Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Σωφρόνιος Ἱεροσολύμων

Η απορία της Παρθένου και η υπέρβαση των φυσικών νόμων

Τα ερωτήματα της Θεοτόκου για τον τρόπο της συλλήψεως, η αντιπαραβολή με τις θαυμαστές τεκνογονίες της Παλαιάς Διαθήκης και η εξήγηση της υπέρβασης της φυσικής τάξης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 7

ΛΒʹ. Ἀλλ’ ἡ θεοδόχος κυοφόρος Παρθένος καὶ πάναγνος καὶ πάσης ὁμοῦ τῆς κτίσεως προὔχουσα, σύλληψιν θείαν ἀκούσασα, καὶ θαυμαστὴν κυοφορίαν μανθάνουσα, καὶ τόκον εὐαγγελιζομένη παράδοξον, ἐπὶ τοῖς λεγομένοις θαυμάζουσα, καὶ τὴν γυναικείαν φύσιν γινώσκουσα, καὶ τὰς τούτων συλλήψεις φυσικῶς ἐξετάζουσα, καὶ τοὺς τούτων τοκετοὺς συνετῶς ἀνακρίνουσα, ὡς οὐκ ἐκτὸς ἀνδρικῆς συνελεύσεως ταῦτα πώποτε γίνεται, καὶ ἑαυτὴν ἄθικτον βλέπουσα, καὶ τῆς τοιαύτης συνηθείας κἂν μέχρις ἐνθυμήσεως ἄγευστον, πρὸς Γαβριήλ φησι τὸν ἀρχάγγελον, τὸν ταῦτα αὐτῇ τὰ μεγαλεῖα, Θεοῦ μεγάλα μηνύοντα πράγματα, καὶ τὰ τῆς χαρᾶς εὐαγγέλια φάσκοντα· «Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Πῶς σου πιστεύσω τοῖς ῥήμασιν ὑπὲρ ἀνθρωπείαν φύσιν τυγχάνουσι; Πλείστας τεκούσας γυναῖκας ἑώρακα, καὶ ἄνευ ἀῤῥένων συμβάσεως οὐδεμίαν εἶδον γεννήσασαν. Καὶ πῶς ἐπ’ ἐμοὶ ταῦτα γενήσεται τὰ φυσικὰ μὴ δραμούσῃ δρομήματα; Καὶ πῶς υἱοῦ μήτηρ ἄῤῥενος γίνομαι, ἡ πάμπαν ἄρσενος ἀγνοοῦσα συνάφειαν; Τάχα με νομίζεις, ὦ ἄγγελε, ὡς ἐπείπερ ἀνδρὶ κατὰ νόμον τὸν Μωσέως μεμνήστευμαι, ὅτι καὶ κοίτην ἀνθρωπείαν ἑώρακα, ἀφ’ ἧς αἵ τε συλλήψεις καὶ κυοφορίαι καὶ τόκοι βλαστάνουσιν;

Οὔπω τὴν πρὸς τὸν ἐμὸν μνηστῆρα καὶ φύλακα, γαμικὴν πεποίημαι σύνοδον. Καὶ πῶς σύλληψίν μοι μηνύεις καὶ γέννησιν, καὶ πάντως παιδὸς τεχθησομένου γαλούχησιν; ΛΓʹ. Μᾶλλον ἀγνοεῖς, ὦ τῶν ὑπὲρ φύσιν εὐαγγελίων διάκονε, ὡς οὐκ ἀνδράσι Μαρία συντέθραπται, οὐδὲ παισὶ προσωμίλησεν ἄῤῥεσι; Γνῶθι παρθενίας τῆς ἐμῆς τὴν λαμπρότητα, καὶ οὐ φήσεις μοι τὴν ἀπείρανδρον σύλληψιν. Γνῶθί μου τῆς ἀγνείας τὸ μέγεθος, καὶ οὐ λέξεις μοι κυοφορίαν ἀνύμφευτον.

