Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Σωφρόνιος Ἱεροσολύμων

Ο διάλογος με τον αρχάγγελο και η εξαγγελία του μυστηρίου

Η ταραχή και η σύνεση της Μαρίας, η καθησύχαση από τον Γαβριήλ και η αναγγελία της άσπορης σύλληψης του Υιού του Υψίστου στον θρόνο του Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 7

ΚΓʹ. Ἀλλ’ ἡ μακαρία Παρθένος καὶ ἔνθεος, ἰδοῦσα τὸν θεσπέσιον ἄγγελον οὕτω πρὸς αὐτὴν ἀφικόμενον καὶ τοιούτοις αὐτὴν προσφθεγγόμενον ῥήμασι, τὴν ἁγίαν ψυχὴν ἐταράττετο· καὶ τοὺς λόγους τοῖς λογισμοῖς ἀνεσκάλευε, λογιζομένη καθ’ ἑαυτὴν καὶ μαστεύουσα τῶν ἀγγελικῶν ῥημάτων τὴν δύναμιν· ἐθαμβεῖτο γὰρ, καὶ ἐθαύμαζε τῶν ἀγγελικῶν ἀσπασμῶν τὴν ποιότητα. «Ἡ δὲ γὰρ, φησὶν, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ· καὶ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Ἦν γὰρ, ἦν καὶ ἀνθρωπίνης συνέσεως ἔμπλεως, καὶ τῶν λεγομένων οὐδὲν ἀβασανίστως προσίετο. Ἐδεδίει γὰρ καὶ ὑπέτρεμε, τῆς Εὔας τὴν ἀπάτην γινώσκουσα, μήπως αὐτὴν ὁ ὄφις ὁ δόλιος, καθὰ κἀκείνην, ἀπατήσοι τὸ δεύτερον· καὶ διὰ τοῦτο πάντα συνετῶς ἐδοκίμαζε, μήπως αὐτὴν ὀφιόμορφον πρόσφθεγμα θεϊκῆς ἐκβάλοι λαμπρότητος.

ΚΔʹ. Ἀθρήσας δὲ οὕτως αὐτὴν ἐναγώνιον ὁ σταλεὶς πρὸς αὐτὴν ἐπουράνιος ἄγγελος, φόβου παντὸς ἐλευθεροῖ, καὶ δεδίξεως, καὶ ταραχῆς ἐκβάλλει παντελοῦς καὶ κυνήσεως, καί φησι πρὸς αὐτὴν ἱλαρώτατα καὶ χαριέστατα καὶ ἡδύτατα· «Μὴ φοβοῦ, Μαριάμ·» οὔκ εἰμι κατ’ ἐκεῖνον, τὴν μητέρα τὴν σὴν ἀπατήσαντα· οὔκ εἰμι κατ’ ἐκεῖνον, τὸν τὸν ἄνθρωπον πάλαι σφάλαντα· οὔκ εἰμι κατ’ ἐκεῖνον, τὸν πρώην σου τοὺς προπάτορας τοῦ παραδείσου τῆς τρυφῆς ἐξορίσαντα· οὔκ εἰμι κατ’ ἐκεῖνον, τὸν ἐκ μακαρίας ζωῆς ἐκβεβληκότα τὸν ἄνθρωπον, καὶ τοῦτον ἐπωδύνῳ ζωῇ προσαρμόσαντα· οὔκ εἰμι κατ’ ἐκεῖνον, τὸν φθόνῳ τεκόντα τὸν θάνατον, καὶ πάντας ἀνθρώπους θνητοὺς ἐργασάμενον· οὔκ εἰμι κατ’ ἐκεῖνον, τὸν πάντας ἀνθρώπους τοὺς ἐκ γῆς γεγονότας, καὶ λαβόντας χειρὶ Θεοῦ τὴν διάπλασιν, θείας ἐντολῆς παραβάτας ποιήσαντα, καὶ πάλιν εἰς γῆν ἀποστρέψαντα· οὔκ εἰμι κατ’ ἐκεῖνον, τὸν, πρώην τὸν Ἀδὰμ φίλον Θεοῦ χρηματίζοντα, Θεοῦ ἐχθρὸν ἀναδείξαντα.

