Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Βίος Μαρίας τῆς Αἰγυπτίας (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Προοίμιο και ο βίος του γέροντα Ζωσιμά

Εισαγωγή στη διήγηση και παρουσίαση της ασκητικής πολιτείας του ορθόδοξου μοναχού Ζωσιμά, έως τη θεία κλήση του για αναχώρηση προς τον Ιορδάνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 7

Μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακηρύττειν ἔνδοξον· οὕτω γὰρ εἶπεν ὁ ἄγγελος τῷ Τωβίτ, μετὰ τὴν παράδοξον τὴν ἐκ τυφλώσεως τῶν ὀμμάτων ἀνάβλεψιν, καὶ μετ’ ἐκείνους τοὺς κινδύνους, οὓς διῆλθε, καὶ ὧν ἐῤῥύσθη, δι’ ἢν εἶχεν εὐσέβειαν. Καὶ γὰρ τὸ βασιλέως μὴ φυλάττειν μυστήριον, ἐπισφαλὲς καὶ ἐπόλεθρον. Καὶ τὸ σιγᾷν Θεοῦ ἔργα παράδοξα, ψυχῆς φέρει τὸν κίνδυνον.

Ὅθεν κἀγὼ φόβῳ τοῦ σιωπᾷν τὰ θεῖα βαλλόμενος, καὶ τὸν ἐπηρτημένον κίνδυνον τῷ δούλῳ, ὑφορώμενος, ὃς λαβὼν ὑπὸ τοῦ δεσπότου τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξεν, καὶ τὸ δοθὲν εἰς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον· ἐξήγησιν ἱεράν, ἕως ἐμοῦ καταντήσασαν, οὐδαμῶς σιωπήσομαι. Καί μοι μηδεὶς ἀπιστείτω ἅπερ ἀκήκοα γράφοντι, ἢ ἐμὲ τερατεύεσθαι τὸ παράπαν ἡγούμενος, ἢ τοῦ πράγματος τῷ μεγέθει πληττόμενος· ἐμοὶ μὲν γὰρ μὴ γένοιτο καταψεύσασθαι καὶ καπηλεύεσθαι λόγον, ἐν ᾧ Θεοῦ μνημονεύεται. Καὶ τὸ σμικρὰ δὲ φρονεῖν καὶ ἀναξία τῆς τοῦ σαρκωθέντος Θεοῦ Λόγου μεγαλειότητος, καὶ ἀπιστεῖν τοῖς οὕτω λεγομένοις, οὔ μοι δοκεῖ ἔχειν τὸ εὔλογον· εἰ δέ τινες εἰσὶν οἱ τῇδε τῇ γραφῇ ἐντυγχάνοντες, καὶ τὸ παράδοξον τοῦ λόγου δῆθεν καταπληττόμενοι, καὶ πιστεύειν ἐπιχειρῶς οὐκ ἐθέλοντες, κἀκείνοις ἵλεως γένηται Κύριος, ἐπειδήπερ καὶ αὐτοὶ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως λογιζόμενοι, δυσπαράδεκτα ἡγοῦνται τὰ παραδόξως πως περὶ ἀνθρώπων λεγόμενα.

Εἶμι δὲ λοιπὸν ἐπ’ αὐτὴν τὴν διήγησιν, πρᾶγμα λέξεων ἐν τῇ γενεᾷ τῇ καθ’ ἡμᾶς γεινάμενον. Ὅπερ ἱερὸς ἀνήρ, τὰ θεῖα λέγειν καὶ πράττειν ἐκπαιδόθεν μεμαθηκώς, ἀφηγήσατο. Ἀλλὰ μηδὲ τοῦτο πρὸς ἀπιστίαν ἑλκύσῃ τοὺς ἐντυγχάνοντας, τὸ ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ θαῦμα τοιοῦτον ἡγουμένους γενέσθαι ἀδύνατον· ἡ γὰρ χάρις τοῦ Πατρὸς κατὰ γενεὰν εἰς ψυχὰς ὁσίας διαβαίνουσα, φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει, καθὼς ἐδίδαξεν ὁ Σολομῶν.

Καιρὸς δὲ λοιπὸν τῆς ἱερᾶς ἐκείνης ἀπάρξασθαι διηγήσεως. Ἐγένετό τις ἐν τοῖς κατὰ Παλαιστίνην μοναστηρίοις ἀνήρ, βίῳ καὶ λόγῳ κοσμούμενος, ὃς ἐκ σπαργάνων αὐτῶν τοῖς μοναχικοῖς ἀνετράφη ἤθεσί τε καὶ πράγμασι· Ζωσιμᾶς ἦν ὄνομα τούτῳ τῷ γέροντι.

Καὶ μή τις τῇ ἐπωνυμίᾳ, νομισάτω με ἐκεῖνον λέγειν τὸν Ζωσιμᾶν, τὸν ἐν δόγμασί ποτε διαβληθέντα ὡς ἑτερόδοξον· ἅλλος γὰρ οὗτος, καὶ ἄλλος ἐκεῖνος, καὶ πολὺ τὸ μεταξὺ τῶν δύο τὸ διάφορον, εἰ καὶ μίαν ἐκέκτηντο τὴν προσηγορίαν ἀμφότεροι.