Γνῶθί μου τῆς σωφροσύνης τὸ ἄμωμον, καὶ οὐκ εἴποις μοι τόκον ἀφύσικον. Γνῶθί μου τὴν ἀθιγῆ καθαρότητα, καὶ οὐ βοήσεις μοι γαλούχησιν ἄπιστον. Μᾶλλον οὐκ ἔμαθες, ὡς ἐκ πρώτης εὐθέως γεννήσεως εἰς τὰ τῶν ἁγίων ἀνατέθραμμαι ἅγια, ἔνθαπερ ἀνὴρ οὐχ εὑρίσκεται, ἔνθα τις ἀνδρῶν οὐκ εἰσέρχεται. ἔνθαπερ ἀῤῥένων οὐδεμία κατοπτεύεται πάροδος.

Γνῶθι τῆς ἐμῆς ἀναστροφῆς τὸ σεβάσμιον, καὶ μή μοι σαρκικὰς ἐννοίας ἀγόρευε. Γνῶθι τῆς ἐμῆς διαίτης τὸ πάναγνον, καὶ μή μοι συνηθείας μητέρων ὑπόπτευε. Οὐ ταυτὸν παρθενία καὶ γάμος, ὦ ἄγγελε· οὐ ταυτὸν ἀζυγία καὶ σύμβασις· οὐ ταυτὸν ἀγνείᾳ πανίερος, καὶ θήλεος κοίτη καὶ ἄρρενος. Εἰ γὰρ καὶ «τίμιος ὁ γάμος» καθέστηκε, «καὶ ἡ κοίτη» κατὰ νόμον ἐστὶ τὸν Μωσέως «ἀμίαντος,» ἀλλ’ οὖν πολὺ τούτων τῆς παρθενίας ἡ χάρις ὑπέρκειται. Πολὺ τούτων κἀκείνης ἐστὶ τὸ διάφορον· καὶ οὐδεμίαν πρὸς ἄλληλα ταῦτα τὸ παράπαν δέχεται σύγκρισιν.

Πῶς οὖν αὐτὸς ἀφεὶς τὰ παρθενίας γνωρίσματα, τὰ γάμου καὶ κοίτης ἀγγέλλεις προβλήματα; Διὰ ταῦτά σου δειλιῶ τὸ διάγγελμα· διὰ ταῦτά σου φοβοῦμαι τὴν πρόσρησιν· διὰ ταῦτά σου τὸν χαιρετισμὸν οὐ προσίεμαι, ἄνευ συνετῆς ἐρευνήσεως, ἄνευ σοφῆς ἀνακρίσεως, ἄνευ ἀληθοῦς ἐξετάσεως, μήπως λόγοις ἀπίστοις πιστεύσασα, ἀπατηθῶ καὶ αὐτὴ τὴν διάνοιαν, καὶ μητρὸς ἐμῆς τῆς Εὔας βαδίσω τοῖς ἴχνεσι, καὶ γένωμαι τοῖς ἀθλίοις ἀνθρώποις μειζόνων κακῶν καὶ συμφορῶν χειρόνων προμνήστρια.

Ὅθεν σοι καὶ πάλιν φυσικῶς ἀποκρίνομαι· «Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω,» καὶ ἄνδρα, καθὼς ἔφης, τέξομαι; Ἄπιστον διάγγελμα· λόγων ἀκολουθίας ὁ λόγος ἀλλότριος, καὶ τῆς κοινῆς συνηθείας ἀπόξενος. Διόπερ οὐκ ἂν αὐτὸν πώποτε δέξωμαι, εἰ μὴ λόγον ἀκόλουθον φήσειας τῆς τῶν παρὰ σοῦ λεγομένων ἐκβάσεως· λόγου γὰρ ἐκτὸς ἀποδόσεως, οὐκ ἄν τι τοιοῦτον τὸ σύνολον γένηται.

Δὸς οὖν λόγον τοῦ σοῦ διαγγέλματος, καὶ τότε σου πιστεύσω τοῖς ῥήμασι. Σωφρονεστέραν με καὶ ἔμφρονα τῆς Εὔας ποιεῖ τὸ παράπτωμα εἰς ὅπερ αὐτὴν, ἀπόνηρον οὖσαν καὶ ἄπλαστον καὶ λογισμῶν ἐρεύνης ἀμέτοχον, τὸ δολερὸν ἐκεῖνο κατήγαγε τοῦ ἀρχεκάκου δράκοντος σύριγμα. Δευτέρα γοῦν Εὕα οὐκ ἄν ποτε γένωμαι, λόγοις ἀηθέσι πιστεύσασα.

