Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Πνευματική πατρότητα και αποστολική διαδοχή

Οι υποχρεώσεις μεταξύ πνευματικού πατέρα και τέκνου, η ανάληψη της ποιμαντικής διακονίας από τους μοναχούς και προειδοποιήσεις απέναντι στους ψευδοδιδασκάλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 4 από 8

Τοῦ αὐτοῦ. Πρὸς ἕνα τῶν αὐτοῦ μαθητῶν περὶ τοῦ ποίῳ τρόπῳ τις δύναται ἅγιον ἄνδρα γνωρίσαι, καὶ πῶς τί ποιῶν εὕρῃ αὐτόν, καὶ μετὰ τὸ τυχεῖν τὸν τοιοῦτον πῶς χρὴ διακεῖσθαι πρὸς αὐτόν. Συνελάβομέν σε διὰ διδασκαλίας, ὠδινήσαμέν σε διὰ μετανοίας, ἀπετέκομεν δέ σε δι’ ὑπομονῆς πολλῆς καὶ ὀδυνῶν καὶ πόνων σφοδρῶν καὶ καθημερινῶν δακρύων, εἰ καὶ σὺ οὐδὲ ἓν τούτων ἐπέγνως γινόμενον παρ’ ἡμῶν, καὶ οὐ θαῦμα· οὐδὲ γὰρ τὰ ἔμβρυα τὰς τῶν μητέρων ἀνίας καὶ τὰς ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ὀδύνας ὅλως προσεπαισθάνονται· μετὰ δὲ τὸ ἀποτεχθῆναι, φυσικῶς οὕτως καὶ τοῦ μαζοῦ τῆς μητρὸς σπουδαίως ἐπιλαμβάνονται καὶ τοῦ ἐξερχομένου γάλακτος ἐμφοροῦνται καὶ τρεφόμενα κατ’ ὀλίγον αὐξάνουσι καὶ τὴν μητέρα τὴν αὐτὰ τεκοῦσαν ἐπιγινώσκουσι καὶ τιμῶσι, καὶ ὑπεραγαπῶσι, κἂν τύπτονται παρ’ αὐτῆς κἂν ὑβρίζονται μετὰ πλείονος μᾶλλον πρὸς αὐτὴν τοῦ πόθου προσφεύγουσιν, οὐ λογιζόμενά ποτε ὅτι ἀπὸ ψυχῆς μισεῖ αὐτὰ ἢ ἀποστρέφεται, ἀλλὰ παιδεύουσα αὐτὰ ποιεῖ ἅπερ ἂν καὶ ποιεῖ· ἀλλὰ καὶ τὸν ἴδιον αὐτῶν πατέρα ὡσαύτως διδασκόμενα ὑφ’ ἑτέρων γνωρίζουσι καὶ τιμῶσι καὶ ὑποτάσσονται, οὐ κατὰ τὸν τῆς φύσεως θεσμὸν μόνον ἀλλὰ κατὰ τοὺς τεθέντας νόμους ὑπὸ τοῦ φιλανθρώπου Θεοῦ.

καὶ οὕτως οἱ μὲν τεκόντες τὰ παρ’ ἑαυτῶν εἰς τοὺς οἰκείους παῖδας ἐπιδεικνύμενοι, οἱ δὲ παῖδες τὴν πειθῶ καὶ τὴν ὑποταγὴν τοῖς γονεῦσι προσαπονέμοντες. «ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου» παιδευόμενοι ἀνατρέφονται· ἐὰν δὲ οἱ μὲν γονεῖς τῆς ἐπιμελείας καὶ νουθεσίας καὶ παιδεύσεως τῶν παίδων ἀπόσχωνται ῥαθυμήσαντες, τὸ αἷμα αὐτῶν ἐκ τῶν χειρῶν αὐτῶν πάντως ἐκζητηθήσεται· εἰ δὲ τὰ τέκνα ἀναιδείᾳ καὶ ἀνυποταξίᾳ τῶν ἰδίων πατέρων καταφρονήσαντα καὶ κατεπαρθέντα, τὰ παρ’ αὐτῶν λεγόμενά τε καὶ πραττόμενα ὑποτάττεσθαι καὶ ποιεῖν οὐκ ἀνέξονται, οὐχὶ θανάτῳ προσκαίρῳ κατὰ τὸν παλαιὸν νόμον θανατωθήσονται, ἀλλὰ πυρὶ αἰωνίῳ καὶ σκότει παραδοθήσονται· καὶ ταῦτα «πᾶσα γραφὴ θεόπνευστος» διαρρήδην βοᾷ, εἰ καὶ ἡμεῖς ἐθελοκωφοῦμεν καὶ ἀκούοντες ταῦτα ὡς μὴ ἀκούοντες διακείμεθα.

