Σὺ οὖν χαῖρε, ὦ κεχαριτωμένη παρθένε καὶ ἔνθεε, ἐφ’ οἷς σοι Θεὸς ὁ τῶν ὅλων Δεσπότης κεχάρισται, καὶ ἐφ’ οἷς Θεοῦ τὸν Υἱὸν, τὸν πάντων χαρὰν γενησόμενον τῶν ἀνθρώπων τῷ γένει, γεννήσειας.
ΜΕʹ.Πρὸς ὃν ἡ Θεομήτωρ Παρθένος πιστεύσασα, καὶ ὡς ἔσται πάντως τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου, θαρσήσασα, πράως ὁμοῦ καὶ ταπεινῶς, οὐ μὴν ἀλλὰ καὶ παρθενικῶς ἀποκρίνεται· τὸν «πρᾶον γὰρ καὶ ταπεινὸν τῇ καρδίᾳ» Χριστὸν γεννᾷν ἡ πάναγνος ἔμελλε, καὶ πλουτεῖν αὐτὴν ἔδει τὴν αὐτοῦ ταπεινότητα καὶ πραότητα· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» ΜϚʹ. Γαβριὴλ μὲν οὖν ὁ ἀρχάγγελος ταῦτα πρὸς τῆς Θεοτόκου Παρθένου πυθόμενος, εἰς οὐρανὸν ἀνελήλυθεν, ὅθεν πρὸς αὐτὴν καὶ ἀπέσταλτο. Ἡ δὲ Θεὸν ἐκυοφόρει τὸν στείλαντα, τὸν ἄνω μὲν σὺν Πατρὶ δοξαζόμενον, κάτω δὲ καὶ ἐξ αὐτῆς, σαρκικῆς κυοφορίας ἀνεχόμενον. Ἅμα γὰρ ὁ Λόγος καὶ Θεὸς πρὸς αὐτὴν παραγέγονε, καὶ διὰ τῆς τοῦ ἀγγέλου φωνῆς, εἰς τὴν θείαν αὐτῆς νηδὺν εἰσελήλυθε καὶ σεσάρκωτο, καὶ ἄνευ τροπῆς σεσωμάτωτο, σάρκα προσλαβὼν ἐξ αὐτῆς τὴν ἀνήροτον, καὶ ταύτην ἑνώσας ἑαυτῷ κατ’ ἀλήθειαν, λογικῶς μὲν ἐμψυχωμένην, οὐ προϋποστᾶσαν δὲ τῆς πρὸς αὐτὸν ἀνεκφράστου συνθέσεως. Ἄμα γὰρ σὰρξ, ἅμα Θεοῦ Λόγου σάρξ· ἅμα σὰρξ ἔμψυχος λογική· ἐν αὐτῷ γὰρ τὴν ὑπόστασιν, καὶ οὐ πρὸ αὐτοῦ τὴν σύστασιν ἔσχηκεν.