ΛΔʹ. Τούτων ἀκηκοὼς ὁ ἀρχάγγελος τοῦ παρθενικοῦ πρὸς αὐτὸν καὶ ἀμώμου φάσκοντος στόματος, πάλιν ἡμέρως πρὸς αὐτὴν ἀποκρίνεται· καὶ τῶν φυσικῶς ἠπορημένων, ὑπερφυῶς τὴν λύσιν παρέχεται, καὶ λογισμῶν ἐρεύνης ἀπαλλάττει τὴν πάναγνον.

Οἶδα, ὦ Παρθένε, καὶ πέπεισμαι, ὡς κοίτην ἀνδρὸς οὐ τεθέασαι· βλέπω σου τῆς παρθενίας τὸ ἄχραντον· θεωρῶ σου τῆς διανοίας τὸ ἔνθεον· βλέπω σου τῆς ἀγνείας τὸ ἄθικτον· κατανοῶ σου τὴν ἀκραιφνῆ καθαρότητα.

Ἐπίσταμαι, ὡς εἰς τὰ τῶν ἁγίων ἀνετράφης καὶ ηὔξησας Ἅγια· καὶ τὴν ἐκεῖθεν ἔχεις κατά τε σῶμα καὶ ψυχὴν ἁγιότητα. Γινώσκω, ὡς μόνον ὄνομα πράγματος ἔρημον ὁ Ἰωσὴφ κεκλήρωται· οὐ γὰρ ὡς τόκου σοι γεωργὸς προελήλυθεν, ἀλλ’ ὡς ὑπηρέτης τόκου πιστὸς ναὶ φιλόθεος.

Τί μοι σὺ φθέγγῃ νῦν τὰ ἐξαίρετα; Ἐγώ σοι τὰ τούτων ὑπέρτερα φθέγξομαι, Σύ μοι λέγεις φυσικὰ καὶ ἀνθρώπινα· ἐγὼ δέ σοι ὑψηλὰ βοῶ καὶ θειότατα. Εἰ τῶν ἐμῶν ἐγνώκεις λόγων τὴν δύναμιν, οὐκ ἄν μοι γυναίων συνηθείας παρέφερες· οὐκ ἄν μοι λόγους ταπεινοὺς προσεκόμιζες· οὐκ ἄν μοι νόμους ἐκραύγαζες φύσεως, ὧν ἐκτὸς οὐδέποτε τίκτει τὰ θήλεα. Οἶδα καὶ αὐτὸς τὴν ἀνθρωπίνην συνήθειαν, κἂν εἰ καὶ ἄνθρωπος τὴν φύσιν οὐ πέφυκα. Οἶδα κἀγὼ, ὡς ἀνδρὸς ὁμιλία καὶ θήλεος γεννᾷν εἴωθε τὸν τικτόμενον ἄνθρωπον. Οὐκ εἰμὶ τούτων ἄγνωτος τὴν εἴδησιν, εἰ καὶ τούτων εἰμὶ τὴν ἐνέργειαν ἄπει ρος· ἄλλη γὰρ φύσις ἐστὶν ἡ ἀσώματος, καὶ ἄλλη πάλιν ἡ σωμάτων φύσις καθέστηκε· καὶ ἅλλος τῶν ἀσωμάτων ὅ τε νόμος ἐστὶ καὶ ἡ δίαιτα, καὶ ἄλλη σωμάτων ἐστὶν ἡ συνήθεια. Ἄφες μοι τὰ χαμερπῆ καὶ ἐπίγεια, καὶ βλέπε μοι τὰ ὑψηλὰ καὶ οὐράνια· ἄφες μοι τὰ εὐτελῆ καὶ ἐλάχιστα, καὶ ὅρα μοι τὰ θαυμαστὰ καὶ παμμέγιστα. Οὐ φυσικόν σοι τόκον εὐαγγελίζομαι σήμερον, τὸν ἐκ θελήματος ἀνδρὸς καὶ σαρκὸς προερχόμενον· ἀλλὰ τόκον σοι τὸν ὑπὲρ φύσιν φημὶ καὶ συνήθειαν.

