Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Πνευματική αναγέννηση και η δυνατότητα αγιότητας στο παρόν

Η αποταγή του κόσμου και των παθών, η αναγκαιότητα του φωτισμού από το Άγιο Πνεύμα και η αναίρεση της πλάνης ότι η τελειότητα ανήκει αποκλειστικά στο παρελθόν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 7 από 8

Ἰδοὺ γάρ, ὡς ἐξ αὐτῆς τῆς πείρας μεμαθηκὼς λέγω, ὅτι εἰ μὴ εἶχον συνεργοὺς τῆς αὐτῶν «κακίας καὶ πονηρίας» οἱ δαίμονες τοὺς ἀνθρώπους, οὐδαμῶς ἂν τολμῶ εἰπεῖν παραβλάψαι ἐδύναντό τινα ἢ τῆς ἐντολῆς τοῦ Θεοῦ ἀποστῆσαι τῶν διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγεννωμένων καὶ μυστικῶς υἱῶν τοῦ Θεοῦ γινομένων· ὑπὸ γὰρ τοῦ ἁγίου Πνεύματος πιστεύω τὰ νήπια βαπτιζόμενα καὶ ἁγιάζεσθαι καὶ φυλάττεσθαι, ἀλλὰ καὶ τῆς τοῦ διαβόλου τυραννίδος τέλεον ἐλευθερωθέντα καὶ τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ σφραγισθέντα, πρόβατα τῆς πνευματικῆς ἀγέλης Χριστοῦ καὶ ἄρνες ἐκλεκτοὶ χρηματίζουσι· καὶ εἰ μὴ τοὺς γονεῖς αὐτῶν καὶ τὰς τροφοὺς καὶ τοὺς συνανατρεφομένους, ὡς ποτὲ τὸν ὄφιν καὶ τὴν γυναῖκα, οὕτω καὶ τούτους ὄργανα τῆς ἑαυτοῦ κακίας ἐπιτήδεια πρὸς τὸ αὐτοῦ καταθύμιον εὕρισκεν ὁ διάβολος, οὐκ ἄν ποτε ἴσχυσεν ἁρπάσαι ἢ συλῆσαι ἓν ἐξ αὐτῶν. ὡς γὰρ αὐτὰ μαρτυροῦσι τὰ πράγματα, πᾶσαν «κακίαν καὶ πονηρίαν», αἰσχρολογίαν τε καὶ γαστριμαργίαν, βλακίαν εὐτραπελίαν καλλωπισμὸν στολῆς, ἀλλὰ καὶ πάσης ἄλλης ἀκαθαρσίας, λέγω δὴ φιλαργυρίας κενοδοξίας φιλοδοξίας φιλοχρηματίας ὑπερηφανείας τε καὶ ἐπάρσεως, ἐξ αὐτῶν τῶν σπαργάνων τούτοις διδάσκαλοι γίνονται καὶ ἐν τούτοις αὐτὰ ἐθίζοντες ἀνατρέφουσιν· ὅθεν καὶ πρὸ τοῦ γνῶναι αὐτὰ δεξιὰ ἢ ἀριστερά.

οἱονεὶ διὰ τῶν τοιούτων κακῶν ταῦτα τῷ διαβόλῳ ὡς ἐκείνου διάκονοι προσδεσμοῦσι καὶ προτελοῦσι καὶ προσάγουσι, τῆς υἱοθεσίας καὶ τοῦ ἁγιασμοῦ ὡς οὐκ οἴδασιν ἀποστεροῦντες αὐτά.

Οὐδεὶς γὰρ τῶν ἀνθρώπων τοῦ νῦν αἰῶνος «ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐκτρέφει» καὶ ἐκπαιδεύει τὰ τέκνα αὐτοῦ ἀλλ’ ἐν κοσμικῇ συνηθείᾳ καὶ ἑλληνικοῖς ἤθεσι· καὶ οὐ μέλει αὐτῷ οὐδὲ μεριμνᾷ ὡς Ἰὼβ λέγων· Μήποτε πονηρὰ λογίζονται οἱ υἱοί μου ἐν ταῖς καρδίαις αὐτῶν, οὐδὲ τρέμει καὶ δέδοικε μή τι ἄτοπον πράξαντες τῆς δουλείας καὶ δεσποτείας καὶ υἱοθεσίας τοῦ ὑπὲρ ἡμῶν σφαγιασθέντος ἐκπέσωσι καὶ δοῦλοι τοῦ ἐχθροῦ καὶ τοῦ τυράννου Σατᾶν αὖθις γένωνται καὶ τῷ θανάτῳ καὶ τῷ αἰωνίῳ πυρὶ ὑπόδικοι χρηματίσωσιν· ἀλλ’ εἷς φόβος κατέχει αὐτοὺς περὶ τούτων, μία φροντίς, μία μέριμνα, τὸ τοῖς πᾶσι περιφανεῖς γενέσθαι αὐτοὺς καὶ περιβλέπτους, οὐ δι’ ἀρετῆς καὶ σωφροσύνης καὶ τοῦ καταγελᾶν τῶν ὁρωμένων ἁπάντων καὶ τὰ λαμπρὰ τοῦ βίου ὑπερορᾶν, ἀλλ’ ὅπως διὰ ἵππων χρυσοχαλίνων καὶ λαμπρᾶς στολῆς καὶ τῶν προεπομένων καὶ ἐπακολουθούντων ἀνδραπόδων τοῖς πᾶσιν ἔνδοξοι δείκνυνται· οἳ καὶ πρὸς φιλοδοξίαν καὶ πλοῦτον καὶ φιλαργυρίαν καὶ ἔπαρσιν ἐκ τούτων ἀνάγονται, καὶ οὕτως πρὸς πᾶν εἶδος κακίας καὶ δίχα τῆς τῶν δαιμόνων ἐπηρείας ὑπ’ αὐτῶν ἐμβιβάζονται, καὶ πρὸς αὐτὰς τὰς μυσαρὰς πράξεις ὑπὸ τῶν γεννητόρων πολλάκις καὶ βίᾳ ἐνάγονται, τὸν τῆς ὀργῆς πατέρα καὶ τὸν τῆς κακίας γεννήτορα διὰ τῆς παραβάσεως τῶν ἐν τῷ ἁγίῳ βαπτίσματι συνθηκῶν ἐν ἑαυτοῖς εἰσοικισάμενοι.