Ἄγγελός εἰμι Θεοῦ παντοκράτορος, καὶ ἐν ἀγγελικοῦ τινος ἡγοῦμαι στρατεύματος, καὶ ἐν ἀγγέλοις Θεοῦ Γαβριὴλ ὀνομάζομαι. Καὶ λέγειν πρὸς σὲ, τὴν ἄσπιλον καὶ ἄμωμον Παρθένον, ἐκ Θεοῦ Πατρὸς παντοκράτορος ἔσταλμαι, τὴν τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, τοῦ τὰ πάντα παραγαγόντος πρὸς ὕπαρξιν, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι καλέσαντος, ἐπὶ σὲ τὴν Παρθένον κατάβασιν, καὶ τὴν ἐν σοὶ πολυύμνητον σύλληψιν, καὶ τὴν ἐκ σοῦ πανυπέρτατον σάρκωσιν, καὶ τὴν ἐν σοὶ πολυθαύμαστον κύησιν, καὶ τὴν ἐκ σοῦ ἀκατάληπτον γέννησιν.

Δι’ ὧν ἅπαντα τοῦ ἐχθροῦ τὰ σπουδάσματα λύεται· δι’ ὧν ἅπαντα τοῦ ἐχθροῦ τὰ εὑρήματα σὺν αὐτῷ τῷ τούτων εὐρετῇ καταλύεται· δι’ ὧν ἄνθρωπος σώζεται, καὶ θανάτου φθορᾶς ἐξανίσταται· δι’ ὧν τῆς πλάνης ἡ νὺξ ἀφανίζεται· δι’ ὧν ὁ παραδείσου γενόμενος ἔξοικος ἄνθρωπος, πάλιν οἰκεῖ τὸν παράδεισον· δι’ ὧν ὁ τῆς πρὸς Θεὸν φιλίας γυμνωθεὶς συμβουλίᾳ τοῦ δράκοντος, Θεοῦ φίλος πάλιν καθίσταται.

Καὶ διὰ τοῦτό σοι βοῶ, ὦ μακαρία Παρθένε καὶ Θεοῦ γενησομένη τοῦ τῶν ὅλων Σωτῆρος γεννήτρια «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν·» ὅτι τοιούτων τυχεῖν μεγαλείων ἠξίωσαι· ὅτι καὶ ἡ χαρὰ ἡ οὐράνιος ἐκ σοῦ τῷ κόσμῳ τεχθήσεται, καὶ ἡ εὐλογία ἡ ἔνθεος, ἡ τὴν πάλαι κατάραν ἀμβλύνουσα, διὰ σοῦ τοῖς ἀνθρώποις πηγάζεται.

ΚΕʹ. Ἐπαινῶ σου, ὦ Θεομῆτορ, καὶ αὐτὸς ἐγὼ τὴν ἀσφάλειαν, καὶ τὴν σύνεσιν πάνυ ἀποδέχομαι, ὅτι φοβῇ τοῦ δολίου τὰ θήρατρα· ὅτι φοβῇ τοῦ μισανθρώπου θηρὸς τὰ τεχνάσματα· ὅτι δειλιᾷς τὰ κρυπτὰ τοῦ διαβόλου τοξεύματα· ὅτι δειμαίνῃ καὶ δέδοικας τὰ ποικίλα τοῦ ὄφεως καὶ ἀληθῶς θανατηφόρα φυσήματα, ἵνα μὴ Εὕα τις κατ’ ἐκείνην ἄλλη καὶ σὺ χρηματίσειας. «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ» τὴν ἀθάνατον· εὗρες χάριν παρὰ τῷ Θεῷ τὴν ὑπέρλαμπρον· εὗρες χάριν παρὰ τῷ Θεῷ τὴν πολύευκτον· εὗρες χάριν παρὰ τῷ Θεῷ τὴν ὑπέρφωτον· εὗρες χάριν παρὰ τῷ Θεῷ τὴν σωτήριον· εὗρες χάριν παρὰ τῷ Θεῷ τὴν ἀκλόνητον· εὗρες χάριν παρὰ τῷ Θεῷ τὴν ἀσάλευτον· εὗρες χάριν παρὰ τῷ Θεῷ ἀνίκητον· εὗρες χάριν παρὰ τῷ Θεῷ τὴν ἀΐδιον.

