Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Σωφρόνιος Ἱεροσολύμων

Η εκπλήρωση των προφητειών και η υποστατική ένωση

Η προφητεία του Ησαΐα για τον Εμμανουήλ, η επέλευση του Αγίου Πνεύματος, η συγκατάθεση της Θεοτόκου και η ορθόδοξη διδασκαλία για την ασύγχυτη ένωση των δύο φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 6 από 7

ΜΑʹ. Καὶ ὅτι τοῦτο Θεοῦ τὸ ἐπάγγελμα διὰ σοῦ καὶ μόνης τὴν πλήρωσιν ἔμελλε δέξασθαι, προφητικοῖς σε πιστώσομαι ῥήμασιν. Ἡσαΐας γοῦν ὁ θαυμάσιος τὴν ἐκ σοῦ τοῦ Λόγου καὶ Θεοῦ προορώμενος σάρκωσιν, σύλληψίν τε θείαν καὶ ἄσπορον, καὶ κυοφορίαν ἀνώδυνον, καὶ γέννησιν ἄφραστον, καὶ γαλούχησιν ἄλεκτον, ὧδε φανερῶς προανακέκραγεν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ὁρᾷς, Παρθένε ἁγνὴ καὶ ἀμόλυντε, ὡς παρθένον ἀναντιῤῥήτως προηγόρευσε τὴν τὸν Ἐμμανουὴλ τέξεσθαι μέλλουσαν; ἥτις σὺ καὶ μόνη καθέστηκας, καὶ οὐχ ἑτέρα τις πρὸ σοῦ ἢ μετὰ σὲ θεαθήσεται. Οὐ γὰρ, Ἰδοὺ αἱ παρθένοι, φησὶν ὁ θεόπνευστος, ἐν γαστρὶ ἕξουσι, καὶ τέξονται υἱοὺς, καὶ καλέσουσι τὰ ὀνόματα αὐτῶν Ἐμμανουὴλ, ἵνα καὶ ἄλλην παρθένον παραστήσω σοι τίκτουσαν.

Εἷς γὰρ ὁ Ἐμμανουὴλ, ὂν σὺ σαρκικῶς, ὦ Παρθένε, γεννήσειας, καὶ οὐκ ἄλλος ὁ Ἐμμανουὴλ ἢ πρότερον γέγονεν, ἢ μετὰ ταῦτα γενήσεται, ἵνα καὶ ἄλλη παρθένος τόκον τέκοι παράδοξον· καὶ μία σὺ εἶ, ὦ Παρθένε, ἡ τούτου θεία γεννήτρια, καὶ οὐκ ἄλλη τις πρὸ σοῦ Θεομήτωρ πεφήμισται, ἢ μετὰ σὲ προσγενήσεται.

ΜΒʹ. Οὐκοῦν κάλλιστά σοι καὶ πρεπωδέστατα κέκραγα· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ» Τὸ γὰρ Ἐμμανουὴλ Ἑβραϊκῇ διαλέκτῳ λεγόμενον, εἰς Ἑλλάδα φωνὴν ἀμειβόμενον, «Μεθ’ ἡμῶν ὁ Θεός,» ἐκλαμβάνεται. Πότε δὲ Θεὸς μετὰ ἀνθρώπων γεγένηται, καὶ τοῖς ἀνθρώποις ὑμῖν συνηρίθμηται, εἰ μὴ νῦν ἐν ἐσχάτοις καιροῖς τοῦ αἰῶνος, ὅτε καὶ σπέρματος Ἀβραάμ ἐπελάβετο,» καὶ σάρκα τὴν ἐκ σοῦ προσανείληφε;