διὰ δὴ τοῦτο καὶ δυσεξάλειπτον ἔθος κτῶνται τοῖς τοιούτοις κακοῖς συναναστραφέντες καὶ συναυξήσαντες, ὃ καὶ φύσεως ἰσχὺν λαμβάνει κατὰ τὸν εἰρηκότα καὶ ἀνίατον γίνεται.

Διὰ τοῦτο οὖν οἱ μὲν μέχρι θανάτου τῷ βίῳ προσμένουσι καὶ οὐ δύνανται ὅλως τῶν ἐπιθυμιῶν καὶ παθῶν ἢ τῶν ἡδονῶν χωρισθῆναι τοῦ σώματος, ἀλλὰ τούτοις συναποθνήσκουσιν· οἱ δέ, κἂν ὁπωσοῦν ἐν συναισθήσει τῶν κατεχόντων αὐτοὺς γινόμενοι κακῶν καὶ ἀπαλλαγῆναι τούτων σπουδάζοντες, εἰ μὴ τέλεον τῶν πονηρῶν ἐκείνων διδασκάλων—οὐ γὰρ γονεῖς τούτους εἴποιμι—ἀπαλλαγῶσιν, οὐ δύνανται τοῦ προκατασχόντος αὐτοὺς ἔθους τῶν πονηρῶν ἐλευθερωθῆναι προλήψεων. ἔνθεν τοι καὶ τοῦτο προειδὼς ὁ Θεός, μαρτύρεται οὑτωσὶ λέγων ἡμῖν· Ὅστις «ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τοὺς ἀδελφούς, οὐ δύναταί μου εἶναι μαθητής», ἄλλως δὲ μισῆσαι αὐτοὺς οὐδεὶς δύναται, εἰ μὴ τῆς ἐξ αὐτῶν ψυχικῆς βλάβης αἴσθηται· ὁ γὰρ ταύτης αἰσθόμενος οὐχ ὡς συγγενεῖς οὐχ ὡς φίλους ὁρᾷ, ἀλλ’ ὡς ἐπίβουλους τῆς ἑαυτοῦ ζωῆς τούτους καὶ τὴν μετ’ αὐτῶν ἐκφεύγει διαγωγήν, ἀποχωρισθῆναι σπεύδων πρότερον τοὺς γενομένους αἰτίους αὐτῷ τῶν τοσούτων κακῶν, ἔπειτα καὶ τῶν παλαιῶν ἐκστῆναι ἐθῶν καὶ αὐτῶν τῶν ἐπιθυμιῶν καὶ παθῶν καὶ προλήψεων τὴν ἑαυτοῦ ἐλευθερῶσαι ψυχήν, μᾶλλον δὲ πρὸ τούτων τοῦ φορτίου τῶν ἁμαρτημάτων κουφίσαι τὸ ἑαυτοῦ συνειδός.

