τὴν τοῦ πάθους μὴ παρέλθωμεν ἴασιν, ἵνα μὴ μόνον ἐπὶ τὸ πάθος στυγνάζωμεν, ἀλλὰ καὶ τὴν ῥῶσιν μανθάνοντες χαίρωμεν. Δεινὸν ἦν αὐτῆς τὸ ἀρρώστημα, καὶ λόγου καὶ γλώττης ἐπέκεινα· οὐ γὰρ φυσικὸν ἦν, ὡς τὰ πολλὰ πάθη συμβαίνουσιν ἐκ χυμῶν πλειόνων γινόμενα, ἢ συμπτωμάτων ἀπ’ ἄλλων τικτόμενα, οἷς μετὰ τὴν ἐν παραδείσῳ παράβασιν δουλεύειν ἀνάγκῃ τὸ σῶμα κεκλήρωται· ἀλλ’ ἐκ περιεργίας καί τινων μοχθηρίας καὶ ἄθεον κεκτημένων προαίρεσιν, καὶ φιλοτιμουμένων κακῶς πρὸς τὸ οὕτως ἀφειδῶς λυμαίνεσθαι τὸ ὁμόφυλον. [2] Εἴτε οὖν δηλητηρίοις χρώμενοι, εἴτε βλαπτικαῖς δαιμόνων ὁρμαῖς τε καὶ μάστιξιν ἐκάκουν τὸ γύναιον, ἀγνοοῦμεν ὡς ἄνθρωποι· Θεὸς δὲ τοῦτο μετὰ τῶν ἄλλων ἁπάντων ἐπίσταται, ὁ πάντων ἔχων τὴν εἴδησιν, πρὸ τῆς αὐτῶν εἰς τὸ εἶναι ἑνώσεως. Τὰ σπλάγχνα δὲ πάσχειν ἐβόα τὸ γύναιον, καὶ ταῦτα δάπτεσθαί τε καὶ σπαράττεσθαι διωλόλυζεν· ἕτερον δέ τι τοῖς τὴν αἰτίαν πυθομένοις οὐκ ἔλεγεν. [3] Ἐκεῖσε δὲ τῶν ἰατρῶν οἱ προστάται συρρέοντες, οὔτε τὸ πάθος ἐγίνωσκον, οὔτε τὴν αἰτίαν ἀπήγγελλον, οὔτε προσφέρειν ἠνίσχοντο φάρμακον, ἀλλ’ ὠφελοῦντες οὐδὲν ὡς μὴ φανέντες ὑπέστρεφον.

Ὃ μαθόντες οἱ τῷ γυναίῳ προσήκοντες, θᾶττον αὐτὴν πρὸς Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἄγουσιν, οὐκ ἀγνοηταὶ τῆς θείας αὐτῶν ὄντες δυνάμεως, δι’ ἧς τὰς ἰάσεις τοῖς προσιοῦσιν ὀρέγουσιν καὶ δρῶσιν ἔργα θαυμάσια, ἃ μηδὲ λόγος δύναται διηγήσασθαι μηδὲ νοῆσαι σαφῶς ἀνθρώπων ἰσχύει διάνοια, πάντας εὐεργετοῦντες καὶ σώζοντες, καὶ κινδύνων ἀλλεπαλλήλων λυτρούμενοι· ὡς διὰ τοῦτο δωρηθέντες τοῖς ἀνθρώποις οἱ ἅγιοι, καὶ δόσις ἀγαθὴ καὶ δώρημα τέλειον Θεοῦ τοῦ φιλανθρώπου πρὸς ἀνθρώπους ὑπάρχοντες, καὶ μιμούμενοι τὸ τοῦ δωρησαμένου φιλάνθρωπον, καὶ σπεύδοντες ἄξιον μᾶλλον τοῦ δεδωκότος χαρίζεσθαι, ἤπερ ποιεῖν αὐτοῦ τὸ δῶρον ἀνόνητον. [4] Οἳ καὶ τότε τὴν Μαρτυρίαν οἰκτίραντες οὕτως σπαραττομένην, ὡς ἔφημεν, καὶ φωναῖς διαπρυσίοις οἰμώζουσαν πρὸς ὕπνον κατήγαγον· καὶ ἐνύπνιον καὶ ὄναρ ὁρᾶν παρεσκεύασαν. Αὐτοὶ δὲ ἦσαν οἱ δεδωκότες ὁρᾶν καὶ φαινόμενοι· ἄνδρας γὰρ ἔβλεπεν ἐκ μόνων τῶν ἱματίων ἀστράπτοντας, καὶ προσηνές τε βλέποντας καὶ μειλίχιον· καὶ πρὸς αὐτὴν μετ’ εὐλαβείας ἐρχομένους καὶ λέγοντας· Τίνος ἕνεκεν οὕτω βοᾷς, καὶ καθεύδειν οὐκ ἐᾷς τοὺς ἐν νόσοις ἐνθάδε προσμένοντας; Ἡ δὲ τὰ σπλάγχνα πονεῖν ἀπεκρίνατο. [5] Καὶ οἱ μάρτυρες πάλιν αὐτὴν ἀμειβόμενοι ῥήμασιν, εἶτά φασιν·