Τὸ γὰρ Ἐμμανουὴλ ἐξηγούμενον, διττῆς ἑρμηνείας καθέστηκε· φύσεως ἀνθρωπίνης καὶ θείας, ἐξ ὧν καὶ συντέθειται, ἐν αἷς καὶ γνωρίζεται. Τέλειος γὰρ ὢν Θεὸς προαιώνιος, τέλειος ἐν σοὶ γέγονεν ἄνθρωπος, τὴν ἀνθρωπείαν φύσιν ἐκ σοῦ προσλαβόμενος. καὶ ταύτην ἑαυτῷ συνθεὶς καθ’ ὑπόστασιν· φυλάξας ἀναλλοίωτον, τὴν φυσικὴν ἑκατέρας ποιότητα φύσεως, καὶ τὰ τούτων φυσικὰ καὶ οὐσιώδη γνωρίσματα. Ὅ τε γὰρ Θεὸς Λόγος, Θεὸς Λόγος μεμένηκε, καὶ εἰ φύσιν σαρκὸς φυσικῶς ἠμφιάσατο· ἥ τε σὰρξ ἐμψυχωμένη λογικῶς, ἢν ἐκ τῶν σῶν ἀχράντων αἱμάτων προσείληφε, καὶ πνεύματι ζωῆς λογικῆς ἐψύχωσε, σὰρξ λογικῶς ἐμψυχωμένη μεμένηκε, καὶ εἰ μόνου Θεοῦ Λόγου σὰρξ ἐγνωρίζετο, ἡνωμένη αὐτῷ καθ’ ὑπόστασιν, καὶ εἰς ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως συνδρομὴν οὐ τεμνομένην συνθέουσα, οὐδὲ μὴν τὰ ἑνούμενα τρέπουσαν, καὶ εἰς οὐσίας ταυτότητα φέρουσαν.

Εἰ καὶ ἑκατέρων οὖν ὁ Χριστὸς διεφύλαξε τῶν φύσεων καὶ οὐσιῶν τὸ διάφορον· εἷς Υἱὸς καὶ Χριστὸς ἐκ σοῦ τῷ κόσμῳ φανήσεται, οὐ δεικνὺς υἱῶν καὶ χριστῶν τὸ διάφορον. Ὁ γὰρ ὢν Θεὸς ἀληθὴς, ἄνθρωπος ἀληθὴς καὶ τεχθήσεται, ψεῦδος οὐδὲν ἐνδεικνύμενος, ὧν ἂν καλοῖτο καὶ λέγοιτο. Διὰ τοῦτο Ἐμμανουὴλ προσκληθήσεται, ὡς ἄμφω πεφυκὼς κατὰ ἀλήθειαν, καὶ Θεὸς ὁ αὐτὸς ἀπερίγραφος, καὶ ἄνθρωπος ὁ αὐτὸς κατὰ ἀλήθειαν· τὸ μὲν κατὰ τὴν ἐκ Πατρὸς ἀΐδιον γέννησιν, τὸ δὲ κατὰ τὴν ἐκ σοῦ τῆς Μητρὸς χρονικὴν καὶ ἐνσώματον κύησιν. Οὕτω γὰρ σώζειν τὴν ἀνθρωπείαν φύσιν ηὐδόκησεν· ὅτιπερ εἰς τοσαύτην ἑαυτὸν καθῆκεν ὁ ἀκένωτος κένωσιν, ἵνα τὴν κενωθεῖσαν εἰς γῆν διαφθορᾶς, ἀνθρωπότητα, πάλιν ἐκ γῆς ἀναστήσῃ, καὶ οὐρανίων κλήρων ποιήσῃ μέτοχον, ἀντὶ τῆς ἐν παραδείσῳ τὸ πρὶν ἀπολαύσεως.

ΜΓʹ. Καὶ πῶς τοῦτο, ὦ θεοδόχε Παρθένε, γενήσεται, ἐρῶ καὶ φράζω τοῖς ῥήμασιν, ἐπειδὴ καὶ τοῦτο πρὸς σὲ λέξων ἐλήλυθα· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Ἔχεις σαφῆ τὴν ἀπόδειξιν, ἔχεις ἀληθῆ τὴν ἀγόρευσιν.