Τοιγαροῦν ἄκουσον, τίμιε πάτερ, τὰ μέλλοντά σοι ῥηθήσεσθαι νουνεχῶς· τῶν ἀποτασσομένων ὅσοι μὴ ἔσχον πατέρας, οὐδὲ υἱοὶ πάντως τινῶν ἐγένοντο· οἱ δὲ μὴ γεγονότες υἱοί, οὐδὲ ἐτέχθησαν δηλονότι· οἱ δὲ μὴ τεχθέντες, οὐδὲ παρήχθησαν· οἱ μὴ παραχθέντες, οὐδὲ ἐν τῷ νοητῷ κόσμῳ ὅλως γεγόνασιν, ἀλλ’ ὥσπερ οὐκ εἰσὶν ἐν τῷ βίῳ τούτῳ οἱ μὴ σωματικῶς γεννηθέντες, οὕτως οὐδὲ οἱ μὴ γεννηθέντες πνευματικῶς ἐν τῷ νοητῷ κόσμῳ γίνονται ἢ εἰσέρχονται, ἤγουν ἐν αὐτῷ «τῷ θαυμαστῷ φωτὶ» ἐν ᾧ ὁ Θεὸς εἰσάγει τοὺς πιστεύοντας εἰς αὐτόν· καὶ εἴθε, ὡς οὐκ εἰσὶν ὅλως οἱ μὴ γεννηθέντες σωματικῶς, μηδὲ αὐτοὶ ὑπῆρχον ὅλως οἱ μὴ παραχθέντες πνευματικῶς, καὶ εἶχον ἂν καὶ οὗτοι ἐν τῷ βίῳ μὴ εἶναι τὸ ἀκατάκριτον, ἀλλὰ τοὺς γεννηθέντας μόνον σωματικῶς μὴ γεννηθέντας δὲ καὶ πνευματικῶς σκότος καὶ πῦρ καὶ κόλασις ἀναμένει αἰώνιος, κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· Ἐὰν μή τις, φησί, γεννηθῇ ἄνωθεν, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, γέννησιν τὴν τοῦ ἁγίου Πνεύματος ἀποκαλῶν δωρεάν, ὡς αὐτὸς ἔφη πρὸς τοὺς ἀποστόλους καὶ μαθητάς· «Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσετε ἐν Πνεύματι ἁγίῳ.» Τοῦτο οὖν ἐστὶ τὸ ἄνωθεν βάπτισμα καὶ ἀλλοίως οὐκ ἔστιν.

οἱ οὖν μήπω γεννηθέντες τούτῳ τῷ βαπτίσματι, ζητήσωμεν τὴν αἰτίαν καὶ ἀκριβῶς ἐξετάσωμεν δι’ ἣν οὐκ ἔγνωσαν ὅτι γεγέννηνται. τίς δέ ἐστιν ἡ αἰτία; ἡ ἀγνωσία καὶ ἡ πήρωσις τῶν ὀφθαλμῶν τῆς ψυχῆς· καὶ πρόσεχε ἀκριβῶς. ὥσπερ οἱ κατὰ σάρκα τικτόμενοι παῖδες, ἄνευ πατρὸς οὔτε σπείρονται οὔτε μὴν τίκτονται, οὕτως ἀμήχανον ἄνωθεν γεννηθῆναι τὸν πατέρα μὴ ἔχοντα ἐκ τῶν ἄνω γεγεννημένον· καὶ καθάπερ ὁ σαρκικὸς πατὴρ σαρκικοὺς ἀποτίκτει καὶ τοὺς υἱούς, οὕτω καὶ ὁ πνευματικὸς ἀνὴρ τοὺς βουλομένους γενέσθαι γνησίους αὐτοῦ υἱούς, πνευματικοὺς ἀπεργάζεται· ὁ δὲ μήπω γεννηθεὶς ἢ ἔτι νήπιος ὤν, πῶς ἄλλων πατὴρ χρηματίσαι δυνήσεται; οὐδαμῶς· ὁ μὴ «υἱὸς φωτὸς» ἐν αἰσθήσει καὶ γνώσει καὶ πείρᾳ καὶ θεωρίᾳ πνευματικῇ γεγονώς, πῶς «Πατέρα τῶν φώτων» ἰδεῖν ἢ ἐπιγνῶναι ἰσχύσει ποτέ; πῶς δέ, εἰπέ μοι, καὶ πρὸς τὸ φῶς ἄλλους καθοδηγήσει ἢ διδάξει αὐτοὺς ὅτι ἔστι φῶς ὃ ἐλήλυθεν εἰς τὸν κόσμον ἵνα φωτίσῃ «τοὺς ἐν σκότει καθήμενους», ὃ αὐτὸς οὔπω τεθέαται; τυφλὸς ὤν, πῶς τὴν ὁδὸν ἄλλοις καθυποδείξει; ὁ γὰρ μὴ βλέπων τὸ φῶς, ἐν τῷ σκότει δηλονότι περιπατεῖ καὶ καθ’ ὥραν προσκόπτει καὶ χειραγωγοῦ δέεται, οὐ δύναται δὲ αὐτὸς ἑτέρους χειραγωγῆσαι· εἰ δ’ οὖν, ἀλλὰ καὶ αἴτιος αὐτοῖς ἀπωλείας γενήσεται, φησὶ γὰρ ὁ Θεός· Τυφλὸς τυφλὸν ὁδηγῶν, ἀμφότεροι εἰς βόθυνον ἀγνωσίας ἢ ἀπωλείας ἐμπεσοῦνται.