ΛΕʹ. Οἶδα, ὡς οὐδέποτε παρθένος, ὦ Παρθένε, γεγέννηκεν· ἀλλὰ σὺ γεννήσεις, παρθένος ὁρωμένη καὶ μένουσα. Οἶδα, ὡς ἀνδρὸς ἄνευ συμβάσεως οὐδέποτε τέτοκε γύναιον· ἀλλὰ σύ γε τέξῃ, Θεοῦ τὸν τόκον θεσπίζοντος. Οὐχ ἑαυτὴν ἡ ἀνθρωπεία φύσις εἰργάσατο, ἵνα καὶ νόμους οἰκείους ὁρίσηται. Θεὸς, ὁ ταύτην τευξάμενος καὶ νόμους ὁρίσας τοὺς πρέποντας, καὶ δύναται, ὅτε καὶ βούλεται, τοὺς νόμους ἀμεῖψαι τῆς φύσεως, οὓς αὐτὸς τεκνουργῶν διωρίσατο.

Θεὸς ὁ βουλόμενος· καὶ τίς Θεοῦ θεσμοῖς ἀντιτάξοιτο; Πᾶσαι μὲν γὰρ αἱ γυναῖκες μητέρες γινόμεναι, πρῶτον ἀνδράσι συνέρχονται· σὺ δὲ, παρθένος τηρουμένη καὶ μένουσα, μήτηρ ἐκ θείου γενήσῃ θελήματος. Ἄλλην ἐπὶ σοὶ Θεὸς καινουργήσει τὴν σύλληψιν· ἄλλην ἐπὶ σοὶ Θεὸς τὴν ἀπότευξιν δείξειεν.

Ἀδυνατεῖ γὰρ αὐτῷ τὸ παράπαν οὐδὲν, ὧν ἂν ἐθελήσειε ποιεῖν· ἀλλ’ ἔργον εὐθέως τὸ θέλημα γίνεται, κτισμάτων αὐτῷ μηδενὸς ἀντιπίπτοντος, ὧν αὐτὸς ἐργάτης ἐστὶ δυνατώτατος. Πῶς οὖν Θεὸς, ὁ πάντα δυνάμενος, καὶ σὲ, ὦ Παρθένε, μητέρα ποιεῖν οὐ δυνήσοιτο; εἰ μὴ νόμοις καὶ ὅροις καὶ ἔθεσιν, οἷς αὐτὸς πρότερον ἔθετο, ὡς ἐκείνοις καὶ αὐτὸς ὑποκείμενος, καὶ νόμοις δουλεύων, οἷς ἀνθρώπους δουλεύειν ἐθέσπισεν. Οὐ καλὸν τὸ ἀπόφθεγμα· οὐκ εὐσεβὴς ἡ ἀπόκρισις· οὐ θεοφιλὴς ἡ ἀπόφασις, Θεὸν ποιεῖν τῶν οἰκείων νόμων ὑπόδουλον, Θεὸν δουλεύειν τοῖς τῶν δούλων ἐθέλειν ἐθίσμασι. Χαίρω σου θεωρῶν τὸ νηφάλιον· χαίρω σου κατανοῶν τὴν ἀσφάλειαν· χαίρω σου βλέπων τὴν φρόνησιν, κἂν τοῖς ἐμοῖς ἀντιφθέγγῃ προσφθέγμασιν. Οὐ γὰρ ἀπιστίας κρίνω τὰ ῥήματα, οὐδ’ ἀντιλογίας οἶδα τὰ φθέγματα, ἀλλὰ σοφῆς καὶ συνετῆς ἐρευνήσεως καὶ διανοίας ζητητικῆς καὶ φρονήσεως.