Πνεῦμα ἅγιον ἐπὶ σὲ, τὴν ἀμόλυντον, κάτεισι, καθαρωτέραν σε ποιησόμενον, καὶ καρπογόνον σοι παρεξόμενον δύναμιν. «Ἐπισκιάσει δέ σοι ἡ Θεοῦ» παντοδύναμος «δύναμις,» τοῦτ’ ἔστιν, ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς ὁμοούσιος. Οὗτος γὰρ αὐτοῦ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ χείρ ἐστι καὶ βραχίων καὶ δύναμις, καὶ δι’ αὐτοῦ ὁ Πατὴρ, ὡς δι’ Υἱοῦ, τὰ πάντα πεποίηκε, καὶ «ἐν αὐτῷ τὰ πάντα συνέστηκε,» τὴν ἐκ σοῦ ποιησόμενος ἀνερμήνευτον σάρκωσιν, καὶ τὴν ἐκ σοῦ ἐνδειξόμενος ἀγεώργητον σύλληψιν, καὶ τὴν ἐκ σοῦ ἐργασόμενος ἀπερινόητον γέννησιν.

ΜΔʹ. «Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Εἰ τοίνυν Θεοῦ Υἱὸς, ὁ ἐκ σοῦ τεχθησόμενος τῆς Θεοτόκου Παρθένου, κληθήσεται, πῶς οὐ παρθένος ἡ τοῦτον γεννῶσα φανήσεται; Δεῖγμα γὰρ τοῦτο σαφὲς καὶ ἀκράδαντον γνώρισμα ἔσται τῆς αὐτοῦ τῶν πάντων κρατούσης θεότητος, τὸ παρθένον σε τυγχάνουσαν ἄσπιλον τεκεῖν τὴν ἀνέκφραστον γέννησιν, καὶ παρθένον μεῖναι μετὰ τὴν ἄφθορον λόχευσιν.

Εἰ γὰρ Θεὸς, ὁ ἐκ σοῦ τῆς παρθένου τικτόμενος, ὥσπερ οὖν καὶ Θεὸς ἔστι καὶ κηρύττεται, τί οὐκ ἂν βουληθεὶς διαπράξαιτο; Θεὸς γάρ ἐστι, κἂν εἰ καὶ ὡς ἄνθρωπος τίκτηται· καὶ ἄνθρωπός ἐστι, κἂν εἰ καὶ ὡς Θεὸς παρθένον σε φυλάττῃ τὴν τίκτουσαν.

Διὰ τοῦτο γὰρ καὶ αὐτὸς ἐγὼ Γαβριὴλ πρὸς σὲ τὴν Παρθένον ἀπέσταλμαι, ἵνα μου καὶ αὐτῷ δηλῶ τῷ ὀνόματι, ὡς Θεὸς ὑπάρχει καὶ ἄνθρωπος ὁ ἐκ σοῦ τῆς ἀχράντου Παρθένου τικτόμενος. Καὶ γὰρ καὶ τὸ Γαβριὴλ ὄνομα εἰς ἑρμηνείαν ἀγόμενον, Θεὸν ἀγορεύει καὶ ἄνθρωπον. Ἐπεὶ πολλοὶ κατ’ οὐρανὸν ἐτύγχανον ἄγγελοι, ἀλλ’ οὐδένα τούτων στεῖλαι βεβούλευται· ἀλλ’ ἐμὲ, τὸν τούτων ἕνα φαινόμενον.

Γαβριὴλ δὲ ὀνομαζόμενον, ἔπεμψεν, ἵνα καὶ λόγῳ τῷ ἐμῷ καὶ ὀνόματι δηλώσω σοι σαφῶς τὸν ἐκ σοῦ τεχθησόμενον, ὡς Θεός ἐστι καὶ ἄνθρωπος, καὶ «πάντα φέρει τῷ τῆς οἰκείας δυνάμεως ῥήματι·» καὶ, ὡς ἅγιος εἴη, καὶ τῶν ἁπάντων ἀνθρώπων ἁγιάσοι τὴν γέννησιν, καὶ ὡς Υἱὸς Ὑψίστου κληθήσεται, καὶ υἱοὺς Ὑψίστου ποιήσειε χάριτι τοὺς εἰς αὐτὸν πιστεύοντας. Λοιπὸν τοῖς ἐμοῖς, ὦ Παρθένε, πίστευε ῥήμασι· πάντως γὰρ οὗτοι πραγματικῶς πληρωθήσονται.