Πάντες οὖν ὅσοι τὸ αἰσθητὸν τοῦτο φῶς ὁρῶσι μόνον τοῖς σωματικοῖς ὀφθαλμοῖς, τυφλοὶ εἰσὶ καὶ οὐδενὸς ἑτέρου φροντίσαι ὀφείλουσιν, εἰ μὴ τὸ ὅπως τοὺς νοεροὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτῶν διανοίξωσι καὶ τὸ ἄδυτον καὶ ἀνέσπερον κατίδωσι φῶς. καθάπερ οὖν ὁ τυφλὸς οὐδαμῶς οὐδὲν ἰδεῖν τῶν ἐν τῷ βίῳ δύναται πραγμάτων καὶ ἢ χρυσὸν διακρῖναι ἢ ἄργυρον ἢ χαλκοῦν σκεῦος εἰδέναι ἢ ἀργύρεον ἢ τῶν νομισμάτων τὰ κίβδηλα, ἀλλὰ καὶ πρὸ προσώπου αὐτοῦ κείμενα ταῦτα οὐ καθορᾷ, καὶ ὡς πηλὸν οὕτω καὶ τοὺς ἐπ’ ἐδάφους πολλάκις κειμένους λίθους τιμίους καὶ μαργαρίτας καταπατεῖ, καὶ οὐδὲ ἑαυτοῦ ἐπαισθάνεται, ἀλλὰ καὶ τὸ ἔνδυμα αὐτοῦ ἀγνοεῖ καὶ οὐκ οἶδεν εἰ λευκὸν ἢ μέλαν ἐστίν, εἰ ῥυποῦν ἢ καθαρόν ἐστιν, οὕτως οὐδὲ ὁ νοητῶς μὴ ἐλλαμφθεὶς ὑπὸ τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος ἑαυτὸν ἢ τὰ κατ’ αὐτὸν δύναται ἐπιγνῶναι, ἀμήχανον γάρ· ὥσπερ οὐδέ τις τῶν ἀπ’ αἰῶνος ἁγίων ἐπέγνω Θεὸν ἢ ἅγιος καὶ δοῦλος Θεοῦ καὶ φίλος ἐγένετο, εἰ μὴ πρῶτον ἐφωτίσθη αὐτοῦ ἡ διάνοια, τῷ παναγίῳ Θεοῦ Πνεύματι ἐλλαμφθεῖσα, καὶ γνῶσιν καὶ ἰσχὺν καὶ λόγον καὶ δύναμιν ἔλαβεν ἐκεῖθεν, καὶ πρὸς κατανόησιν τῶν τοῦ Θεοῦ θελημάτων καὶ προσταγμάτων αὐτὸν καθωδήγησεν.

ἀλλὰ γὰρ οὐ μόνον ἑαυτὸν καὶ τοὺς πλησίον ἅπαντας ἀγνοεῖ ὁ μὴ φωτιζόμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ καὶ τὰς ἐντολὰς αὐτὸς τοῦ Θεοῦ, φεῦ, ὡς μαργαρίτας καὶ τὰ προστάγματα αὐτοῦ ὡς λίθους τιμίους καὶ <τοὺς> ζωοπαρόχους λόγους αὐτοῦ ὡς στατῆρας καὶ νομίσματα, τὸν ἄχραντον αὐτοῦ δηλαδὴ χαρακτῆρα ἔχοντα, καταπατεῖ καὶ ὡς πηλὸν ἄχρηστον ἡγεῖται ταῦτα καὶ οὐδόλως αἰσθάνεται· οὐ γὰρ δύναταί τις, «μηδεὶς ὑμᾶς ἀπατάτω», βλέπειν ταῦτα τοῖς τῆς ψυχῆς ὄμμασι, μὴ ἐλλαμπόμενος μηδὲ φωτιζόμενος ὑπὸ τοῦ θείου φωτός.

Εἰ τοίνυν πνευματικὸν τέκνον ἐστὶ τοῦ διδασκάλου ὁ μαθητής, ὁ ζητῶν πατέρα, πάντως πνευματικῶς γεννηθέντα τοῦτον ὀφείλει ζητεῖν, γινώσκοντα γνωστῶς τὸν Θεὸν καὶ Πατέρα αὐτοῦ, ἵνα καὶ πνευματικῶς τοῦτον γεννήσῃ καὶ υἱὸν Θεοῦ ἐναργῶς ἀποδείξῃ.