Πολλοὶ μὲν πρὸ σοῦ γεγόνασιν ἄγιοι· ἀλλ’ οὐδεὶς κατὰ σὲ κεχαρίτωται· οὐδεὶς κατὰ σὲ μεμακάρισται· οὐδεὶς κατὰ σὲ καθηγίασται· οὐδεὶς κατὰ σὲ μεμεγάλυνται· οὐδεὶς κατὰ σὲ προκεκάθαρται· οὐδεὶς κατὰ σὲ περιηύγασται· οὐδεὶς κατὰ σὲ ἐκπεφώτισται· οὐδεὶς κατὰ σὲ ὑπερύψωται· οὐδεὶς γὰρ κατὰ σὲ Θεῷ προσεπέλασε· καὶ οὐδεὶς κατὰ σὲ Θεοῦ δώροις πεπλούτηκεν· οὐδεὶς κατὰ σὲ Θεοῦ χάριν ἐδέξατο· πάντα νικᾷς τὰ παρὰ ἀνθρώποις ἐξαίρετα· πάντα νικᾷς τὰ παρὰ Θεοῦ δοθέντα τοῖς πᾶσι δωρήματα· πάντων γὰρ πλέον Θεοῦ πλουτεῖς τὴν κατοίκησιν· οὐδεὶς οὕτω χωρῆσαι Θεὸν δεδύνηται· οὐδεὶς οὕτω Θεοῦ παρουσίαν ἴσχυσε δέξασθαι· οὐδεὶς οὕτω φωτισθῆναι Θεὸν κατηξίωται Καὶ διὰ τοῦτο οὐ μόνον τὸ Θεὸν τὸν ἁπάντων Κτίστην καὶ Δεσπότην προσδέδεξαι, ἀλλὰ καὶ ἔχεις ἐκ σοῦ παραδόξως σαρκούμενον καὶ κυοφορούμενον, καὶ μετὰ ταῦτα γεννώμενον, καὶ πάντας ἀνθρώπους καταδίκης πατρῴου λυτρούμενον, καὶ σωτηρίαν αὐτοῖς οὐ παυσομένην δωρούμενον.

ΚϚʹ. Καὶ διὰ τοῦτό σοι κέκραγα, καὶ πάλιν ἐρῶ διαπρύσιον· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ εὐλογημένη σὺ ἐν γυναιξί.» Μὴ ταράττου, τῶν ἐμῶν ῥημάτων ἀκούουσα· μὴ φοβοῦ, πυνθανομένη τῆς ἐμῆς πρὸς σὲ διαλέξεως· οὐκ ἀπάτην ἄγω τοῖς ἀνθρώποις ὀλέθριον· οὐ φθόνον θανάτου γεννήτορα τοῖς ἐμοῖς ὁμοδούλοις προξενεῖν παραγέγονα· πᾶσαν ταραχὴν τῆς σῆς καρδίας ἀπέλασον· πάντα δισταγμὸν τῆς σῆς διανοίας ἐξόρισον· πάντα φόβον τῆς σῆς ψυχῆς ἀποδίωξον· οὐ φοβερὸς πρὸς σὲ παραγέγονα, εἰ καὶ πρὸς πάντας τοὺς ἄλλους φοβερώτατος φαίνομαι· οὐκ ἐχρησάμην τῷ τῆς ἐμῆς ἀρχῆς ἀξιώματι· οἶδα γὰρ, πρὸς τίνα παρῶν διαλέγομαι· οἶδα, πρὸς τίνα θεόθεν ἀπέσταλμαι· οἶδα, τίνι διακονεῖν προκεχείρισμαι.