Καὶ μόνη ὕπνον ἐκ τούτων ἁπάντων ἔχεις ἀφόρητον; Καὶ τοῦτο φήσαντες, τὴν κεφαλὴν τοῦ γυναίου κρατοῦσιν ἀμφότεροι· καὶ τὸ στόμα διανοίξαντες, ὁ τῶν δύο πρεσβύτερος (Κῦρος οὗτος ἦν ὁ θεσπέσιος) τούτῳ τρὶς ἐνεφύσησεν· καὶ τοῦτο ποιήσαντες, αὐτοὶ μέν, φησίν, ἀνεχώρησαν, ἐκείνη δὲ τοῦ τε ὕπνου καὶ τοῦ ὁράματος ἀπελύετο· καὶ τῆς μὲν ὀδύνης μετρίως ἐπέπαυτο, ἐλθεῖν δὲ πρὸς ἀφεδρῶνας ἠπείγετο, ἔνθα γενομένη καθέζεται, καὶ παλαιστὴν διὰ γαστρὸς κατήγαγεν σκώληκα, τὸν τὰ σπλάγχνα κρυφίως κατεσθίοντα, ὃν ὡς κόπρον κατιέναι κελεύουσιν. Τούτου δὲ τοῦ πάθους ἀπαλλαγεῖσα καὶ Μαρτυρία ἐλέους ἐπέτυχεν, χάριτι καὶ φιλανθρωπίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν σεπτῶν ἀναργύρων δωρήμασι.

Περὶ Σαραπάμμωνος σκῖρον εἰς τὸν πόδα ἔχοντος [1] Τί δὲ τὸν λαμπρὸν Σαραπάμμωνα μέλλομεν, εἴπερ αὐτὸν παρελθεῖν οὐ βουλόμεθα, οὔτε καταλιπεῖν μετὰ τῶν λοιπῶν ἀδιήγητον; ὧν τὴν πληθὺν οἶδε μὲν ἀνθρώπων οὐδείς, οὐδὲ στοχάζεσθαι δύναται· οἶδεν δὲ μόνος Θεός, καὶ οἱ μετὰ Θεὸν ἀκεσάμενοι μάρτυρες. Οὐκοῦν λέξωμεν αὐτοῦ τὴν ἀσθένειαν, καὶ μετ’ αὐτῆς τὴν φιλάνθρωπον ἴασιν, ἣν οἱ θεσπέσιοι πρὸς πάντας σαφῶς ἐπιδείκνυνται, Θεοῦ φιλανθρωπίαν μιμούμενοι, καὶ τὸ συγγενὲς εὐμαρῶς ἐποικτίραντες. Τοῖν ποδοῖν ὁ Σαραπάμμων τὸν ἕτερον ἔπασχεν, καὶ τὸ πάθος εἰς τέρας τὸν ἄνθρωπον ἤμειβεν· οὐ τραῦμα γὰρ ἦν ἢ φυμάτιον ἢ ἕτερον σύμπτωμα ῥᾳδίαν ἔχον τὴν ἴασιν, ἀλλ’ ὁ παρ’ ἰατροῖς σκῖρος λεγόμενος, ὅπερ ἐπαχθέστατον νόσημα, ὅλον αὐτοῦ τὸν πόδα μέχρι βομβῶνος περιλαβὸν ὡς ἀσκὸν ἀπετέλεσεν, πολυπλασιάσαν τῷ ὄγκῳ πρὸς τὸν ὑγιᾶ καταλειπόμενον. [2] Οὕτω γὰρ τοῦτο τὸ τερατῶδες ἀρρώστημα τέως τὸν ἔχοντα τίθησιν ἐναλλαγείας ἀφαιρέσει καὶ προσθήκῃ τοῦ πλείονος, ἕως ἂν τὸ ὑπέρογκον αὐξήσεσι περάσῃ τῶν βομβώνων τὸν σύνδεσμον, καὶ ὅλον ἀπολέσῃ τὸν ἄνθρωπον.

