Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Σωφρόνιος Ἱεροσολύμων

Η αποστολή του Γαβριήλ και τα εγκώμια προς τη Θεοτόκο

Το χαρμόσυνο μήνυμα προς την Παρθένο, η αναίρεση της προπατορικής κατάρας, η καταδίκη των ωριγενιστικών πλανών και η ανάδειξη της υπεροχής της Θεομήτορος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 7

ΙϚʹ. Καὶ πῶς τοῦτο πληροῦται, καὶ πράττεται, καὶ εἰς ἔργον ἄψευστον διάγεται; Ἔστι γὰρ φοβερὸν καὶ κατάπληκτον, καὶ ἀνθρώπων ἀκοαῖς ἀπιστότατον, ἀνθρωπίνοις νοούντων λογισμοῖς τὰ θειότατα. Ἀλλ’ ἔνθα Θεὸς καταγγέλλεται, ἀργεῖ τῶν ἀνθρωπίνων λογισμῶν ἡ εὐτέλεια. Πάντα γὰρ ῥᾷστα Θεῷ καὶ δυνατὰ καὶ εὐπόριστα, οἷά γε δρᾶν ἐθελήσειε. Καὶ θείας τοῦτο καὶ ὑπερτάτης δυνάμεως ἀριδηλότατόν ἐστι καὶ ἐξαίρετον γνώρισμα, καὶ πάσῃ φύσει κτιστῇ παντελῶς ἀκοινώνητον· ἔνθεν γάρ ἐστι θαυμαστὰ καὶ κατάπληκτα τὰ φύσεως ἀνθρωπίνης ὑπέρτερα, καὶ πᾶσαν κτιστὴν ὑπερβαίνοντα δύναμιν.

Καὶ πῶς τοῦτο Θεῷ διανύεται, καὶ πρὸς πέρας περιώνυμον ἄγεται; Διδάσκει σαφῶς ἡμᾶς Λουκᾶς ὁ θεσπέσιος, τὸ πάντων ἱερῶν ἱερώτατον συγγράφων ἡμῶν Εὐαγγέλιον, ἵνα μηδεὶς ἀπιστῇ τῷ μεγέθει τοῦ πράγματος, ἵνα μηδεὶς ἀδυναμίαν Θεοῦ καταψεύσηται, ἀσθενὴς ὑπάρχων αὐτὸς καὶ ἀδύναμος, καὶ πρὸς πᾶσαν πρᾶξιν θειοτέραν ἀνίκανος. Καθάπερ αὐτοῦ βοῶντος, ἀρτίως ἠκούσατε, ὡς «Τῷ μηνὶ τῷ ἔκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ Θεοῦ, εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς Παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαβὶδ, καὶ τὸ ὄνομα τῆς Παρθένου Μαριάμ.» Ἀκούεις Θεὸν ἀποστείλαντα, καὶ ἀπιστεῖν ἐθέλεις τῷ πράγματι; Μὴ ἀπίστει Θεοῦ τῷ διατάγματι, ἀλλὰ μᾶλλον εὐσεβέστατα πίστευε, ὡς πληροῦν ἐστι Θεὸς δυνατώτατος, ἄπερ ἂν καὶ πράττειν βουλήσοιτο.

Ἄγγελος δὲ πρὸς τίνος ἂν ἑτέρου καὶ στέλλοιτο, ἢ πρὸς μόνου πάντως Θεοῦ, τοῦ ποιήσαντος καὶ ἐξ οὐκ ὄντων αὐτὸν οὐσιώσαντος, καὶ πᾶσαν φύσιν ἀγγελικὴν σχεδιάσαντος; Εἰ οὖν Θεὸς ὁ στείλας διέγνωσται, καὶ ἄγγελος ὁ σταλεὶς προσκηρύττεται, πῶς οὐκ ἀληθὲς τὸ λεγόμενον; Ταῦτα θαυμαζέτωσαν ἅπαντες· μὴ ἀπιστείτωσαν δὲ τῷ κηρύγματι, Θεοῦ τὸ σθένος γινώσκοντες, ὡς παναλκές ἐστι καὶ ἀληθῶς παντοδύναμον.