Τοὐναντίον ἐγώ σε θεωρῶν καταπλήττομαι, καὶ φόβου καὶ δέους ἐμπίπλαμαι· τοὐναντίον ἐγώ σου θαυμάζω τὸ μέγεθος, καὶ τρόμου πληροῦμαι καὶ δείματος· ἐγώ σου τὴν χάριν δεδίττομαι· ἐγώ σου τὴν λαμπρότητα τέθηπα. Ἐγὼ δοῦλός εἰμι Θεοῦ καὶ διάκονος· σὺ δὲ Μήτηρ ἔσῃ Θεοῦ, τοῦ ἐμοῦ Δεσπότου καὶ Κτίσαντος, οὐ μὴν ἀλλὰ καὶ γεννήτρια, καὶ τροφὸς ἀδιήγητος μαζῶν αὐτὸν παρθενικῶν ἀποτρέφουσα χεύμασι, τὸν πάσῃ σαρκὶ «τροφὴν διδόντα τὴν εὔκαιρον.» Ἐγὼ λάτρις εἰμὶ Θεοῦ, καὶ λειτουργὸς ἀποκρίσεων· σὺ δὲ Θεὸν αὐτὸν ἔχεις ἐγγάστριον ἐν σοὶ σαρκικῶς διαιτώμενον, καὶ ἐκ σοῦ νυμφικῶς προερχόμενον, καὶ πᾶσι τὴν χαρὰν πρυτανεύοντα, καὶ αἴγλην θεϊκὴν χαριζόμενον. Ἐν σοὶ γὰρ, ὦ Παρθένε, «Θεὸς,» ὡς ἐν οὐρανῷ τινι καθαρωτάτῳ καὶ λάμποντι, «τὸ οἰκεῖον ἔθετο σκήνωμα·» καὶ «ἐκ σοῦ, ὡς ἐκ παστοῦ νυμφίος, πορεύσεται·» καὶ δρόμον ἐκμιμούμενος γίγαντος, ὁδὸν ἐν βίῳ δράμοι τὴν ἐν πᾶσιν ἐσομένην τοῖς ἐν βίῳ σωτήριον, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν διατείνουσαν, καὶ θέρμης ἐνθέου πληροῦσαν τὰ σύμπαντα, καὶ σὺν αὐτῇ φωτοζώου φαιδρότητος.

ΚΖʹ. Ὅθεν σοι καὶ πάλιν βοῶ τῆς χαρᾶς τὸ μακάριον πρόσφθεγμα· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ·» χαρὰν κομίζων ἐλήλυθα, οὐ φόβον ἀνθρώποις ὀλέθριον· χαρᾶς ὑπάρχω διάκονος, οὐ λύπης ὑπηρέτης γνωρίζομαι· χαρᾶς ἄγγελος πέφηνα οὐ λύπης κήρυξ γινώσκομαι. Τί φοβῇ τόν σε τοὐναντίον φοβούμενον; Τί δειλιᾷς τὸν δειλιῶντά σου τὸ ἀξίωμα; Τί δεδίττῃ τὸν χάριν τὴν σὴν δεδιττόμενον;

Τί εὐλαβῇ τὸν ἀγλαΐαν τὴν σὴν εὐλαβούμενον; Δοῦλός εἰμι καὶ λάτρις ἐλάχιστος τοῦ σοῦ Παιδὸς καὶ γεννήματος. Αὐτός με, μὴ ὄντα, πεποίηκεν· αὐτός με πρὸς σὲ τῶν οὐρανίων χωρίων ἀπέστειλε, τὴν αὐτοῦ σοι μηνύων χαροποιὸν ἄφιξιν· τὴν αὐτοῦ σοι βοῶ ἀπερίγραφον σύλληψιν· τὴν αὐτοῦ σοι καταγγέλλω ἀνερμήνευτον σάρκωσιν· τὴν αὐτοῦ σοι προσφθέγγομαι χαρᾶς ἁπάσης γεννήτριαν γέννησιν.