Ἀλλ’ ἔτι τοῦ πάθους νεάζοντος, καὶ ἀρχὴν γεννήματος ἄγοντος, ὁ πατὴρ Ἰουλιανὸς (οὕτως ἐλέγετο) τοὺς τῶν ἰατρῶν ἐξέχοντας φέρων ἱκέτευεν, ἐρρωμένον αὐτῷ τὸν παῖδα χαρίσασθαι ... μισθοὺς ἀξίους δώρου χαρίσασθαι. Οἱ δὲ τὸν Γαληνὸν περιστρέφοντες, καὶ τὸν Ἱπποκράτην ἑαυτοῖς ἀνελίττοντες, καὶ πολλὰ μὲν τῷ νοσοῦντι προσφέροντες, εἰς κενὸν δὲ πυκτεύοντες, καὶ ἀνόνητα κάμνοντες, καὶ μηδὲν ὠφελῆσαι δυνάμενοι, τέλος ἐπαύσαντο, τῇ παύλῃ τὴν ἧτταν κοιμίσαντες, καὶ τὴν τοῦ πάθους ἀπόρθητον δύναμιν. [3] Ἐντεῦθεν ἐπὶ Κῦρον ὁ νέος καὶ Ἰωάννην ἐφέρετο· τούτους γὰρ οἱ γονεῖς μεμαθήκασιν ἅπαν νόσημα καὶ πᾶσαν ἀσθένειαν θεραπεύοντας, καὶ νόμοις ἰατρῶν καὶ στοχαστικαῖς ἀποφάσεσι μὴ δουλεύοντας. Οἱ γὰρ ἄνωθεν τὰς ἰάσεις δωρούμενοι, ἐπάνω πάντων εἰσί, καὶ κεναῖς διδαχαῖς οὐχ ὑπόκεινται, ὡς ἐν πᾶσιν αὐτῶν τοῖς σημείοις γινώσκοντες, ἰατρικὸν μηδὲν ἐπιτάττοντες, ἀλλὰ καὶ ἐναντία προστάττοντες. Οἵα γὰρ κοινωνία πρὸς σκότος φωτί; κἀνταῦθα λέγειν ἀκόλουθον· εἴπερ ἐκ Θεοῦ μὲν οἱ μακάριοι μάρτυρες, ἐξ ἀνθρώπων δὲ καὶ ἐκ γῆς οἱ ἐπὶ γῆς ἰατροὶ θεραπεύουσιν. [4] Πρὸς τούτων οὖν ἀπογνωσθέντα τὸν Σαραπάμμωνα λαβόντες οἱ ἅγιοι, ἐλαίῳ καὶ κηρωτῇ τοῖς τὸν πυρσὸν τὸν τὴν ἁγίαν αὐτῶν σορὸν φωτίζοντα τρέφουσιν, τὸν πόδα τὸν πάσχοντα λιπαίνειν κελεύουσιν· τοῦτο κατ’ ὄναρ εἰρηκότες τοῖς φύσασιν.