εἰ οὖν ἐκεῖνος μὲν τοιοῦτον ἐπιζητεῖ καὶ τοιούτου χρείαν ἔχει πατρός, Ἀγαθῶν γάρ, φησί, διδασκάλων ἀγαθὰ τὰ μαθήματα, πονηρῶν τε σπερμάτων πονηρὰ τὰ γεώργια, κάθηνται δὲ παρὰ τὴν τοῦ βίου ὁδὸν ἀγαθοί τε καὶ οἵους ὁ λόγος ἀπέδειξε πατέρες ὁμοῦ καὶ διδάσκαλοι, καὶ σὺν αὐτοῖς ὑπάρχουσι καὶ οἱ πρὸ τοῦ γεννηθῆναι καὶ μήπω ἑαυτοὺς ἐγνωκότες, μήτοι γε Θεόν, ἀλλὰ μόνον ἑαυτοὺς ἁπλῶς πατέρας ἄλλων καὶ διδασκάλους τολμηρῶς ἀναδείξαντες, σπουδὴν ποιούμενοι πᾶσαν τὸν ἄρτι ἀποτασσόμενον καὶ πατέρα, ὥσπερ εἴρηται, πνευματικὸν ἐπιζητοῦντα πρὸς ἑαυτοὺς παντοίοις τρόποις καὶ μηχανήμασιν ἐπισπάσασθαι· ὃν καὶ ἐάν τινα τῶν πνευματικῶν ὄντων ἐπαινοῦντα νοήσωσιν, εὐθὺς λοιδοροῦσιν ἐκεῖνον οἱ τάλανες ὅπως τὴν πίστιν καὶ προθυμίαν τοῦ μέλλοντος πρὸς αὐτὸν ἀπελθεῖν ἐμποδίσωσι καὶ τὴν ψυχὴν τοῦ ἀδελφοῦ σκανδαλίσωσιν· ἐὰν ἀπατηθῇ ὁ τοιοῦτος καὶ πρὸς τὰ ὀπίσω παλινδρομήσῃ καὶ πρὸς ἐκείνους αὐτοὺς τοὺς ἀπατήσαντας αὐτὸν αὐτομολήσῃ καὶ τῆς ὠφελείας ἧς ὤφειλεν ἀπολαύσειν ἐξ ἑνὸς ἴσως τῶν ἁγίων ἀνδρῶν ἀποστερηθῇ, ἄρα τίς ἕξει τούτου τὸ κρίμα καὶ τῶν οὕτως ἀποστερουμένων ἁπάντων τῆς ὠφελείας τῶν πνευματικῶν πατέρων καὶ διδασκάλων, σκανδαλιζομένων εἰς αὐτοὺς ἐκ τοῦ λόγου αὐτῶν;

οὐχὶ οἱ αὐτοὺς ἀπατῶντες καὶ πατέρας αὐτῶν ἑαυτοὺς ἐπιγράφοντες, ἀποσπῶντες αὐτοὺς τῶν ἀγαθῶν διδασκάλων καὶ μὴ ἐῶντες αὐτοὺς δι’ ἐκείνων ὁδηγηθῆναι καὶ εἰς τὴν βασιλείαν τοῦ οὐρανίου φωτὸς εἰσελθεῖν;

ναὶ μήν, Ἐκ τῶν χειρῶν αὐτῶν τὸ αἷμα αὐτῶν ἐκζητηθήσεται, λέγει Κύριος· κενοδοξίᾳ γὰρ καὶ ὑπερηφανείᾳ κρατούμενοι καὶ οἰόμενοι «ἑαυτοὺς εἶναί τι μηδὲν ὄντες», πατέρας καὶ διδασκάλους ἑαυτοὺς ἀποκαθιστῶσι καὶ αὐτοχειροτόνητοι ἀπόστολοι γίνονται, μήτε τὴν χάριν τοῦ ἁγίου Πνεύματος ὡς ἐκεῖνοι λαμβάνοντες, μήτε φῶς γνώσεως φωτισθέντες, μήτε τὸν κηρυττόμενον Θεὸν κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν ἀποκαλυφθέντα αὐτοῖς κατιδόντες· ὑπέσχετο γὰρ ὁ Θεὸς Λόγος πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτὸν οὕτω λέγων· Ἐάν τις ἀγαπᾷ με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν, καὶ αὖθις· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν, καὶ πάλιν· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», καὶ πάλιν· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ», καὶ αὖθις· «Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω· ὅστις γὰρ πίνει ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ πώποτε, ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμέ, ὕδατος ζωῆς ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ.

Ὁ οὖν ταῦτα πάντα μὴ ἐναργῶς καὶ πρακτικῶς καὶ πραγματικῶς ἐκβάντα καὶ γενόμενα εἰς ἑαυτὸν θεασάμενος, «τυφλὸς» ἔτι «ἔστι μυωπάζων»· ὁ γὰρ τὴν ἐμφάνειαν τοῦ ἀψευδοῦς Υἱοῦ τοῦ Θεοῦ μήπω κατιδών, οὐδὲ τὰς ἐντολὰς αὐτοῦ ἐφύλαξεν, οὐδὲ ἠγάπησεν αὐτὸν ὡς χρὴ δηλονότι, καὶ ὁ μὴ τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ δι’ ἁγίου Πνεύματος ἐνοίκησιν καὶ καταμονὴν ἐν ἑαυτῷ γνωστῶς θεασάμενος καὶ ἐναργῶς, μηδὲ ἀκριβῶς αὐτὴν ἐπιστάμενος, δυοῖν θάτερον πέπονθεν· ἢ γὰρ κενὴν καὶ σεσαρωμένην τὴν τὴς ψυχῆς οἰκίαν ἀναισθήτως ἑαυτοῦ περιφέρει, καὶ ἀρκεῖν οἴεται τοῦτο εἰς σωτηρίαν αὐτῷ, ἢ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος ἀπελαθέντα δαίμονα ὑλικόν, διὰ τῆς ἁμαρτίας πάλιν ἢ πρὸ τῆς ἀποταγῆς ἢ μετὰ τὴν ἀποταγὴν ἐπαναστρέψαντα, ἐν ἑαυτῷ ὑπεδέξατο καὶ γέγονε «τὰ ἔσχατα τοῦ ἀνθρώπου χείρονα τῶν πρώτων».

