Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ καὶ εἰς τὴν ἁγίαν ἀνάστασιν

Σωφρόνιος Ἱεροσολύμων

Πνευματικός εορτασμός και συσταύρωση με τον Χριστό

Ηθικές και πρακτικές προτροπές για την αξιοπρεπή συμμετοχή στις εορτές, μέσω της αποβολής των παθών, της υιοθέτησης νέας εν Χριστώ ζωής και της επιδιώξεως της ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 4

Τί τοίνυν τούτων ἡμῖν τῶν μακαρίων ἑορτῶν ὑψηλότερον; τί τούτων ἡμῖν τῶν ἱερῶν πανηγύρεων ἐν τοῖς οὖσίν ἐστιν ἱερώτερον; ἢ πῶς χαρησόμεθα καὶ σκιρτήσομεν τούτων τὰς ἑορτὰς ἑορτάζοντες; Ἀναστάσεως ἔλλαμψις, καὶ σταυροῦ δᾳδοῦχος προσκύνησις.

Ταῦτα ἡμῖν τῆς πάσης σωτηρίας τὰ τρόπαια. Ταῦτα ἡμᾶς θανάτου καὶ παθῶν λυτρωσάμενα, καὶ τῆς δαιμόνων κακίστης λυμάνσεως, πρὸς τὸν Δεσπότην ἡμῶν ἐπανήγαγε, τὰ κατηφῆ καὶ σκυθρωπὰ καταλύσαντα, καὶ τῶν χαροποιῶν ἡμῖν τὴν αὐγὴν ἐκπετάσαντα. Ἢ οὐ ζωῆς ἡμῖν ἡ ζωοτόκος ἀνάστασις δωρεῖται τῆς ἀθανάτου τὴν εἴσοδον; ἢ οὐ παθῶν ἡμῖν ἀπολύτρωσιν ἐγγεννᾷ καὶ ὁ σταυρὸς ἀνυψούμενος;

Καὶ γὰρ ἀληθῶς ταῦτα τῆς πρὸς Θεὸν οἰκειώσεως πάλιν ἡμᾶς μετόχους ἀνέδειξε, δι’ ἣν καὶ γεγέννηται καὶ πᾶσιν ἡμῖν τοῖς ἐπὶ γῆς ἀνατέταλκε. Τούτων τοιγαροῦν τὴν μυστικὴν γινώσκοντες δύναμιν, καὶ ὅσον ἡμᾶς εὐεργέτησε, καὶ ὧνπερ ἡμῖν ταῦτα γεγένηται πρόξενα, οὕτως αὐτὰ καλῶς καὶ εὐσεβῶς ἑορτάσωμεν, ὡς αὐτὰ τιμώμενα βούλεται, «μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, μὴ ἁρπαγαῖς καὶ ἀδικίαις·» καὶ τῶν λοιπῶν σιγῶ τὸν κατάλογον. Τολμῶ γὰρ εἰπεῖν, ἀδελφοὶ γνησιώτατοι, καὶ τῆς αὐτῆς ἡμῶν πίστεως σύγκληροι, καὶ γονὰς τὰς αὐτὰς πνευματικὰς συμπλουτήσαντες, ὡς τὸν οὕτως αὐτὰς ἑορτάζειν ἐθέλοντα, οὐ μόνον οὐχ ὁρᾷ, οὐ προσίεται, ἀλλὰ καὶ ἀποστρέφεται, καὶ βδελύττεται, ὡς ἀπρεπῶς αὐτοῖς πολιτευόμενον, καὶ τὰ μισητὰ πάμπαν αὐτοῖς ἐργαζόμενον. Διὸ παρακαλῶ καὶ προτρέπομαι, ταῦτα μισεῖν καὶ ἐκτρέπεσθαι, ἅπερ ἡμῶν μισεῖ τὰ σεβάσμια· κἀκεῖνα φιλεῖν καὶ ἐργάζεσθαι, ἅπερ ἀρέσκειν αὐτοῖς ἐπιστάμεθα. Ἀρέσκειν δὲ καὶ τέρπειν ἐπίστανται, ὅσα πρὸς σωτηρίαν ἐπανάγει τὸν πράσσοντα, καὶ ὅσα πρὸς ζωὴν ὁδηγεῖ τὴν αἰώνιον. Ἢ οὐ ζωὴν ἡμῖν μὴ τελευτῶσαν, καὶ φῶς ἡμῖν οὐ δυόμενον ἤστραψε Χριστόθεν ἀνθρώποις ἐκλάμψαντα; Οὐκοῦν ἀμείψωμεν καὶ ἡμεῖς τὰ ἑαυτῶν πολιτεύματα, καὶ τὴν προτέραν ἀναστροφὴν ἀποδυσάμενοι ὡς βλαβερὰν καὶ ὀλέθριον, ἐν καινότητι ζωῆς εὐδρομήσωμεν.

Ἢ οὐ ζωῆς ἡμῖν ἡ ἀνάστασις δωρεῖται τὴν κλήρωσιν; ἢ οὐ τὸν παλαιὸν ἡμῶν ὁ σταυρὸς ἀπεσταύρωσεν ἄνθρωπον;

Εἰ οὖν τὴν ἀνάστασιν σέβομεν, καὶ ταύτης τὴν ἑορτὴν ἑορτάζομεν, καὶ καινοτέραν ζωὴν ἀγαπήσωμεν, δι’ ἧς οὐκ ἐσόμεθα φίλοι μόνῳ τῷ στόματι, ἀλλὰ καὶ μύσται αὐτῆς οἰκειότατοι. Εἰ δὲ καὶ τὸν σταυρὸν ἀσπαζόμεθα, τί μὴ καὶ τὰ πάθη συσταυροῦμεν τοῖς μέλεσιν, ἵνα Παύλῳ καὶ ἡμεῖς συμβοήσωμεν· «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός;» Εἰ οὖν ἐν τούτοις ζῇν ὁ Χριστὸς ἐπαγγέλλεται ἐν τοῖς ἑαυτοὺς τῷ κόσμῳ σταυρώσασι, καὶ «τὰ ἐπίγεια μέλη νεκρώσασιν,» ὡς Παῦλος βοᾷ καὶ μαρτύρεται, τί μὴ τοιαῦτα καὶ ἡμεῖς ἐργαζόμεθα, καὶ μέλος ἄπαν νεκροῦμεν ἐπίγειον, πάθος, ἐπιθυμίας κακὰς, καὶ τούτων τὴν λοιπὴν συναρίθμησιν, ἵνα καὶ ζήσῃ ἐν ἡμῖν ὁ Χριστὸς, καὶ ζωὴν τὴν ἀγήρω δωρήσηται; Οὐκοῦν τὴν μετὰ πάντων εἰρήνην διώκωμεν, καὶ τὸν ἁγιασμὸν σὺν αὐτῇ πορισώμεθα· τούτων γὰρ χωρὶς «οὐκ ἄν ποτέ τις τὸν Κύριον ὄψεται,» ὡς Παῦλος πάλιν ἡμῖν μεμαρτύρηκε.