ΛϚʹ. «Συλλήψῃ οὖν ἐν γαστρὶ,» καθὼς εἴρηκα· μᾶλλον δὲ ἤδη, ὡς ὁρῶ, καὶ συνείληφας, ἀφ’ οὗ σοι τὸ Χαίρειν ἠγόρευσα, καὶ φθογγήν σοι χαροποιὸν διαλέλεγμαι· «Καὶ τέξῃ υἱὸν,» τόν σε μὴ οὖσαν ποιήσαντα, καὶ πᾶσαν τὴν κτίσιν πρὸ σοῦ τεκτηνάμενον. «Λόγῳ γὰρ Θεοῦ τὰ πάντα γεγένηται·» καὶ Λόγον Θεοῦ καὶ Θεὸν, ὦ Παρθένε, γεννήσειας, οὐ γυμνὸν ἀνθρωπότητος, καθὰ ἐκ Πατρὸς ἀϊδίως γεγέννηται, ἀλλὰ σάρκα γεγονότα καὶ ἄνθρωπον ἄνευ τροπῆς καὶ συγχύσεως, ἄνευ μεταβολῆς καὶ μειώσεως, ἄνευ σωματικῆς ἀλλοιώσεως· ὁ γὰρ Θεὸς, ὁ καὶ τούτων δημιουργὸς κραταιότατος, τούτων ἐστὶ κατὰ φύσιν ἀπείραστος· ὑμῖν γὰρ τοὺς ὅρους, οὐχ ἑαυτῷ διωρίσατο.

Τέξῃ οὖν Υἱὸν, ὡς προείρηκα, τοῦ Θεοῦ τὸν ἀΐδιον, ὃς καὶ Λόγος ἐστὶ τοῦ Γεννήτορος· καὶ τοῦτον οὐκ ἄσαρκον, ἀλλὰ σαρκὶ συμπεπλεγμένον καὶ αἵματι, καὶ ψυχὴν νοερὰν καὶ ἀόρατον ἔχοντα, καὶ ὅσαπερ ἐστὶν ὁ κατὰ φύσιν ὁρώμενος ἄνθρωπος· ὃς ἐπὶ σὲ, τὴν ἀμόλυντον, «ὡς ἐπὶ πόκον ὑετὸς, κατερχόμενος,» σάρκα μὲν ἐκ σῶν αἱμάτων παρθενικῶν προσλαβόμενος, ψυχὴν δὲ δημιουργῶν αὐτὸς, καθὼς βούλεται, ἑνώσας τε ταῦτα καὶ συμμίξας ἑαυτῷ καθ’ ὑπόστασιν εἰς ἑνὸς Υἱοῦ μὴ τεμνομένην ὑπόστασιν, ἐκ σοῦ παραδόξως τεχθήσεται, παρθένον σε φυλάττων τὴν τίκτουσαν, καὶ Θεοτόκον σε ποιῶν τὴν ἀπείρανδρον.

Τέξῃ δὲ, ὅτε τῆς κυοφορίας τὸν χρόνον πληρώσειας. Βούλεται γὰρ ὁ φιλάνθρωπος, βούλεται καὶ κατὰ τοῦτο ποιεῖσθαι τὴν ἑαυτοῦ πρὸς ἀνθρώπους ὁμοίωσιν, ἵν’ ἐν ἅπασιν ἄνθρωπος γένηται, μήτε τοῦ εἶναι Θεὸς ἐξιστάμενος, μήτ’ ἀνθρωπείου μετασχὼν ἁμαρτήματος.

Μὴ οὖν μοι λοιπὸν ἀνθρωπίνοις λέγε νοήμασι· «Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» ΛΖʹ. Πρὸς ὃν καὶ πάλιν ἡ παναγία Παρθένος θάρσος ἀδείμαντον ἔχουσα, ἀτρόμοις ἀποκρίνεται χείλεσιν· Ἄκουε, ὦ τῆς ἐμῆς παραδόξου συλλήψεως καὶ τῆς ἐμῆς λοχείας παρθενικῆς καὶ γεννήσεως ἄγγελε· πῶς οὐκ ἔχω σου θαυμάσαι τὰ ῥήματα; πῶς οὐκ ἔχω σου τεθηπέναι τὰ φθέγματα; Πράγματα γάρ μοι λέγεις ὑπέρτατα, τὰ μήπω μέχρι τοῦ νῦν ἐν ἀνθρώποις γενόμενα. Οἷδ’, ὡς πάντα Θεὸς κατεργάζεται, ἄπερ ἂν διαπράξασθαι πρόθοιτο. Ἀλλ’ ὅπερ αὐτὸς εὐαγγελίζῃ μοι ῥήμασιν, οὔπω μέχρι τῆς σήμερον γέγονε.