καὶ γὰρ ὁ διὰ πολλῆς ἀσκήσεως καὶ ταπεινοφροσύνης καὶ πολλῶν κόπων καὶ πόνων δακρύων τε καὶ θρήνων τὸ πονηρὸν πνεῦμα ἀφ’ ἑαυτοῦ καὶ ἀπὸ τῆς οἰκείας ψυχῆς ἀπελάσας, εἶτα κλαπεὶς ὑπ’ αὐτοῦ πρὸ τοῦ τὸν Χριστὸν γνωστῶς ἐν ἑαυτῷ εἰσοικίσασθαι καὶ ταπείνωσιν ἐνυπόστατον κτήσασθαι, πάλιν ἔνδοθεν ἀγνώστως εἰσελθὸν διὰ οἰήσεως καὶ ὑπερηφανείας ὑποδεξάμενος, οὐκέτι εἰς συναίσθησιν τῶν οἰκείων κακῶν ἐλθεῖν δύναται, οὐδὲ γὰρ ἀφίεται, ὑπὸ τοῦ κατέχοντος αὐτὸν καὶ «τοὺς ὀφθαλμοὺς» καλύπτοντος «τῆς καρδίας» αὐτοῦ, συνιδεῖν τὴν κατέχουσαν αὐτὸν ὑπερηφάνειαν.

Οὐ γὰρ πρὸς σαρκικὰς ἡδονὰς τὸν τοιοῦτον οὐδὲ πρὸς κόρον γαστρὸς οὐδὲ πρὸς φιλαργυρίαν καὶ πολυκτημοσύνην αὐτὸν συνωθεῖ, ταῦτα γὰρ ταπεινωτικά πως καὶ αἰσχυντηλὰ πάθη εἰσὶ καὶ ὁ ἐν τούτοις ἁλοὺς ἀπαρρησίαστον περιφέρει τὸ συνειδός, κἂν ὑπὸ τοῦ κόσμου παντὸς ὡς ἅγιος ἐπαινεῖται ὁμοῦ καὶ δοξάζεται· ἀλλὰ πρὸς νηστείαν μᾶλλον ὁ τῆς ὑπερηφανείας δαίμων ἐνάγει αὐτόν, πρὸς ἀγρυπνίαν καὶ στάσιν παννύχιον, πρὸς ἀκτημοσύνην καὶ χαμευνίαν ξηροκοιτίαν τε καὶ ἀλουσίαν, καὶ πρὸς πᾶσαν ἄλλην ὁμοῦ κακοπάθειαν καὶ ὅσην μᾶλλον αὐξητικὴν οἶδε τοῦ τοιούτου πάθους αἰτίαν. αὗται γὰρ αἱ πράξεις, ἐὰν μὴ ἐπὶ τῷ θεμελίῳ τῆς χριστομιμήτου ταπεινώσεως ἐν καταβεβλημένῳ ἐποικοδομηθῶσι φρονήματι, ἀναφέρουσι τὴν ψυχὴν ἕως τοῦ οὐρανοῦ καὶ καταφέρουσιν αὐτὴν ἕως τῶν ἀβύσσων, καὶ κατὰ τὸ ὕδωρ τοῦτο ὑψοῦσθαι δοκεῖ, καθ’ ὅσον δὲ ὑψοῦται, ἀνεπαισθήτως καταφέρεται ἡ ἀθλία.

καθάπερ γὰρ ἄνευ θεμελίων οἰκίαν συστῆναι ἀδύνατον, οὕτως οὐδὲ ἀρετὰς ἐποικοδομηθῆναι ἄνευ βαθείας καὶ ἰσχυρᾶς ταπεινώσεως· ταύτης γὰρ μὴ προκαταβληθείσης, ἢ καὶ μετὰ τὸ καταβληθῆναι ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ὕστερον ἀποσυρείσης καὶ ὑπεξαιρεθείσης, πᾶσα εὐθὺς ἡ μετὰ πολλῶν ἱδρώτων καὶ κόπων καὶ πόνων οἰκοδομὴ τῶν ἀρετῶν καταπεσοῦσα ἀπόλλυται, ἐπειδὴ «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν», καὶ αὖθις «Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος.» Ὁ γοῦν τοιοῦτος πάντων τῶν ψυχικῶν παθῶν τὴν πηγὴν ἐν ἑαυτῷ καὶ τὴν ῥίζαν κτησάμενος, πάντων ἀνθρώπων ἀνώτερον ἑαυτὸν ἡγεῖται καὶ ἀπαθέστερον, καὶ οὐ πείθεταί ποτε ὅτι ἔστι τις αὐτοῦ ἐν γνώσει καὶ πράξει καὶ θεωρίᾳ καὶ ἀπαθείᾳ μείζων, ὅθεν καὶ ἐξουθενεῖ πάντας, καὶ τὰ ἐκ Θεοῦ διδόμενα αὐτοῖς χαρίσματα ἀπιστεῖ καὶ φθονῶν ἐνδιαβάλλει, καὶ τὰ μὲν ὡς ψευδῆ τὰ δὲ ὡς ἀδύνατα ὄντα τοῖς πᾶσι διαμαρτύρεται, καὶ τῷ τρόπω τούτῳ συγκατασπᾷ καὶ ἑτέρους εἰς τὸ αὐτὸ βάραθρον τοῦ φθόνου καὶ τῆς ἀπιστίας καὶ ἀπωλείας. ὁ δέ γε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀξίως ἐσθίων καὶ πίνων αὐτοῦ τὸ αἷμα, ἐὰν μὴ σαφῶς καὶ ἀκριβῶς ἐν αἰσθήσει οἶδε καὶ γνώσει ὅτι «ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει», οὔπω πάντως ἀξίως τῶν μυστηρίων τούτων μετέλαβε· Θεοῦ γὰρ ἕνωσιν, τίς καὶ τῶν λίαν ἀναισθήτων καὶ νεκρῶν, ἐν ἑαυτῷ γενομένην οὐ γνώσεται;