ΚΗʹ. Καὶ διὰ τοῦτό σοι λέγω, Παρθένε πανύμνητε· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.» Εὗρες χάριν, ἥν γυναικῶν οὐδεμία τὸ σύνολον εὕρηκεν· εὗρες χάριν, ἣν οὐδεὶς ἐθεάσατο· εὗρες χάριν, ἣν οὐδεὶς εἰσεδέξατο.

Καὶ ποίαν ταύτην; ἄκουε. «Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ταῦτα πρὸς σὲ βοᾷν οὐρανόθεν ἀπέσταλμαι· ταῦτά σοι σαφῶς εὐαγγελίσασθαι, ὁ ἐκ σοῦ τεχθησόμενος πέπομφε ταῦτά σοι μηνῦσαι λόγοις καὶ ῥήμασιν, ὁ Λόγος τοῦ Πατρὸς ἐγκεκέλευσται· ταῦτά σοι διαλέξασθαι, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ διεθέσπισεν· ἄνω μοι τὸ διάγγελμα δέδωκε, κἀνθάδε αὐτὸν κατασκέπτομαι· ἐν οὐρανῷ μοι τὸ ῥηθὲν ἐνεχείρισε, καὶ ἐν σοὶ τῇ Παρθένῳ τοῦτον θεωρῶ διαιτώμενον. Ἀΐδιος ἦν, ὁ πρὸς σὲ τὴν Παρθένον ἀφικόμενος· ἄχρονος ἦν, ὁ ἐκ σοῦ χρονικῶς κυϊσκόμενος· ἄσαρκος ἦν, ὁ ἐκ σοῦ σαρκικῶς τεχθησόμενος· ἀπερίγραπτος ἦν, ὁ ἐν σοὶ περιγραφῆς ἀνεχόμενος.

ΚΘʹ. «Ἰδοὺ συλλήψῃ ἐν γαστρί.» Καὶ μὴ νόει μοι. ὦ Παρθένε, τῶν ἅλλων γυναικῶν τὴν σύλληψιν. Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ σύλληψιν ἄσπορον, σύλληψιν ἄφραστον, σύλληψιν ἄῤῥητον, σύλληψιν ἔνθεον, ἢν οὐκ ἀνδρὸς ἐγεώργησε σύνοδος, οὐκ ἄῤῥενος εἴργασται σύμβασις, ἢν ἀνθρώπων ἐξειπεῖν οὐδεὶς ὁ δυνάμενος. Πῶς γὰρ οἱ κατὰ φύσιν γεννώμενοι, τὰ ὑπὲρ φύσιν εἰπεῖν ἐξισχύσουσιν; Ὑπερφυοῦς οὖν οὔσης σου τῆς συλλήψεως, τοὺς κατὰ φύσιν λογισμοὺς μὴ ἐξέταζε. «Τέξῃ δὲ υἱὸν,» οὐ μόνον χρονικὸν καὶ ἐπίκηρον, ἀλλὰ δὴ καὶ ἀΐδιον, καὶ πάντων χρονικῶν ἀρχικώτερον· «καὶ τέξῃ υἱὸν,» οὐ μόνον σαρκικὸν θεωρούμενον, ἀλλὰ δὴ καὶ ἀσώματον· «καὶ τέξῃ υἱὸν,» οὐ μόνον σοῦ τῆς Παρθένου φαινόμενον, ἀλλὰ δὴ καὶ Θεοῦ Υἱὸν γινωσκόμενον· «καὶ τέξῃ υἱὸν,» οὐ μόνον γνωριζόμενον ἄνθρωπον, ἀλλὰ καὶ Θεὸν ἀληθῆ πιστευόμενον· «καὶ τέξῃ υἱὸν,» οὐ σωτηρίας τῆς παρ’ ἑτέρου δεόμενον, ἀλλὰ σωτηρίαν πᾶσιν ἀνθρώποις δωρούμενον. «Καὶ» διὰ τοῦτο «καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν,» ὅπερ ὄνομα Σωτὴρ ἑρμηνεύεται. Ἕδει γὰρ, ὦ Παρθένε, τὸν Σωτῆρα τῶν ὅλων τικτόμενον, αὐτὸ κληροῦσθαι τοῦ Σωτῆρος τὸ ὄνομα· ἵνα κἀξ αὐτοῦ τοῦ ὀνόματος δηλῶται τοῦ τεχθέντος ἡ δύναμις, καὶ πᾶσιν ἀνθρώποις σημαίνηται τοῦ σοῦ παιδὸς ἡ σωτήριον λόχευσις.