Ὁ δὲ ποῦς λιπαινόμενος ἐλεπτύνετο, καὶ κηρωτῇ τρεφούσῃ τρεφόμενος κατετήκετο, καὶ ποτιζόμενος ἔλαιον, τὸ πρόσωπον ἱλαρύνετο ποτίζοντ<ο>ς, ἐξηραίνετο, καὶ τὴν προτέραν ἀπελάμβανεν μόρφωσιν, ἣν ὁ κτίσας κατ’ ἰσόρροπον τρυτάνην ἀμφοτέροις ἀπένειμεν. [5] Καὶ οὐ τοῦτο μόνον ὑπῆρχε θαύματος ἄξιον, ἀλλ’ ὅτι τὸ μέγεθος καὶ τὴν αὔξησιν, ἣν ἐν μακρῷ τῷ χρόνῳ προσέλαβεν, ἐν ἡμέραις ὀλίγαις ἀπέβαλεν· τοιαύτη γὰρ τῶν ἁγίων ἡ χάρις καθέστηκεν, ὡς τὰ χρόνια καὶ μεγάλα νοσήματα βραχυτάτῳ καιρῷ καὶ σμικροτάτῳ θεραπεύειν κελεύσματι. Σαραπάμμων οὖν ἰαθείς, ὡς αὐτὸς ἐπίστευεν καὶ οἱ φύσαντες, καὶ τὸ τῶν μαρτύρων ἐθέσπισεν βούλημα, ὑγιὴς σὺν αὐτοῖς ἀπελήλυθεν τὰ χαριστήρια τοῖς εὐεργέταις φθεγξάμενος. Ἡμεῖς δὲ πάλιν ὡς ταύτην πεπονθότες τὴν ἴασιν, οὐχ ἧττον τῶν πεπονθότων τοὺς δεδρακότας ὑμνήσαντες, ἐπ’ ἄλλην εὐεργεσίαν βαδίσωμεν.

Περὶ Γενναδίου τοῦ τὴν κεφαλὴν μυιῶν γέμουσαν ἔχοντος [1] Γενναδίου τὸ πάθος τίς οὐ θαυμάσειεν, καὶ τὴν τοῦ πάθους παράδοξον ἴασιν; ξένα γὰρ ὄντως ἀμφότερα, καὶ παθῶν ἀνθρωπίνων ἀλλότρια, καὶ γαληνίων φαρμάκων ἀνόμοια. Ἀκούσωμεν οὖν καὶ θαυμάσωμεν οὐ τοσοῦτον τὸ νόσημα, ὅσον τοὺς ἰατροὺς τοῦ νοσήματος. Ἤλγει τὴν κεφαλὴν ὁ Γεννάδιος, οὐχ ὡς πάσχειν ἔθος τοὺς πάσχοντας, ἀλλ’ ὡς οὐδεὶς ἐν ἀνθρώποις ἐνόσησεν· μετ’ ἤχους γάρ τινος καὶ βομβώδους κινήματος τὰς ἀλγηδόνας ὑπέμεινεν, ὃ πᾶσιν μὲν ἰατροῖς, πᾶσι δὲ τοῖς ἀκούουσιν ξένον ὑπῆρχε λεγόμενον. Καὶ οἱ μὲν ἄλλοι μόνον τὸ πάθος ἐθαύμαζον, ἰατροὶ δὲ πολλοῖς μὲν ἀλείμμασι, διαφόροις δὲ σμήξεσι, φλεβοτόμοις τε καὶ καθαρσίοις καὶ λοιποῖς χρώμενοι βοηθήμασι, ὠφέλουν οὐδὲν τὸν Γεννάδιον· οὕτω δεινὸν ἦν τὸ νόσημα καὶ ἀλλόκοτον· εἴτε δὲ περιεργίας τοῦτο τεκούσης, εἴτε καὶ φυσικοῦ τινος ἄλλου συμπτώματος, οὐ γινώσκομεν· μόνον γὰρ τὸ πάθος καὶ τὴν τούτου θεραπείαν μαθεῖν ἠδυνήθημεν. [2] Μεθ’ οὗ προσελθὼν ὁ πάσχων τοῖς μάρτυσιν, ταχεῖαν αὐτοῦ τὴν ἀπαλλαγὴν ἐκομίσατο, μαρτυρικῆς γέμουσαν χάριτος, καὶ Ἰωάννου καὶ Κύρου τὴν ἀστείαν συγκατάβασιν ὑπογράφουσαν· ἥτις τρόπῳ τοιῷδε γεγένηται.