Πολλάκις μὲν γὰρ στείρωσιν ἔχοντα γύναια, καὶ πέτρας ξηρὰς ἐκμιμούμενα, Θεοῦ μετὰ ταῦτα θεσπίσαντος, τέτοκε. Παρθένος δὲ ἁγνείαν ἄφθορον ἔχουσα, καὶ συζυγίας ἀνδρὸς καθαρεύουσα, οὔπω μέχρι τῆς σήμερον τέτοκεν. Οἶδα, στείραν τὴν Σάῤῥαν ἔτη πολλὰ διανύσασαν· ἀλλ’ ὕστερον τὸν Ἰσαὰκ ἐγέννησεν, ὅτε πρὸς γῆρας ὡρᾶτο βαδίζουσα, καὶ τρίχα λευκὴν ἐπεκόμιζε τῆς οἰκείας παλαιότητος μάρτυρα· ἐπεὶ Θεὸς διετάξατο, καὶ ἀδύνατον ἦν, εἰ μὴ γένηται.

Οἶδα, Ῥεβέκκαν στείραν ὑπάρχουσαν, καὶ γονὴν μετὰ ταῦτα βλαστήσασαν δίδυμον· ἢν Ἰακὼβ καὶ Ἡσαῦ ἐπλήρουν οἱ σύγγονοι, ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς ἐμφανῶς στείρας μητρὸς μετ’ ἔτη πολλὰ προερχόμενοι. Οἶδα τὴν Ἅνναν τὴν ἀτεκνίαν λύουσαν, καὶ τὴν στείρωσιν κλαίουσαν, τῆς οἰκείας μητρὸς ὀδυρομένην τὴν νέκρωσιν, καὶ διὰ τοῦτο βρώσεως ἀπεχομένην καὶ πόσεως, ἐπειδὴ τῆς στειρώσεως τὸ ἄλγος οὐκ ἔφερεν ἀλλὰ καὶ αὐτὴ σὺν δάκρυσι τὸν τῶν ὄλων Θεὸν ἱκετεύουσα, Σαμουὴλ ἀποτέτοκε, καὶ τῆς στειρώσεως τοὺς θεσμοὺς παραγράφεται, ἐπεὶ Θεὸς αὐτῆς τῶν φωνῶν ἐπακήκοε, καὶ τὴν αἴτησιν, ὡς δυνατὸς, ἀνεπλήρωσε. Ταύταις συναριθμήσω καὶ τὴν ἐμὲ μετὰ στείρωσιν φύσασαν, κἀξ ἱκετείας με τὴν Μαρίαν γεννήσασαν. Ἄννης γὰρ καὶ αὐτὴ τὴν προσηγορίαν ἐκόμιζε, καὶ σὺν τῇ προσηγορίᾳ τὴν στείρωσιν.

Ἀλλὰ καὶ αὐτὴ τὸν ἐπὶ πάντων Θεὸν δυσωπήσασα, καὶ δεήσεις αὐτῷ πολλὰς προσκομίσασα, τὸ γενέσθαι μήτηρ προσείληφεν· ἥτις γεννᾷ, Θεοῦ διατάξαντος, τῆς ἀγονίας τοὺς θεσμοὺς ἀθετήσασα. Καὶ στερίφας πολλὰς ἀριθμήσασθαι δύναμαι, μητέρας ἐκ θείου γενομένας προστάγματος. Παρθένον δὲ οὔπω μέχρι τῆς σήμερον ἤκουσα, καθ’ ὅλον τὸν βίον γεννήσασαν, ὅπερ αὐτὸς λέγειν, ὡς λέγεις, ἐλήλυθας.