ΙΖʹ. Τί δὲ σταλεὶς ὁ μακαριστὸς ἄγγελος πρὸς τὴν Παρθένον φησὶ τὴν ἀπείρανδρον; ἢ πῶς αὐτῇ τῶν τοιούτων εὐαγγελίων ἀπαγγέλλει τὴν δήλωσιν; καὶ ὅσα τίκτει δι’ αὐτῆς τὸ τοιοῦτον Θεοῦ μεγαλούργημα; «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Ἀπὸ χαρᾶς πρὸς αὐτὴν ὁ τῆς χαρᾶς ἄγγελος ἄρχεται. ᾜδει γὰρ, καὶ ἠπίστατο, ὡς πᾶσιν ἀνθρώποις, καὶ πᾶσιν ὡσαύτως τοῖς κτίσμασι χαρᾶς αὐτοῦ τὸ διάγγελμα πρόξενον γίνεται, καὶ λύπης ἀπάσης τοῖς πᾶσιν ὀλέθριον· ᾔδει γὰρ, ἐκ τούτου θεογνωσίᾳ τὸν κόσμον αὐγάζεσθαι· ᾔδει, τῆς πλάνης τὴν ἀχλὺν ἀφανίζεσθαι· ᾔδει, τοῦ θανάτου τὸ κέντρον ἀμβλύνεσθαι· ᾔδει, τῆς φθορᾶς τὴν δύναμιν φθείρεσθαι· ᾔδει, τοῦ ᾅδου τὴν νίκην καθέλκεσθαι· ᾔδει, τὸν ἀπολλύμενον ἄνθρωπον σώζεσθαι, τὸν τούτοις πάλαι δουλεύοντα, ἀφ’ οὗ τοῦ παραδείσου τῆς τρυφῆς ἀπελήλαται, καὶ τῆς ἐκεῖσε μακαρίας διατριβῆς ἐξελήλαται.

Διὰ τοῦτο χαρὰν αὐτοῦ τῶν εὐαγγελίων τὸ προοίμιον τίθησι, διὰ τοῦτο χαρὰν αὐτοῦ τῶν λόγων προφθέγγεται, διὰ τοῦτο χαρὰ τῶν εὐαγγελίων τουτωνὶ προηγήσατο, ὡς πᾶσι γενησομένων χαρὰ τοῖς πιστεύουσιν. Ἔδει γὰρ ἀπὸ χαροποιῶν λόγων καὶ ῥημάτων ἄρχεσθαι τῆς χαρᾶς τὰ θεῖα μηνύματα.

Διὰ τοῦτο γὰρ ὁ ἄγγελος πρὸ πάντων χαρὰν ἀναφθέγγεται, τῶν οἰκείων εἰδὼς εὐαγγελίων τὴν ἔκβασιν, καὶ ὡς χαρὰ φανεῖται παγκόσμιος ἡ αὐτοῦ τελειωμένη διάλεξις. ΙΗʹ. Ποίαν γὰρ οὐχ ὑπερβαίνει χαρὰν καὶ τερπνότητα, τὸ πρὸς τὴν μακαρίαν Παρθένον γενόμενον καὶ τῆς χαρᾶς μητέρα διάγγελμα; Χαίροις, ὦ χαρᾶς τῆς ἐπουρανίου γεννήτρια· χαίροις, ὦ χαρᾶς τῆς ὑπερτάτης μαιεύτρια· χαίροις, ὦ χαρᾶς τῆς σωτηρίου μητρόπολις· χαίροις, ὦ χαρᾶς τῆς ἀθανάτου παραίτιε· χαίροις, ὦ χαρᾶς τῆς ἀλέκτου μυστικὸν καταγώγιον· χαίροις, ὦ χαρᾶς τῆς ἀῤῥήτου ἀξιάγαστος ἄρουρα· χαίροις, ὦ χαρᾶς τῆς ἀρεύστου πηγὴ παμμακάριστος· χαίροις, ὦ χαρᾶς τῆς ἀϊδίου θεοφόρον κειμήλιον· χαίροις, ὦ χαρᾶς τῆς ζωοπαρόχου φυτὸν εὐθαλέστατον· χαίροις, ὦ Θεοῦ Μήτηρ ἀνύμφευτε· χαίροις, ὦ Παρθένε μετὰ τόκον ἀσύλητε· χαίροις, ὦ πάντων παραδόξων παραδοξότατον θέαμα. Τίς σου φράσαι τὴν ἀγλαΐαν δυνήσεται; Τίς σου φάναι τὸ θαῦμα τολμήσειε; Τίς σου κηρύξαι θαρσήσει τὸ μέγεθος;