Οὐ σιγήσω γὰρ ταύτην οὐδὲ κρύψαιμι, οὐδὲ τοιούτου καλοῦ ζημιώσαιμι τοὺς ἀκούοντας· ὄκνου γὰρ ἔργον ἢ φθόνου σαφῶς τὸ τοιοῦτο καθέστηκεν· ἀλλ’ ὁ μὲν φθόνος ἀπέστω πάντῃ τῆς ἡμῶν μετριότητος καὶ παντὸς Χριστιανοῦ καὶ θεόφρονος· ὄκνος δὲ πάλιν ὁ πένης καὶ τοὺς φίλους πένητας ἐργαζόμενος, κατὰ τὴν παροιμιώδη Σολομῶντος παραίνεσιν, ἐλαυνέσθω μὲν ἀεὶ πρὸ τῆς ἡμῶν ταπεινώσεως, μάλιστα δὲ νῦν ὅτε ψυχῇ καὶ βουλῇ φιλομάρτυρι, Κύρου καὶ Ἰωάννου τὰ φιλάνθρωπα γράφομεν θαύματα. [3] Ἐκάθευδεν μὲν οὖν ὁ Γεννάδιος, ἠγρύπνουν δὲ μάρτυρες οἱ θεσπέσιοι, καὶ τοῦ καθεύδοντος διηρεύνων τὴν ἴασιν, καὶ τὴν θεραπείαν ἐβράβευον· εἶτα πρὸς αὐτὸν παραγίνονται, καὶ τοῖς τοῦ Κυρίου λόγοις ἐχρήσαντο, οὓς πρὸς τὸν ἐν τῇ προβατικῇ κολυμβήθρᾳ κατακείμενον ἔλεξεν, Θέλεις γάρ, ἔφασαν, ὑγιὴς γενέσθαι; Ὁ δὲ τό, Ναί, πρὸς αὐτοὺς ἀπεκρίνατο· τί γὰρ οὐκ ἔμελλε λέγειν τοιαύτῃ νόσῳ σφόδρα τιμωρούμενος;

Τότε πάλιν πρὸς αὐτὸν εἶπον οἱ ἅγιοι· Εἰ θέλεις οὖν ὑγιὴς γενέσθαι, ἔξελθε πρωΐας τοῦ τεμένους ἀπὸ τῆς στρωμνῆς ἀνιστάμενος, καὶ καμήλοις συναντήσας τρισί, σὺν ἀνδρὶ τῷ ταύτας ἐφέλκοντι, τούτων τῆς ἐσχάτης λαβόμενος, οὐ μὴ πρότερον ἐάσῃς πορεύεσθαι, ἕως ἂν ἀφοδεύσειε· τὸ ταύτης γὰρ ἐκκρινόμενον σκύβαλον ὕδασιν εὐθέως δευόμενον, τῆς σῆς ἀρρωστίας ἔσται βοήθημα, καὶ κακοῦ σε τηλικούτου λυτρώσεται, τῇ σῇ κεφαλῇ προσφερόμενον. Ταῦτα φήσαντες ἀπῆλθον οἱ μάρτυρες. [4] Ὁ δὲ νοσῶν τῆς στρωμνῆς ἀναστάς, ὡς κεκέλευστο, πληρώσων ἐξῄει τὸ θέσπισμα· καὶ καμήλους τρεῖς εὑρὼν ὡς ἐπύθετο, τῆς τελευταίας τῆς φορβείας ἐδράξατο· καὶ ταύτης δραξάμενος, τῶν λοιπῶν τὴν πορείαν ἐκώλυεν. Ὁ δὲ τούτων ἔχων τὴν πρόνοιαν, λόγοις μὲν ἀπολῦσαι τὸ πρότερον πείθειν ἐπειρᾶτο τὸν ἄρρωστον· ὡς δ’ εἶδεν αὐτὸν μὴ πειθόμενον, ἀνατείνας αὐτοῦ τὸ καμηλόκεντρον, τὴν πάσχουσαν αὐτοῦ κεφαλὴν ἐμαστίγωσεν, καὶ ταῖς ἐν αὐτῇ φρουρουμέναις μυίαις ποθουμένην ἀνοίγει ἔξοδον.