καὶ εἰ ὁ τρώγων αὐτοῦ τὴν σάρκα καὶ τὸ αἷμα πίνων αὐτοῦ ἔχει ζωὴν αἰώνιον «καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», εὔδηλον ὅτι ὁ μὴ εἰδὼς ὅτι ἔχει ζωὴν αἰώνιον καὶ τὴν ἐκ τοῦ θανάτου μὴ ἐπιγνοὺς εἰς τὴν ζωὴν μετάβασιν, ὥσπερ ὁ ἐκ σκοτεινῆς οἰκίας εἰς φωτοειδῆ καὶ λαμπρὰν μετελθών, οὔπω τὸ τῆς οἰκονομίας Θεοῦ μυστήριον ἔγνωκεν, οὐδὲ ζωῆς αἰωνίου μέτοχος γέγονεν. εἰ δὲ καὶ τοὺς πιστεύοντας εἰς αὐτὸν Πνεῦμα ἅγιον ὑπέσχετο δώσειν, μιμούμενον «πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον» καὶ ποταμοὺς ῥέοντας ἐκ τῆς κοιλίας αὐτοῦ, ὁ μὴ ταῦτα ἐν ἑαυτῷ καθεκάστην γινόμενα θεωρῶν καὶ τὰ λοιπὰ ὅσα εἶπε δώσειν ὁ Κύριος καὶ ποιήσειν μετὰ τῶν πιστευόντων αὐτῷ, πῶς πιστὸν ἑαυτὸν τέλειον εἶναι προσείποι; τὸν δὲ μόνοις τοῖς ἀποστόλοις ἁρμόζειν ταῦτα καὶ τοῖς ἀρχαίοις πατράσιν οἰόμενον, ἡμᾶς δὲ μὴ ἐλπίζειν λέγοντα δεῖν ὁμοίους ἐκείνων σπουδάζοντας καὶ ἴσους γενέσθαι μηδὲ παρισάζειν τὰ ἡμέτερα ἐκείνοις μηδὲ τὰ ἐκείνων ἡμῖν, τίς τῶν γνῶσιν ἐχόντων Θεοῦ καὶ συμπάθειαν μὴ ἀπὸ ψυχῆς ἄρα τοῦτον κλαύσειεν;

Εἰ γὰρ ὁ Θεὸς διαρρήδην βοᾷ· Γίνεσθε «ἅγιοι ὅτι ἐγὼ ἅγιός εἰμι», καὶ αὖθις· Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, καὶ ὁ ἀπόστολος· «Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ», αὐτὸς τούτοις ἀντινομοθετῶν ἀντίχριστός ἐστι προδήλως καὶ θεομάχος, φησὶ γάρ· Ἄλλα τὰ ἐκείνων καὶ ἄλλα τὰ καθ’ ἡμᾶς, ἄλλως ἐκείνους ἠγάπησε καὶ ἠλέησεν ὁ Θεός. Πνεύματος ἁγίου καὶ δωρεῶν ἀξιώσας αὐτοὺς μεγάλων, καὶ ἑτέρως διάκειται πρὸς ἡμᾶς, ἀλλὰ γὰρ καὶ μόλις, φησί, μετανοοῦντας καὶ κακοπαθοῦντας καὶ κλαίοντας συγχωρήσει ἡμῖν κἂν τὰς ἁμαρτίας καὶ σώσει ἡμᾶς, ἐπεὶ ὡς ἐκείνους ἢ τοὺς πατέρας ἡμῶν τοὺς ἁγίους γενέσθαι καὶ νῦν ἡμᾶς ἀδύνατον. καὶ πρὸς τούτῳ οὐκ ἀδύνατον εἶναι λέγει μόνον τοῦτο, ἀλλὰ καὶ τοὺς τολμῶντας δυνατὸν αὐτὸ λέγειν ὑπερηφάνους καὶ βλασφήμους ἀποκαλεῖ, οἷς οὐδὲ προσέχειν δεῖ, φησίν, οὐδὲ ἀκούειν ὅλως αὐτῶν, ἀλλὰ φεύγειν προστάσσει αὐτούς.