Ἀνθρώπων τὴν φύσιν ἐκόσμησας, Ἀγγέλων τὰς τάξεις νενίκηκας· τῶν Ἀρχαγγέλων τὰς φωταυγείας ἀπέκρυψας· τῶν Θρόνων τὰς προεδρίας, δευτέρας σου ἀπέδειξας· τῶν Κυριοτήτων τὸ ὕψος ἐσμίκρυνας· τῶν Ἀρχῶν τὰς καθηγήσεις προέδραμες· τῶν Ἐξουσιῶν τὸ σθένος ἠνεύρωσας· τῶν Δυνάμεων δυναμωτέρα προελήλυθας δύναμις· τὸ τῶν Χερουβὶμ πολυόμματον γηΐνοις ὀφθαλμοῖς ὑπερέβαλες· τὸ τῶν Σεραφὶμ ἑξαπτέρυγον ψυχῆς θεοκινήτοις πτεροῖς ὑπερβέβηκας· καὶ πάσης ὑπερέσχες τῆς κτίσεως, ὡς πάσης πλέον τῆς κτίσεως καθαρότητι λάμπουσα, καὶ τὸν πάσης Κτίστην δεξαμένη τῆς κτίσεως, καὶ τοῦτον κυοφοροῦσα καὶ τίκτουσα καὶ Θεοῦ Μήτηρ ἐκ πάσης γεγεννημένη τῆς κτίσεως.

ΙΘʹ. Διὰ τοῦτό σοι, «Χαῖρε κεχαριτωμένη,» προσφθέγγομαι· ἐπειδὴ καὶ πάσης πλέον ἐχαριτώθης τῆς κτίσεως· καὶ τῆς τοιαύτης ἐν σοὶ χαρᾶς τε καὶ χάριτος γνωρίζω καὶ οἶδα τὸ αἴτιον· διὸ καὶ ἐπιφέρω βοῶν καὶ φθεγγόμενος· «Ὁ Κύριος μετὰ σοῦ·» ὁ πάσης μὲν, ὡς Κτίστης, κυριεύων τῆς κτίσεως· μετὰ σοῦ δὲ, ὡς ἐν κοιλίᾳ τῇ σῇ βασταζόμενος, καὶ κυοφορίαν κυοφορούμενος ἄφραστον. «Ὁ Κύριος μετὰ σοῦ·» ὁ ἀϊδίως μὲν ἐκ Πατρὸς γεννηθεὶς, καὶ μετὰ Πατρὸς ἀεὶ θεωρούμενος· μετὰ σοῦ δὲ νῦν τῇ συλλήψει γινόμενος, καὶ ἐκ σοῦ φοβερὰν ποιησάμενος σάρκωσιν. «Ὁ Κύριος μετὰ σοῦ·» ὁ πρώτην μὲν ἔχων ἀΐδιον γέννησιν, καὶ δευτέραν ἐκ σοῦ προσδεχόμενος γέννησιν. «Ὁ Κύριος μετὰ σοῦ·» ὁ πάσης μὲν σὺν Πατρὶ κυριεύων τῆς κτίσεως, ἐκ σοῦ δὲ δούλου μορφὴν ἐνδυόμενος, καὶ δουλείας ἐλευθερῶν τὸ ἀνθρώπινον. Διὰ τοῦτο γὰρ δοῦλος ὁ Κύριος γίνεται, ἵνα τὸν δοῦλον ἀποδείξῃ χάριτι κύριον. «Ὁ Κύριος μετὰ σοῦ·» ὁ πρώην μὲν πάσης ἔξω τυγχάνων τῆς κτίσεως, νυνὶ δὲ μετὰ σοῦ τῆς κτιστῆς καθορώμενος, καὶ διὰ σοῦ τοῖς κτιστοῖς γενόμενος συνάριθμος· ἐν σοὶ γὰρ ὁ ἄκτιστος κτίζεται, καὶ ἐκ σοῦ κτιστὸς ὁ Κτίστης προέρχεται. Κτίσμα βλέπω ἐν σοὶ γεγονότα τὸν ἄκτιστον, καὶ σάρκα θεωρῶ τελεσθέντα τὸν ἄσαρκον.

Κʹ. Ἄνω μὲν στέλλων, ὦ Παρθένε, πρὸς σὲ, ἄσαρκος ἦν καὶ ἀσώματος· ὧδε δὲ σάρκα σκοπῶ καὶ σῶμα γενόμενον. Ἄνω μὲν ἄκτιστος ἦν πάσης ἐξῃρημένος τῆς κτίσεως· ὧδε δὲ κτίσμα τοῦτον εὑρίσκω καὶ ποίημα ἀτρέπτως ἐν σοὶ τῇ Παρθένῳ γενόμενον.