Ἀληθεύω γάρ σοι φθεγγόμενος, ὡς ἀληθείας κήρυξ καὶ ἄγγελος. Καὶ πρὸς σὴν πληροφορίαν καὶ πίστωσιν μείζονα τῆς τῶν ἐμῶν ῥημάτων πληρώσεως. Καὶ σημεῖον ἀναντίῤῥητον δίδωμι, ὅπως μένοις περὶ τὴν πίστιν ἀσάλευτος· «Ἰδοὺ γὰρ Ἐλισάβετ, ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.» Καὶ τοῦτό σοι δεῖγμα γενήσεται κράτιστον, ὡς πάντα μου τὰ ῥήματα, πρὸς σὲ, τὴν πᾶσι σεπτὴν, εὐαγγέλια, τέλος ἀληθὲς καὶ σωτήριον δέξεται πρὸς ἀνθρώπων ἁπάντων ζωὴν καὶ ἐκλύτρωσιν. Τῆς γὰρ αὐτῆς παρὰ Θεῷ τυγχάνει δυνάμεως, καὶ τὸ, στείραν τεκεῖν τὴν οὐ τίκτουσαν, καὶ τὸ, παρθένον τεκεῖν τὴν ἀνύμφευτον.

Σὺ οὖν χαῖρε, ὦ κεχαριτωμένη παρθένε καὶ ἔνθεε, ἐφ’ οἷς σοι Θεὸς ὁ τῶν ὅλων Δεσπότης κεχάρισται, καὶ ἐφ’ οἷς Θεοῦ τὸν Υἱὸν, τὸν πάντων χαρὰν γενησόμενον τῶν ἀνθρώπων τῷ γένει, γεννήσειας. ΜΕʹ.Πρὸς ὃν ἡ Θεομήτωρ Παρθένος πιστεύσασα, καὶ ὡς ἔσται πάντως τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου, θαρσήσασα, πράως ὁμοῦ καὶ ταπεινῶς, οὐ μὴν ἀλλὰ καὶ παρθενικῶς ἀποκρίνεται· τὸν «πρᾶον γὰρ καὶ ταπεινὸν τῇ καρδίᾳ» Χριστὸν γεννᾷν ἡ πάναγνος ἔμελλε, καὶ πλουτεῖν αὐτὴν ἔδει τὴν αὐτοῦ ταπεινότητα καὶ πραότητα· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» ΜϚʹ. Γαβριὴλ μὲν οὖν ὁ ἀρχάγγελος ταῦτα πρὸς τῆς Θεοτόκου Παρθένου πυθόμενος, εἰς οὐρανὸν ἀνελήλυθεν, ὅθεν πρὸς αὐτὴν καὶ ἀπέσταλτο. Ἡ δὲ Θεὸν ἐκυοφόρει τὸν στείλαντα, τὸν ἄνω μὲν σὺν Πατρὶ δοξαζόμενον, κάτω δὲ καὶ ἐξ αὐτῆς, σαρκικῆς κυοφορίας ἀνεχόμενον. Ἅμα γὰρ ὁ Λόγος καὶ Θεὸς πρὸς αὐτὴν παραγέγονε, καὶ διὰ τῆς τοῦ ἀγγέλου φωνῆς, εἰς τὴν θείαν αὐτῆς νηδὺν εἰσελήλυθε καὶ σεσάρκωτο, καὶ ἄνευ τροπῆς σεσωμάτωτο, σάρκα προσλαβὼν ἐξ αὐτῆς τὴν ἀνήροτον, καὶ ταύτην ἑνώσας ἑαυτῷ κατ’ ἀλήθειαν, λογικῶς μὲν ἐμψυχωμένην, οὐ προϋποστᾶσαν δὲ τῆς πρὸς αὐτὸν ἀνεκφράστου συνθέσεως. Ἄμα γὰρ σὰρξ, ἅμα Θεοῦ Λόγου σάρξ· ἅμα σὰρξ ἔμψυχος λογική· ἐν αὐτῷ γὰρ τὴν ὑπόστασιν, καὶ οὐ πρὸ αὐτοῦ τὴν σύστασιν ἔσχηκεν.