ΛΗʹ. Οὐκ ἀπιστῶ γοῦν Θεοῦ τῷ προστάγματι· ἐργάτης γὰρ ἀναδείκνυται πάντων, ὧν ἐργάσασθαι θελήσειεν. Ἀλλὰ θαυμάζω τῶν λεγομένων τὴν δύναμιν, καὶ τούτων ἐκπλήττομαι τὸ παράδοξον ὁμοῦ καὶ παράξενον, καὶ ἀκοαῖς ἀνθρώπων ἀσύνηθες· καὶ ζητῶ δικαίως, πῶς τοῦτο γενήσεται, ἢ τρόπον ὁποῖον ἕξει τὴν πλήρωσιν. Ὅθεν οὐδὲ ποιουμένη πρὸς σὲ τὴν ἀπόκρισιν, Οὐκ ἔσται μοι τοῦτο, καθὼς ἔφησας, ἔφησα, «ἐπεὶ ἄνδρα οὐ γινώσκω,» ἀλλὰ, «Πῶς ἔσται μοι τοῦτο,» σὲ προσηρώτησα, «ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Οὐδὲ γὰρ γέγονε πώποτε, οὐδὲ παρθένος ὁρᾶται γεννήσασα· διὸ τὸν τρόπον μαθεῖν ἐπεζήτησα, καθ’ ὃν ἐγὼ μήτηρ παρθένος γενήσομαι, καὶ τέξω παῖδα, παιδὸς μὴ δεξαμένη σπορὰν καὶ γεννήματος. Καὶ διὰ τοῦτό σε πάλιν ἐρωτῶσά φημι σωφρονέστατα· «Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Οὐ γὰρ ἀπιστίας ῥήματα προφέρομαι, ἀλλ’ ἀκριβείας ζητῶ τὴν ἀπόδειξιν. Τὸν τρόπον εἰπὲ τῆς συλλήψεως, καὶ τῆς γεννήσεως τὴν αἰτίαν ἑρμήνευσον, καὶ ἕξεις μὲ οὐκ ἀπιστοῦσαν τοῖς ῥήμασιν, ἀλλὰ πειθαρχοῦσαν τοῖς φθέγμασι.

Τὸ γὰρ Θεῷ δοκοῦν τῶν ἀδυνάτων ἐστὶν, εἰ μὴ γένηται. ΛΘʹ. Ταῦτα πρὸς αὐτῆς τῆς γενησομένης ἀληθῶς Θεομήτορος ὁ τῶν εὐαγγελίων ἀκηκοὼς κῆρυξ ἀρχάγγελος, θαυμάσας αὐτῆς τὴν ἀπόκρισιν καὶ τὸ ταύτης συνετὸν, ἀπεκρίνατο· Ἄριστά γε καὶ σοφώτατα, ὦ Θεομῆτορ Παρθένε, διείλεξαι, ὡς πάλαι γυναῖκες στεῖραι τυγχάνουσαι πρότερον, μητέρες παίδων γεγόνασιν ὕστερον, καὶ φύσιν τρόπον τινὰ τὴν ἑαυτῶν ἐβιάσαντο, καὶ παῖδας ὑπὲρ φύσιν τετόκασι, σπλαγχνισθέντος Θεοῦ καὶ οἰκτείραντος τοῦ Δεσπότου καὶ Κτίστου καὶ Πλάστου τῆς φύσεως. Ὅπου γὰρ Θεὸς ἐπινεύσειε, τῆς φύσεως ἀργεῖ τὰ ὁρίσματα.

Ὥσπερ οὖν ἐκεῖναι, Θεοῦ διατάξαντος, τῆς οἰκείας τὰ πάθη νενικήκασι φύσεως, καὶ πάθη μεγάλα παραλύσασαι φύσεως, κοιλίας καρπὸν προσηγάγοντο· οὕτω καὶ σὺ, ἡ ἐκ στείρας τῆς Ἄννης βλαστήσασα, καὶ τῆς τεκούσης τὴν φύσιν νικήσασα, ἁγνὴ παρθένος τυγχάνουσα, καὶ παρθένος μετέπειτα μένουσα, τέξῃ παραδόξως υἱὸν ἄσπορον καὶ ἀνήροτον, αὐτοῦ σε τοῦ τικτομένου κελεύοντος. Αὐτὸς γάρ ἐστι καὶ τῆς φύσεως Κύριος, ὡς Κτίστης αὐτῆς τυγχάνων καὶ πρύτανις.

Θεὸς γάρ ἐστιν ἀκατάληπτος, κἂν ὡς ἄνθρωπος ἐκ σοῦ τῆς Παρθένου τεχθήσεται. Ἐπεὶ καὶ ἔπρεπεν αὐτῷ, καὶ ὠφείλετο, ἀνθρώπῳ φιλανθρωπίᾳ γινομένῳ δι’ ἀνθρώπων ἁπάντων ἐκλύτρωσιν, ἐκ μόνης Παρθένου τὸν τοκετὸν ἐπιδείξασθαι, ἡδονῆς ἐκτὸς γαμικῆς καὶ συμβάσεως ποιησαμένῳ τὴν ἐκ σοῦ περιφανῆ καὶ σωτήριον σάρκωσιν.

