Ταῦτα γὰρ ἤλγει τε καὶ ἐξογκοῦτο δι’ ὧν τῶν εὐνούχων ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διάκρισις γίνεται· οὐ μόνον δὲ τῷ ἐκ τούτου δυσκινήτῳ βαδίσματι χρώμενος, ἑαυτὸν ἡμῖν ὡς ἐν χειμῶνι μέλισσαν ἔδειξεν, ἀλλ’ ἐπὶ τῷ τοιούτῳ νοσήματι τάχα καὶ αὐτὸς αἰσχυνόμενος, καὶ κρύπτειν ἐθέλων ἑαυτοῦ τὴν ἀσθένειαν, καίτοι ψυχικοῖς οὐ γὰρ σωματικοῖς ἐπαισχύνεσθαι προσετάχθημεν πάθεσιν· Αἰσχυνθείησαν γάρ, φησίν, οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· καὶ πάλιν· Αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· τὴν εἰδωλολατρείαν τῷ τῆς Σιδῶνος δηλώσας ὀνόματι· καὶ αὖθις· Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν πάντες οἱ μισοῦντες Σιών· καὶ ὁ Κύριος δὲ τοὺς εἰς αἰσχύνην ἐκπεμπομένους αἰώνιον, οὐ τοὺς σωματικοῖς βρίθοντας πάθεσιν (αὐτὸς γὰρ καὶ τὰς ἀσθενείας ἡμῶν καὶ τὰς νόσους ἐβάστασεν), ἀλλὰ τοὺς ψυχικῶς ἀσθενήσαντας καὶ φαύλων ἐργάτας γενομένων πράξεων εἴρηκεν. [2] Τὰ μὲν γάρ ἐστιν τῶν νοσημάτων ἀκούσια, ὅσα σώματος καὶ περὶ σῶμα γνωρίζεται· τὰ δὲ ἑκούσια καὶ γνώμης ἡμετέρας κυήματα, ὅσα ψυχῆς αὐτεξουσίου καὶ νοερᾶς τὸ κάλλος λυμαίνεται· καὶ διὰ τοῦτο περὶ μὲν τῶν προτέρων οὐδεὶς ἡμῖν τῶν ἁγίων ἐγκαλέσας φαίνεταί ποτε, οὐ νόμος, οὐ προφήτης, οὐ δίκαιος, οὐκ ἀπόστολος, οὐ διδάσκαλος (τούτοις γὰρ καὶ αὐτοὶ πάντες ὑπέκειντο, ὡς σῶμα ἡμῖν παραπλησίως φορέσαντες· οὗ καὶ αὐτὸς ὁ Κύριος γενόμενος ἄνθρωπος καὶ χρηματίσας ἡμῖν ὁμοιοπαθής, καὶ διὰ σῶμα καὶ ψυχὴν λογικὴν ὁμοούσιος). [3] Περὶ δὲ τῶν τῆς ψυχῆς προαιρετικῶν καὶ οὐκ ἀναγκαίων παθῶν ἐνεκάλεσαν ἅπαντες, νόμος μὲν τιμωρούμενος, καὶ κατάλληλον ὁρίζων τῷ πάθει τὴν κόλασιν· προφῆται τούτων ἀπέχεσθαι, καὶ τὰ κρείττω μεταποιεῖσθαι κελεύοντ<ε>ς· δίκαιοι παραινοῦντες αὐτῶν τὴν ἀπόλειψιν, ἀπόστολοι χειραγωγοῦντες πρὸς τὴν ἀπ’ αὐτῶν μετανάστασιν, διδάσκαλοι τούτων ἡμῖν τὴν φυγὴν ὑποφαίνοντες. [4] Ὁ δὲ Κύριος πρῶτος ἡμῖν τῆς δικαιοσύνης ὁδὸν ἐνδειξάμενος, καὶ τρίβον τῆς ἀπὸ τῶν ψυχικῶν παθῶν τελείας ἀναχωρήσεως πρῶτος εὑράμενος, πᾶσιν τὸ Μάθετε ἀπ’ ἐμοῦ, φιλανθρώπως ἐφθέγξατο.