Οὔτε τινὸς ἑτέρου σὰρξ τῶν καθ’ ἡμᾶς ἀνθρώπων γέγονε πώποτε, καὶ τότε τῷ Θεῷ Λόγῳ συνέδραμε, καὶ τὴν πρὸς αὐτὸν ἐποιήσατο σύνθεσιν· ἀλλ’ ἐν τῷ, τὸ εἶναι σὰρξ ἔμψυχος λογικὴ, καὶ Θεοῦ Λόγου σὰρξ ἔμψυχος λογικὴ ἐκ παρθενικῶν καὶ ἀχράντων αἱμάτων ληφθεῖσα τῆς ἀχράντου Παρθένου κεκλήρωκεν.

Οὐδεμία γὰρ τοῖς διαιρεῖν τὸν ἕνα Υἱὸν καὶ Χριστὸν εἰς δύο υἱοὺς καὶ Χριστοὺς ἀσεβέστατα θέλουσιν ἔμφασις ἢ πρόφασις ἔνεστιν, ὡς ὑπέστη ποτὲ καθ’ ἑαυτὴν, καὶ ἴδιον ἔσχηκε πρόσωπον, καὶ εἶθ’ οὕτως τῷ Λόγῳ καὶ Θεῷ πρὸς ἕνωσιν φυσικὴν συνελήλυθε. Τὰ γὰρ ἀνὰ μέρος ὄντα, καὶ ἀπ’ ἀλλήλων ἐν χωρισμῷ θεωρούμενα, οὐδέ ποτε φυσικὴν, ἢ τὴν καθ’ ὑπόστασιν ἕνωσιν δέχεται. Ὅπου δὲ ἕνωσις φυσικὴ μὴ προέρχεται, μηδ’ ἡ καθ’ ὑπόστασιν γίνεται σύνθεσις, οὐδὲ μία καὶ ἡ αὐτὴ ὑπόστασις δείκνυται, οὔτε ἓν καὶ τὸ αὐτὸ καταγγέλλεται πρόσωπον, ἀδιαίρετον ὁμοῦ καὶ ἀμέριστον, καὶ πᾶσαν τομὴν διωθούμενον.

ΜΖʹ. Ὥσπερ δὲ τοὺς τοιούτους παράφρονας ἡ ἀδιαίρετος ἐκκλίνει τοῦ Λόγου καὶ ἀμέριστος σάρκωσις, καὶ πάντη τῶν τῆς εὐσεβείας τροφίμων ἐξίστησι (Νεστόριοι οὗτοι καὶ Παῦλοί εἰσι, καὶ Θεόδωροι, καὶ οἱ τούτων πρὸς θεομάχον μανίαν συνόμιλλοι), οὕτω καὶ τοὺς συγχέειν τὰς φύσεις θέλοντας, καὶ φύσιν μίαν ἐξ ἀμφοτέρων ἐργάσασθαι σπεύδοντας φύσεων, συλλόγων ἕξω τῶν εὐσεβῶν ἀποπέμπεται. Οὔτε γὰρ, κατὰ τὴν ἐκείνων μανίαν, ὁ Λόγος σαρκούμενος, τρέψας ἑαυτοῦ πρὸς σάρκα τὴν φύσιν σεσάρκωται, ἀλλ’ οὔτε τὴν σάρκα τὴν ἔννουν καὶ ἔμψυχον, ἣν ἐκ Παρθένου ταυτησὶ τῆς Θεοτόκου προσείληφε, πρὸς φύσιν ἑαυτοῦ τὴν θείαν ἠλλοίωσε, καὶ θεϊκὴν πρὸς οὐσίαν μετέβαλεν· ἀλλ’ ἔμεινεν ἄτρεπτος, καὶ μεταβολῆς παντοίας ἀνώτερος, καὶ συγχύσεως πάσης ἐλεύθερος, καὶ σάρκα σαρκωθεὶς τὴν ἡμῖν ὁμοούσιον, καὶ γενόμενος δι’ ἡμᾶς κατ’ ἀλήθειαν ἅνθρωπος.