Ἄνω μὲν Θεὸν ἑώρων γυμνὸν ἀνθρωπότητος (ποῦ γὰρ ἀνθρωπότης ἐν οὐρανῷ κατοπτεύοιτο; Μὴ πάλιν Ὠριγέναι ληρείτωσαν· μὴ πάλιν μαινέσθωσαν Δίδυμοι· μὴ πάλιν Εὐάγριοι θυμομαχοῦντες λυττάτωσαν μύθους κενοὺς ἀφηγούμενοι· καὶ προβιοτὴν ψυχῶν φανταζόμενοι, καὶ Ἕλλησι μυσαροῖς συσπενδόμενοι)· ὧδε δὲ ἀναλλοιώτως ὁρῶ γενόμενον ἄνθρωπον καὶ θαῦμα ἐν θαύματι, ὅτι καὶ Θεός ἐστιν ἀναλλοίωτος, καὶ ἄνθρωπός ἐστιν ἀνερμήνευτος· τὴν φύσιν διπλοῦς, ἀλλ’ οὐ διπλοῦς τὴν ὑπόστασιν, ἓν καὶ ταυτὸν ἔχων τὸ πρόσωπον· ἐν φύσεσι δὲ διτταῖς γνωριζόμενος, μήτε διὰ τὸ τῶν φύσεων διττὸν διαιρούμενος, μήτε διὰ τὸ τῆς ὑποστάσεως ταυτὸν καὶ ἑνικὸν καὶ ἀσύζυγον, τῶν, ἐξ ὧν ἐστι, φύσεων δημιουργῶν τὴν ἀνάχυσιν· οὔτε τῆς ἄνω Τριάδος τῆς τῶν ὅλων ἀρχικῆς αὔξων τὴν ἀρίθμησιν, καὶ εἶς τῶν ἀνθρώπων τοῖς ἀνθρώποις δεικνύμενος. καὶ Θεὸν τὸν αὐτὸν εὑρίσκω καὶ ἄνθρωπον, καὶ τοῦ θαύματος θαυμάζω τὸ μέγεθος.

ΚΑʹ. «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Καὶ τί ταύτης ἂν εἴη τῆς χαρᾶς, ὦ Παρθενομῆτορ, ἀνώτερον; Ἤ τί ταύτης ἂν τῆς χάριτος γένοιτο μεῖζον, ἧς μόνη σὺ θεόθεν κεκληρονόμηκας ἢ χαριέστερόν τε καὶ φαιδρότερον; Πάντα σου κατόπιν βαδίζει τοῦ θαύματος· πάντα σου κάτω κεῖται τῆς χάριτος· πάντα δευτερεύει τὰ ἔγκριτα. καὶ τὸ ἧττον κληροῦται τῆς λαμπρότητος. «Θεὸς μετὰ σοῦ·» καὶ τίς ἁμιλλᾶσθαι τολμήσειε; Θεὸς ἐκ σοῦ· καὶ τίς εὐθὺς οὐχ ἡττηθήσεται, καὶ μὴ μᾶλλόν σοι χαίρων ἀφήσει τὸ προῦχον καὶ ἔξοχον; Διὰ τοῦτό σοι τὰ μέγιστα φθέγγομαι. τὰ σὰ θεωρῶν ἐν πᾶσι κτιστοῖς προτερήματα· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Ἐκ σοῦ γὰρ ἡ χαρὰ οὐ μόνον ἀνθρώποις κεχάρισται, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι δίδοται.

ΚΒʹ. Ὄντως «εὐλογημένη σὺ ἐν γυναιξίν·» ὅτι τῆς Εὔας τὴν κατάραν εἰς εὐλογίαν μετέβαλες· ὅτι τὸν Ἀδὰμ, ὄντα τὸ πρῶτον ἐπάρατον, εὐλογηθῆναι διὰ σοῦ παρεσκεύασας. Ὄντως «εὐλογημένη σὺ ἐν γυναιξίν·» ὅτιπερ ἡ εὐλογία τοῦ Πατρὸς διὰ σοῦ τοῖς ἀνθρώποις ἀνέτειλε, καὶ κατάρας αὐτοὺς τῆς παλαιᾶς ἠλευθέρωσεν. Ὄντως «εὐλογημένη σὺ ἐν γυναιξίν·» ὅτι διὰ σοῦ οἱ σοὶ προπάτορες σώζονται· σὺ γὰρ τὸν Σωτῆρα γεννήσεις, τὸν τούτοις σωτηρίαν θεϊκὴν ἐργαζόμενον.

Ὄντως «εὐλογημένη σὺ ἐν γυναιξίν·» ὅτι καρπὸν ἀσπόρως ἐβλάστησας, τὸν πάσῃ γῇ τὴν εὐλογίαν δωρούμενον, καὶ κατάρας αὐτὴν τῆς ἀκανθοφόρου λυτρούμενον. Ὄντως «εὐλογημένη σὺ ἐν γυναιξίν·» ὅτι, γυνὴ τῇ φύσει ὑπάρχουσα, Θεοτόκος γενήσῃ τῷ πράγματι. Εἰ γὰρ ὁ ἐκ σοῦ τεχθησόμενος, σεσαρκωμένος Θεός ἐστι κατὰ ἀλήθειαν, Θεοτόκος σὺ δικαιότατα λέγοιο, ὡς Θεὸς κατὰ ἀλήθειαν τίκτουσα.