Μʹ. Εἰ δὲ ὅτι παρθένος καθαρὰ καὶ ἀμόλυντος οὔπω μέχρι καὶ τήμερον τέτοκεν, οὐδὲ μήτηρ ἀσπόρου ποτὲ παιδὸς ἀνηγόρευται, ἀμφίβολόν σου ποιεῖ τὴν διάνοιαν, καὶ μαθεῖν ἐπιζητεῖς, πότε παρθένος γεγέννηκεν· κἀγώ σε διερωτῶ καὶ πυνθάνομαι, πότε γὰρ Θεὸς ἐνηνθρώπησεν· ἢ πότε σαρκωθῆναι θεὸς κατεδέξατο· ἢ πότε Θεὸς γέγονεν ἄνθρωπος· ἢ πότε Θεὸς ἀσπόρως συνείληπται· ἢ πότε κυοφορίας Θεὸς ἠνέσχετο· ἢ πότε Θεὸς σαρκικὴν ἐκ γυναικὸς ἐπεδείξατο γέννησιν· ἢ πότε Θεὸς γυναικείων μαζῶν ἀπεθήλασεν· ἢ πότε Θεὸς κλαυθμυρισμὸν ἀπηνέγκατο· ἢ πότε Θεὸς ἡλικίας αὔξησιν εἴληφεν· ἢ πότε Θεὸς σὺν τοῖς ἀνθρώποις ἡμῖν πεπολίτευται· ἢ πότε Θεὸς ὑπὲρ ἀνθρώπων ἀπέθανεν· ἢ πότε Θεὸς σταυροῦ προσήλωσιν ἔσχηκεν· ἢ πότε Θεὸς λόγχῃ τὴν πλευρὰν ἐκκεκέντηται· ἢ πότε Θεὸς τριήμερον ταφὴν ὑπελήλυθεν· ἢ πότε Θεὸς πάντα ταῦτα πάσχων τεθέαται, ἵνα παθῶν ἁπάντων τὸν ἄνθρωπον ῥύσηται, καὶ θανάτου μὲν κοὶ φθορᾶς ὁλοθρεύσῃ τὴν ἔφοδον, ἄφθαρτον καὶ ἀθάνατον ἀναστήσῃ τὴν οἰκείαν εἰκόνα, τὸν ἄνθρωπον. Εἰ τοίνυν μηδέποτε ταῦτα, ὦ Παρθένε, γεγένηται, εἰς τὸν παρόντα δὲ καιρὸν ἐτετήρητο, καὶ πληροῦσθαι διὰ σοῦ προτεθέσπιστο· πῶς ἂν ἄλλη παρθένος σου προτέρα γεγέννηκεν, ὅτι τοῦτο παρ’ ἐμοῦ μαθεῖν ἐπεζήτησας πρὸς πίστωσιν καὶ παράστασιν τῆς σῆς παρθενικῆς ἀποτέξεως;

Οὐ τέτοκέ ποτε παρθένος, ὦ Παρθένε, οὐ τέτοκεν· ἀλλ’ οὔτε μετὰ σὲ παρθένος ἑτέρα, ὦ Παρθένε, πώποτε τέξεται· ἀλλ’ οὔτε Θεομήτωρ, ὦ Παρθένε, παρθένος γεγένηται· οὔτε μετὰ σὲ παρθένος τις ἄλλη, ὦ Παρθένε, τὴν μόνην Θεομήτορα, γίνεται. Σὺ γὰρ καὶ μόνη γυναικῶν παρθένος γεννήσειας, καὶ σύ γε μόνη Θεομήτωρ ἐν γυναιξὶ χρηματίσειας. «Ἅπαξ γὰρ ἐπὶ συντελείᾳ τῶν αἰώνων» ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἐνανθρωπήσειε, καὶ τὴν ἐκ σοῦ καὶ μονῆς θαυμαστὴν ἐπιδείξεται σάρκωσιν.