Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ καὶ εἰς τὴν ἁγίαν ἀνάστασιν

Σωφρόνιος Ἱεροσολύμων

Το ερμηνευτικό ζήτημα της εναλλαγής της λειτουργικής τάξεως

Διερεύνηση του παραδόξου της προτάξεως της Αναστάσεως έναντι του Σταυρού κατά τον εορτασμό, με σκοπό την πνευματική ενίσχυση και προστασία των προσκυνητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 4

Καὶ ὣ τοῦ θαύματος ! καὶ τί εἰπεῖν ἀπορῶ τὸ μυστήριον; πάλαι μὲν γὰρ τῆς ἀναστάσεως ὁ σταυρὸς προηγήσατο, ἄρτι δὲ ἡγεμόνα καὶ πρόδρομον ὁ σταυρὸς τὴν ἀνάστασιν κέκτηται. Ὢ τῆς θαυμαστῆς ἀνταμείψεως ! Ὁρῶ γὰρ κἀνθάδε τοῦ Σωτῆρος τὸ λόγιον ἀναφανδὸν ἐπ’ αὐτοῖς ἐκπληρούμενον· «Ἰδοὺ γὰρ οἱ ἔσχατοι γεγόνασι πρώτιστοι, καὶ τὸ ἔμπαλιν οἱ πρῶτοι πεφήνασιν ἔσχατοι.» Καὶ τίς ἄρα φάναι δυνήσεται τουτωνὶ τῶν ἀμοιβῶν καὶ ἀλλαγμάτων τὸ αἴτιον; Οὐ γὰρ δρόμοις τισὶ τούτων χρωμένων, ἡ μὲν προπεπήδηκεν, ὁ δὲ ὡς βραδὺς ἐφυστέρησε. Τί γὰρ μὴ, ὡς καὶ πρότερον, ὁ μὲν θεῖος σταυρὸς προανατείλας ἐξήστραψεν, ἡ δὲ φωτοφόρος ἀνάστασις μετ’ ἐκεῖνον τριήμερος ἔλαμπε;

Καὶ τί μὲν συνειδότες ἡμῶν οἱ γεννήτορες τούτων τὴν ἀμοιβὴν ἐποιήσαντο, λέγειν ἀναμφιβόλως οὐκ ἔχομεν. Οἰόμεθα δὲ καὶ στοχαζόμεθα, τοὺς ἐκ τῶν περάτων ἀφικνουμένους πρὸς τὴν αὐτῶν ζωηφόρον προσκύνησιν τῆς ὑστερήσεως καὶ τῆς προπορεύσεως εἶναι τὸ αἴτιον· ὅπως πρότερον οὗτοι τῆς ἀναστάσεως τὴν περιχαρῆ καὶ λαμπρὰν ἑορτὴν ἑορτάσαντες, μετὰ δὲ ταύτην εὐθὺς σταυροῦ τὴν μακαρίαν ὕψωσιν βλέποντες, ἐφόδιον καλὸν καὶ σωτήριον τὴν αὐτοῦ πανσθενεστάτην συμπόρευσιν ἔχοιεν, ἐν ὁδοιπορίαις συνθέουσαν ἐν πελάγει συμπλέουσαν, καὶ τὴν πανταχοῦ σωτηρίαν βραβεύουσαν, καὶ ἐκ πάντων ἐναντίων φυλάττουσιν, καὶ αὐτοῖς ὑμῖν δεικνῦσαν τοῖς πράγμασιν, ὡς πάντα τῆς οἰκουμένης τὰ πέρατα ἡ παναλκεστάτη τοῦ σταυροῦ περιείληφε δύναμις, καὶ ὡς τὰ πάντα πληροῖ, καὶ ἀκόπως πανταχοῦ παραγίνεται, τῶν δυσχερῶν τοὺς πιστοὺς διασώζουσα καὶ σωτηρίαν αὐτοῖς εὐσεβοῦσι πυρσεύουσα, καὶ τὰ πάντων ἐχθρῶν καταργοῦσα βουλεύματα.

Τάχα δέ τις καὶ ἕτερος λόγος ἔνεστι κρύφιος, ὃν ἴσασι καὶ ἐπίστανται οἱ πάλαι γεγονότες ταυτησὶ τῆς ἐκκλησίας διδάσκαλοι, ὂν ἡμεῖς οἱ ἐλάχιστοι μὴ εἰδέναι τανῦν σαφῶς ὁμολογεῖν οὐκ αἰδούμεθα. Δοίη δὲ ὁ Θεὸς καὶ τούτου τὴν εἴδησιν, ὡς ἀραρότως πιστεύομεν, διὰ μόνην ὑμῶν τῶν πιστοτάτων ὠφέλειαν.