Μεμένηκε δὲ καὶ ἡ σὰρξ ἀναλλοίωτος, καὶ πάσης ἔξω τροπῆς καὶ συγχύσεως· καὶ τῷ λόγῳ συμβᾶσα πρὸς σύστασιν, καὶ ἐνωθεῖσα καθ’ ὑπόστασιν αὐτῷ τὴν ἀμέριστον, ἔχουσα μὲν τὸ πρὸς ἡμᾶς ὁμοούσιον ἄτρεπτον, καὶ σώζουσα, ὅσον εἰς φύσιν καὶ οὐσίαν καὶ ὕπαρξιν, ἀπαράλλακτον πρὸς ἡμᾶς τὴν ὁμοίωσιν, οὐδένα δὲ τοῦ Λόγου μερισμὸν ὑπομένουσα, ἢ τομὴν καὶ διαίρεσιν πάσχουσα· ἀλλ’ αὐτοῦ τοῦ Λόγου ἰδία καὶ ἰδικὴ χρηματίζουσα, καὶ πρὸς ὑπόστασιν αὐτῷ μίαν συντρέχουσα, διὰ τὴν πρὸς αὐτὸν καθ’ ὑπόστασιν ἕνωσιν, ἐπὶ τῶν ἰδίων ὅρων τῆς φύσεως ἑστῶσα καὶ μένουσα δείκνυται· διαφορὰν μὲν φυσικὴν πρὸς αὐτὸν ὑποφαίνουσα, διαφορὰν δὲ προσωπικὴν πρὸς αὐτὸν οὐ γινώσκουσα, ἀλλ’ εἰς μίαν μὲν σὺν αὐτῷ τελοῦσα καὶ μόνην ὑπόστασιν, καὶ ταύτην ἑνιαίαν καὶ σύνθετον (οὐ γὰρ ἁπλῆν καὶ ἀσύνθετον), οὐκ εἰς μίαν δὲ φύσιν συνθέουσα σύνθετον· ἀρχὴ γὰρ τοῦτο τυγχάνει συγχύσεως, καὶ κρηπὶς ὑπάρχει τρεπτικῆς ἀλλοιώσεως.

Ὥσπερ οὖν τοὺς διαιροῦντας καὶ τέμνοντας ὁ Λόγος σαρκωθεὶς ἀποσείεται, οὕτω καὶ τοὺς ἄμφω τὰς φύσεις συγχέοντας, καὶ κρᾶσιν αὐτῶν καὶ ἀλλοίωσιν φάσκοντας, περιβόλων ἱερῶν ἀποβάλλεται· Σευῆροι οὗτοι καὶ Εὐτυχεῖς, καὶ Διόσκοροι, Ἀπολινάριοί τε καὶ Πολέμωνες, καὶ πρό γε τούτων Σίμωνες, Οὐαλεντῖνοι, Μαρκίωνες, Βασιλεῖδαι, Μανέντες τε καὶ Μαίνανδροι, καὶ ἡ νῦν κακῶς ἀνασκάλλουσα, πᾶσα τῶν Ἀκεφάλων αἵρεσις πολυκέφαλος· ἡ ἕνα μὲν πόλεμον καὶ κοινὸν πρὸς τὴν εὐσέβειαν ἔχουσα, μυρίους δὲ πρὸς ἑαυτὴν καὶ παυομένους μηδέποτε φέρουσα. Ταῦτα οὖν τὰ ὄντως ἱερὰ καὶ πανίερα, καὶ ἀκοῶν ἐνθέων ἐπάξια τῶν εὐσεβούντων ἡμῶν εὐαγγέλια, ἡμᾶς μὲν ἡδέως προσίεται, ἐκείνους δὲ τοὺς μιαροὺς καὶ παράφρονας ἔξω διώκει ταυτησὶ τῆς εὐαγγελίου αὐτῶν πανηγύρεως, ὡς ἀσεβῶς αὐτὰ νοοῦντας ἐκείνους καὶ λέγοντας.