Αἳ θύραν εὑροῦσαι φυγῆς τε καὶ πτήσεως, εἴργεσθαι λοιπὸν οὐκ ἠνείχοντο, ἀλλὰ τούτου γεγονότος ἀνέπτησαν, καὶ ῥαγέντος τοῦ περιφράγματος ᾤχοντο, καὶ τοῦ δεσμωτηρίου διορυγέντος ἀπέδρασαν, καὶ τὸν φωλεὸν ἐκεῖνον τὸν καινὸν διωχθεῖσαι κατέλιπον ὀδύνης ἔρημον καὶ τῆς αὐτῶν ἀκοιμήτου βλάβης τὸν ἄνθρωπον καὶ τὸν παρόντα τόπον τότε ἐπλήρωσαν, θέαμα καινὸν τοῖς ὁρῶσιν ἐκθέουσαι. Καὶ τῶν μὲν μυιῶν οὕτως ἐλευθερώθη Γεννάδιος, μαρτυρικῇ χειρί, καὶ οὐ ῥάβδῳ καμηλίτου, τὴν ἐλευθερίαν εὑράμενος. [5] Ἔτι δὲ ταῖς μυίαις τοῦ τραύματος βρύοντος καὶ στενουμένου ταῖς φοβεραῖς αὐτῶν ἀναπτήσεσιν, ἡ λεχθεῖσα κάμηλος, ὡς ἀπό τινος ἀνενδότου προστάγματος τὴν κόπρον ἐξέκρινε· καὶ ταύτην εὐθέως οἱ παρεστῶτες ἁρπάσαντες, καὶ θᾶττον ὕδασι δεύσαντες, τὸ μυοφόρον ἐκεῖνο τραῦμα κατέπλασαν, τὴν εἴσοδον αὐταῖς ἀναφράττοντες, μὴ πάλιν εἰσέλθωσιν ἀναστρέψασαι, καὶ κατὰ τὰ ἑπτὰ πονηρότατα πνεύματα μένοιεν, καὶ χείρονα τὰ ἔσχατα τῶν προτέρων ἐργάσοιντο. [6] Ἐπιτεθέντος δὲ τοῦ ἐκ βολβίτων φαρμάκου τῷ τραύματι φροῦδον αὐτὸ παραχρῆμα πεποίηκεν, καὶ πᾶσιν σχεδὸν εἰπεῖν ἄγνωστον τοῖς ὁρᾶν βουλομένοις τῶν μυιῶν τὴν ἔπαυλιν, μόνους δὲ τῆς ἐξόδου τοὺς τύπους ἐφύλαξε, τῆς Κύρου καὶ Ἰωάννου φιλανθρωπίας μνημόσυνον, καὶ τῆς αὐτῶν μαρτυρικῆς δυνάμεως μάρτυρας.

Ἡμεῖς δὲ καὶ νῦν ὡς ἐπὶ πᾶσι ποιοῦμεν τοῖς θαύμασι, τοὺς ἁγίους ὑμνήσωμεν, τῆς ὑμνῳδίας κοινωνὸν καὶ ἡγούμενον ἔχοντες τὸν ἰαθέντα Γεννάδιον· καὶ οὕτω τὸν λόγον πρὸς ἑτέρου θαύματος ἐπαγγελίαν ῥυθμίσωμεν.