Λʹ. «Οὗτος ἔσται μέγας,» ὡς «μεγάλης βουλῆς Ἅγγελος» καλούμενος, καὶ «Θεὸς ἰσχυρὸς» ἀνύμνούμενος καὶ «θαυμαστὸς τοῦ Πατρὸς» κελαδούμενος «σύμβουλος,» καὶ «Ἄρχων εἰρήνης» φαινόμενος, καὶ πάσης, ὡς Ποιητὴς, ἐξουσιάζων τῆς κτίσεως, καὶ τοῖς ἐπιγείοις εἰρηνοποιῶν τὰ οὐράνια. Τὰ γὰρ τῆς οἰκείας ἀρχῆς κατορθώματα ἐπὶ τοῦ οἰκείου ὤμου φορεῖ καὶ βραχίονος· οὐ γὰρ ἑτέρου δυνάμει, οἰκείᾳ δὲ μᾶλλον κατορθοῖ τὰ πραττόμενα, εἰρηναίαν τοῖς πᾶσι πηγάζων κατάστασιν. Ἀλλὰ καὶ «πατὴρ αἰῶνός» ἐστι «τοῦ μέλλοντος,» ὁ μόνος ἐκ μόνου τεχθεὶς Θεοῦ τοῦ γεννήτορος, καὶ πατὴρ ὑπάρξας αἰῶνος τοῦ μέλλοντος, καὶ πρὸ πάντων αἰώνων σὺν αὐτῷ τῷ Πατρὶ δοξαζόμενος. Περὶ οὗ καὶ Ἡσαΐας προλαβὼν προεφήτευσε· «Παιδίον, λέγων, ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν·» τὸ σὸν, ὦ Παρθένε, παιδίον, οὗ σοι νῦν ἀγγέλλω τὴν γέννησιν, «οὗ ἡ ἀρχῆ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, Ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» «Οὗτος ἔσται μέγας·» οὐχ ὡς μὴ μέγας ὤν, μετέπειτα δὲ γεννησόμενος, ἀλλ’ ὡς ἀεὶ μέγας ὢν, καὶ μετὰ ταῦτα δὲ γενησόμενος. Μεγάλου γὰρ Θεοῦ καὶ Πατρὸς κατὰ φύσιν Υἱὸς γνωριζόμενος, μέγας καὶ αὐτὸς διορίζεται, καὶ τῇ φύσει Θεὸς κηρυχθήσεται· συμφυὴς γὰρ ὢν Θεῷ τῷ γεννήτορι, πάντως καὶ τὴν σὴν ἕξει κατ’ οὐσίαν ταυτότητα.

Ἄνισον γὰρ ἑαυτῷ Θεὸς Υἱὸν καὶ ἀνόμοιον οὐκ ἄν ποτε τίκτων γεννήσειεν, ἀλλὰ πάντως συμφυῆ καὶ πανόμοιον, καὶ ἐν πᾶσι φυσικοῖς ἀπαράλλακτον.

ΛΑʹ. «Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.» Μέγας μὲν γάρ ἐστιν ἀεὶ, καὶ ὑψίστου Θεοῦ Υἱὸς προσηγόρευται, ὡς ἀπ’ αὐτοῦ τοῦ μεγάλου Θεοῦ, καὶ Υἱὸς αὐτοῦ μονογενὴς κηρυττόμενος· ἔσται δὲ, φημὶ καὶ κληθήσεται, οὐχ ὡς ταῦτα μὴ ὢν, μὴ οὕτως ὑπόπτευε· ἀλλὰ διὰ τὴν ἐκ σοῦ ταῦτα βοῶ πολυθαύμαστον γέννησιν, καὶ τὴν ἐκ σοῦ σαρκικὴν ἐνανθρώπησιν. Τὸ ἔσται γὰρ καὶ κληθήσεται, χρονικὰ πεφυκότα προσρήματα, ὡς καθ’ ὑμᾶς τοὺς ἀνθρώπους γενόμενος ἄνθρωπος εἴρηται, ἐπεὶ καὶ καθ’ ὑμᾶς κατ’ ἀλήθειαν πρόεισιν.

