Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ καὶ εἰς τὴν ἁγίαν ἀνάστασιν

Σωφρόνιος Ἱεροσολύμων

Χριστολογική ειρήνη και καταληκτήρια δοξολογία

Χριστολογική ανάλυση του ρόλου του Σωτήρος ως χορηγού ειρήνης και αγιασμού, ακολουθούμενη από την τελική προτροπή για συμμετοχή στη βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 4

Καὶ διὰ τοῦτο καὶ εἰρήνη Χριστὸς καταγγέλλεται· «Αὐτὸς γάρ ἐστι, φησὶν, ἡ εἰρήνη ἡμῶν·» καὶ «ἁγιασμὸς» προσωνόμασται. Εἰρήνη μὲν, ὡς εἰρηναίαν κομίσας ὁμόνοιαν, ἑνώσας τε τοῖς ἐπὶ γῆς τὰ οὐράνια, καὶ Ἐκκλησίαν μίαν ἄμφω τευξάμενος.

Ἁγιασμὸς δὲ καὶ ἀπολύτρωσις (πρὸς γὰρ τοῖς προτέροις καὶ τοῦτο κηρύττεται), ὡς λυτρωτὴς ἡμῶν τῶν αἰχμαλώτων γενόμενος, καὶ οὐ μόνον ἡμᾶς δαιμόνων καὶ παθῶν λυτρωσάμενος, ἀλλὰ καὶ ἁγιασμὸν ἡμῖν ἐμφυτεύσας τὸν ἔνθεον.

Ἄπερ ἐκ φωνῆς τῆς ἐμῆς ἐπακούσητε, πάσῃ σπουδῇ καὶ προθέσει διώκωμεν καὶ κτώμεθα, καὶ ἁρπάζωμεν, καὶ Χριστῷ δι’ αὐτῶν συναπτώμεθα, τὴν καλὴν καὶ μακαρίαν συνάφειαν. Τὸν γὰρ οὕτω πρὸς αὐτὸν ἀφικνούμενον, οὐ μὴ ἐκβάλῃ ἔξω τῆς αὐτοῦ ἀγαθότητος καὶ μακαριότητος, ἄπαγε! Σπεύσωμεν οὖν ταυτηνὶ τὴν συμφωνίαν πρὸς αὐτὸν κτήσασθαι, ἧς οὐκ ἔστι τι προτιμότερον, καὶ τὸ ζῇν Χριστὸν ἐν ἡμῖν ἐξωνήσασθαι δράμωμεν, οὗπερ οὐδέν ἐστι κραταιότερον, ἵνα τοῦτον τὸν πλοῦτον κτησάμενοι, καὶ βασιλείας οὐρανῶν ἀπολαύσωμεν, καὶ ζωὴν τὴν αἰώνιον εὕρωμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.