Οὗτος τοίνυν ὁ Ζωσιμᾶς ὀρθόδοξος, ὃς ἐμόνασεν ἀρχῆθεν ἕν τινι τῶν πάλαι μοναστηρίων, πᾶν εἶδος ἀσκήσεως μετερχόμενος. καὶ πρὸς πᾶσαν ἐγκράτειαν γενόμενος ἐπιτήδειος· πάντα μὲν γὰρ κανόνα παραδεδομένον ὑπὸ τῶν πρὸς τὴν τοιαύτην αὐτῶν παλαίστραν παιδοτριβησάντων ἐφύλαττεν, πολλὰ δὲ καὶ αὐτὸς προσεπενόησεν οἴκοθεν, ὑποτάξαι ζητῶν τὴν σάρκα τῷ πνεύματι. Καί γε τοῦ σκοποῦ οὐ διήμαρτεν· οὕτω γὰρ ἦν ὁ γέρων [ἐπίσημος] περὶ τὸ πνευματικόν, ὡς πολλοὺς πολλάκις τῶν ἐγγύθεν μοναστηρίων, ἔστι δὲ ὅτε καὶ τῶν μακρὰν ἀπεχόντων, φοιτᾷν πρὸς αὐτόν, καὶ πρὸς ἐγκράτειαν ὑπὸ τῆς ἐκείνου διδασκαλίας τυποῦσθαι [καὶ κανονίζεσθαι].

Καίπερ δὲ οὕτως ἔχων περὶ τὸ πρακτικὸν εἶδος ὁ γέρων, οὐδὲ τῆς μελέτης τῶν θείων Λογίων ποτὲ παρημέλησεν· ἀλλὰ καὶ κοιταζόμενος, καὶ ἀνιστάμενος, καὶ ἐν χερσὶ κρατῶν τὸ ἐργόχειρον, ὅθεν τὴν τροφὴν ἐπορίζετο. Εἰ δὲ θέλεις μαθεῖν τῆς τροφῆς, ἧς ἐκεῖνος ἐγεύετο, ἓν ἔργον εἶχεν ἐκεῖνος ἀσίγητον, μηδέ ποτε δαπανώμενον, τὸ ψάλλειν διὰ παντός, καὶ μελέτην ἀεὶ ποιεῖσθαι τῶν ἱερῶν Λογίων.

Πολλάκις γοῦν φασί τινες καὶ θείας ὁράσεως ἀξιοῦσθαι τὸν γέροντα θεόθεν αὐτῷ γειναμένης ἐλλάμψεως, καθάπερ ὁ Κύριος εἶπεν, Οἱ τὴν σάρκα δηλαδὴ τὴν ἑαυτῶν ἐκκαθάραντες, καὶ νήφοντες ἀεὶ ἐγρηγορότι τῷ τῆς ψυχῆς αὐτῶν ὄμματι, ὁρῶσι θείας ἐλλάμψεως ὁράσεις, ἀῤῥαβῶνας ἐντεῦθεν τοῦ μένοντος αὐτοὺς καλοῦ κομιζόμενοι.

Ἔλεγεν οὖν ὁ Ζωσιμᾶς, ἐξ αὐτῶν εἰπεῖν τῶν πατρικῶν ἀγκαλῶν ἐν τῷ μοναστηρίῳ τούτῳ δεδόσθαι, καὶ μέχρι τρίτου καὶ πεντηκοστοῦ ἔτους ἐν αὐτῷ τὸν δρόμον τὸν ἀσκητικὸν ἠνυκέναι. Μετὰ δὲ ταῦτα παρενωχλήθη, ὡς ἔφασκεν, ὑπό τινων λογισμῶν, ὡς ἄρα τελειούμενος ἐν ἅπασι, τῆς ἑτέρου διδασκαλίας οὐδαμῶς προσδεόμενος· ταῦτα γάρ, ὡς ἔλεγεν, καθ’ ἑαυτὸν ἐλογίζετο. Ἆράγε ἔστιν ἐν τῇ γῇ μοναχός, ὁ δυνάμενος ξένον τι παραδοῦναί μοι, ἢ ὠφελῆσαί με ἰσχύων, ὅπερ οὐκ οἶδα, οὐδὲ πέπραχα, εἶδος ἀσκήσεως; ἆρα εὑρίσκεται τῶν ἐν ἐρήμῳ φιλοσοφούντων ἀνὴρ ὃς κατὰ πρᾶξιν ἢ θεωρίαν πρωτεύει μου; Ταῦτα δὲ λογιζομένου τοῦ γέροντος, ἐφίσταταί τις αὐτῷ καί φησι πρὸς αὐτόν·

Ὦ Ζωσιμᾶ, καλῶς μὲν καὶ ὡς ἦν δυνατὸν ἀνθρώπῳ ἠγώνισαι, καλῶς δὲ καὶ τὸν ἀσκητικὸν δρόμον διήνυσας· πλὴν οὐδεὶς τῶν ἐν ἀνθρώποις ἐστὶν ἔχων τὸ τέλειον, ἀλλὰ μείζων ἐστὶν ὁ ἀγὼν ὁ προκείμενος τοῦ παρῳχηκότος ἥδη, κἂν ὑμεῖς οὐ γινώσκετε. Ἵνα γνῷς καὶ αὐτὸς οὖν, πόσαι εἰσὶ καὶ ἄλλαι πρὸς σωτηρίαν ὁδοί, ἔξελθε ἐκ τῆς γῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καθάπερ Ἀβραὰμ ἐκεῖνος ὁ ἐν πατριάρχαις αἰδέσιμος, καὶ δεῦρο εἰς τόδε τὸ μοναστήριον, τὸ πλησίον Ἰορδάνου τοῦ ποταμοῦ διακείμενον.