Ὡσαύτως δὲ καὶ τὸ, «Δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ταῦτα γὰρ ἅπαντα τῆς ἐκ σοῦ χάριν σαρκικῆς ἀναφωνεῖται γεννήσεως.

Ἅπαξ γὰρ δι’ ὑμᾶς γενέσθαι καθ’ ὑμᾶς ἀνασχόμενος ἄνθρωπος, καὶ πάντα δι’ ὑμᾶς τὰ ἀνθρώπινα ἀκοῦσαί τε καὶ παθεῖν καταδέχεται, ἵνα μὴ φάσμα νομισθῇ τοῖς ἀκούουσιν, ἵνα μὴ δόκησις δόξῃ τοῖς βλέπουσιν, ἵνα τῆς πρὸς ὑμᾶς ἀληθοῦς συγκαταβάσεως τοῖς πράγμασι δείξῃ τὸ μέγεθος, ἵνα τῆς οἰκείας δι’ ὑμᾶς ἐνανθρωπήσεως παραστήσῃ σαφῆ τὰ τεκμήρια.

Ἐπεὶ πῶς ἄνθρωπος, μὴ χοϊκὴν λαχὼν τὴν ἐκλόχευσιν, καὶ χοϊκὴν φορῶν ταπεινότητα (τί γὰρ χοός ἐστι ταπεινότερον;), ἢ μέγας γενήσεται, ἢ Υἱὸς Ὑψίστου κληθήσεται γνήσιος; ἢ πῶς Δαβὶδ ἀδιάδοχον θρόνον κληρώσειεν; ἢ πῶς ἐπὶ τὸν οἶκον Ἰακὼβ ἀεὶ βασιλεύσειε, καὶ οὐχ ἕξει τέλος αὐτοῦ τὸ βασίλειον;

Δαβὶδ γὰρ καὶ Ἰακὼβ αὐτὸς ὁ Χριστὸς ἑρμηνεύεται πρὸς θεωρίαν μυστικὴν λαμβανόμενος. Αὐτὸς γὰρ καὶ κραταιὸς χειρὶ, ἤτοι δυνάμει, καθέστηκε, καὶ τοὺς ὑμῶν· ἀντιπάλους ἐπτέρνισε, καὶ τὴν κατ’ αὐτῶν νίκην ὑμῖν ἐδωρήσατο. Δι’ οὗ καὶ οἱ εἰς αὐτὸν τῶν ἀνθρώπων πιστεύοντες, τὸν πάλαι τῶν Ἰουδαίων λαὸν εἰκότως πτερνίσουσι, καὶ τὰ κατὰ χρόνον αὐτοῦ πρωτοτόκια, ὡς καλῶς Χριστῷ πεπιστευκότες, κομίσονται.

Ἀλλὰ ταῦτα κατὰ φύσιν ὤν τὴν ἀΐδιον, καὶ τὴν ἐκ Πατρὸς ἀκατάληπτον γέννησιν, διὰ τὴν ἐκ σοῦ τῆς θεόφρονος σάρκωσιν, καὶ δέχεσθαι λέγεται· ἵν’ ἄπερ αὐτὸς κατὰ φύσιν ἐστὶ τὴν ἀθάνατον, ταῦτα καὶ ὑμῖν κατὰ χάριν τὴν θείαν δωρήσηται οἷς καὶ φιλανθρώπως γεγέννηται κατὰ σάρκα, τὴν ἐκ σοῦ, τὴν παθητὴν καὶ θνητὴν ὁμοούσιος.