Ὢ τῆς ταλαιπωρίας, ἵνα μὴ λέγω τῆς ἀναισθησίας καὶ ἀγνωσίας καὶ ἀπιστίας, ὅτι καὶ σωθῆναι οἱ οὕτω φρονοῦντες καὶ λαλοῦντες ἐλπίζουσιν, εἰ καὶ μὴ ὡς ἀπόστολοι χάριν τοῦ Πνεύματος λάβωσι, καὶ υἱοὺς Θεοῦ ἑαυτοὺς εἶναι νομίζουσιν, εἰ καὶ μὴ τὸ υἱοθετοῦν Πνεῦμα ἅγιον γνωστῶς κέκτηνται, καὶ Πατέρα ἑαυτῶν εἶναι τὸν Θεὸν ἐπικαλοῦνται, μὴ ἰδέσθαι δὲ αὐτὸν πώποτε λέγουσιν, ὃν μηδὲ ἰδόντες οἴονται αὐτὸν ἀγαπᾶν· ἀλλὰ γὰρ καὶ τοῦ ἀποστόλου ἀκούοντες Ἰωάννου διαμαρτυρουμένου καὶ λέγοντος· «Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ὁρᾷ, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν,» οὐκ ἀκούουσιν οὐδὲ συνιῶσιν ἐν οἵοις εἰσί, φθονοῦντες δὲ καὶ μισοῦντες τοὺς ἀδελφοὺς καὶ πειθανολογίαις χρώμενοι, οἵαις οὐκ ἄν ποτε ὁ τοῦ ψεύδους καὶ τοῦ φθόνου πατὴρ ἐπινοῆσαι ἰσχύσειεν εἰς διαβολὴν αὐτῶν, ὡς ἐκ φιλοθέου καὶ γνώμης ἐν μυστηρίῳ ταῦτα λαλεῖν ὑποκρίνονται, ὑπόληψιν κατὰ παντὸς ἁγίου πονηρὰν τοῖς πᾶσιν ἀνθρώποις ὑποτιθέμενοι.

ἀλλὰ γὰρ καὶ κατ’ αὐτῶν τὰ αὐτὰ πρὸ πάντων ὑπολαμβάνειν πάντας διδάσκοντες οὐκ αἰσθάνονται· εἰ γὰρ οὐδεὶς ἀπαθής, οὐδεὶς ἀγαθός, δῆλον ὅτι οὐδὲ ὁ ταῦτα λέγων σύ· ἀπὸ γὰρ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει τις τὰ πονηρά, διὸ καὶ οἱ ἐμπαθεῖς ὄντες πάντας ἐμπαθεῖς εἶναι ὑπολαμβάνουσιν· οὐ γὰρ οἴδασιν ὅτι «ὅπου θέλει τὸ πνεῦμα πνεῖ», ἀλλ’ οὐδὲ εἰ ἔστι Πνεῦμα ἐπίστανται, καὶ διὰ τοῦτο οὐδ’ ὅτι ἔστι Θεὸς οἴδασιν· ὡς γὰρ μὴ ὄντος τοῦ εἰπόντος· «Μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε», μηδὲ τοῦ μέλλοντος ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὕτως ἀφειδῶς τε καὶ αὐθαδῶς κάθηνται, καταλαλοῦντες καὶ κρίνοντες τοὺς ἀδελφούς, ἀγνοοῦντες ὡς εἰκὸς οἱ τοιοῦτοι ὅτι καὶ τῆς ἀναγνώσεως ἀπείργονται τῶν θείων γραφῶν, φησὶ γὰρ ὁ Θεὸς διὰ τοῦ Δαυίδ· «Ἵνα τί σὺ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» καὶ τὴν αἰτίαν τιθεὶς ἐπήγαγε· «Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις.» εἰ δὲ τῆς ἀναγνώσεως τῶν θείων γραφῶν ὁ τοιοῦτος ἀπείργεται, πῶς τῆς εἰσόδου τοῦ ναοῦ Κυρίου ἢ τῆς μετὰ τῶν πιστῶν συστάσεως ὅλως ἀξιωθήσεται; ὁ δὲ τοιοῦτος ὢν καὶ τολμηρῶς φυσιούμενος καὶ διδάσκαλον ἄλλων προβαλλόμενος ἑαυτὸν ἐπὶ τὸν ἀποστολικόν τε θρόνον αὐθαδῶς ἀναβαίνων, τοῦτο γάρ ἐστι τὸ τῶν ἀποστόλων πάντως ἀξίωμα, ἡ διὰ τοῦ ἁγίου Πνεύματος διδασκαλία, ποίας οὐκ ἂν εἴη τιμωρίας καὶ κολάσεως ἄξιος;

ὁ γὰρ μηδὲ μαθητὴς ὡς χρὴ γεγονὼς καὶ τάξιν διδασκάλου καὶ πατρὸς ἐπέχειν ἐπιχειρῶν, μυρίων λῃστῶν καὶ φονέων βαρυτέραν ἕξει τὴν κόλασιν, ὅτι οἱ μὲν σωμάτων ὁ δὲ ψυχῶν φονεὺς γίνεται.