Ὅθεν οὐδὲ λέγειν τι πρὸς τοὺς οὕτω διακειμένους ὅλως ἐβουλόμην ἢ γράφειν προεθυμούμην, καὶ μάλιστα λέγοντος ἀκούων τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν πρὸς τοὺς αὐτοῦ μαθητάς· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον» τηρήσωσι, καὶ πάλιν· «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.» ἀλλ’ ἐπεὶ καὶ πρὸς ἡμᾶς αὐτοὺς τούτους ἀπέστειλε λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν», καὶ ἐπιφέρων φησίν· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται», τούτου χάριν τὰ ὑπὸ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος ἐν τῇ διανοίᾳ μου χορηγούμενα πρὸς τὴν σὴν ἀγάπην γράψαι καὶ τὰ συμφέροντά σοι προσυπομνῆσαι προεθυμήθην, μᾶλλον δὲ ὡς πατὴρ φιλόστοργος ἀγάπῃ κεκρατημένος τῇ σῇ καὶ μὴ στέργων οὕτως ὁρᾶν σε διάγοντα τὸν ἐμὸν υἱὸν ἐν Κυρίῳ, ἐκβιασθεὶς τῷ πρὸς σὲ πόθῳ πρὸς τοῦτο ἠναγκάσθην ἐλθεῖν, οὐχὶ καινὰ τινὰ καὶ παρείσακτα γράψαι βουλόμενος, ἀλλ’ ἐκεῖνα ἃ καθ’ ἑκάστην ἀναγινώσκεις καὶ ἃ αἱ θεῖαι γραφαὶ φυλάττειν ἡμῖν παραγγέλλουσιν.

Ἀλλ’ ἐρεῖς ἴσως ὅτι· Ἐπεὶ τὰ αὐτὰ ὀφείλεις εἰπεῖν ἃ οἴδαμεν καὶ ἃ αἱ θεῖαι γραφαὶ ἡμᾶς ἐκδιδάσκουσιν, ἀρκοῦσιν ἡμῖν ἐκεῖναι πάντως, καὶ ἵνα τί τὰ αὐτὰ πάλιν καὶ σὺ γράφειν καὶ διδάσκειν ἐθέλεις; ἀλλ’ ἄκουσον τὴν αἰτίαν, μᾶλλον δὲ τὰς αἰτίας καὶ τὸν τρόπον δι’ ὃν πρὸς τοῦτο οὐκ ἀπ’ ἐμαυτοῦ ἀλλ’ ὑπὸ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος κινηθεὶς ὥρμησα. ἴσθι οὖν ὅτι πρῶτον πάντων τοῦτο ποιῶ ἵνα μὴ ὡς ὁ κατακρύψας πονηρὸς δοῦλος τὸ δεσποτικὸν τάλαντον κατακριθῶ καὶ ἀκούσω κἀγὼ ἐν τῷ συναίρειν λόγον μετ’ ἐμοῦ τὸν δεσπότην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· Δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν αὐτὸ σὺν τόκῳ. δεύτερον, ὡς πατὴρ υἱῷ γνησίῳ μοι καὶ πεποθημένῳ προῖκα καὶ κλῆρον καταλιπεῖν σοι ταῦτα βουλόμενος, ἵνα μὴ ὡς ἐξ ἑτέρων προγόνων ἢ πάππων καὶ προπάππων ταῦτα λογίσῃ ἀλλ’ ὡς ἐξ ἐκείνων εἰς ἡμᾶς κατὰ διαδοχὴν πρῶτον ἐλθόντα, ὡς ἡμέτερα τὰ ἐκείνων καὶ λογίσῃ καὶ ἀποδέξῃ καὶ ὡς πατρῷον κλῆρον εἰληφὼς οἷα δὴ εὐγνώμων υἱὸς ἀγάπην ἕξεις πλείονα καὶ ἁρμόζουσαν εἰς ἡμᾶς.

τρίτον, ἵνα ἐπιδείξω σοι τῷ γνησίῳ μου υἱῷ τὸν δοθέντα μοι πλοῦτον ὑπὸ τοῦ ἐν ἁγίῳ Πνεύματι διὰ μετανοίας γεγεννηκότος με μεγάλου πατρός, ὡς ἂν μὴ κατὰ ἄγνοιαν οἷα δὴ εὐτελοῦς καὶ πτωχοῦ καὶ ἀπερριμμένου καταφρονῶν μου τοῦ σοῦ πατρός, κατεπαίρῃ μου μηδὲν μέγα κληρονομῆσαι ἢ λαβεῖν οἰόμενος παρ’ ἐμοῦ. τέταρτον, ὃ καὶ μεῖζον πάντων ἐστίν, ἵνα μὴ διὰ τῆς εἰς ἡμᾶς ἀθετήσεως ὡς ἀθετήσας καὶ ἐξουθενήσας Χριστὸν λογισθήσῃ· καὶ ἔνοχος γένῃ τοῦ φοβεροῦ τούτου κρίματος. πέμπτον, ἵνα καὶ ἕτεροι ἀκούσαντες καὶ νῦν καὶ μετὰ ταῦτα εἰ βούλονται. τὸν λόγον ὡς σπόρον ἐν ταῖς καρδίαις αὐτῶν εἰσδεξάμενοι, «καρποφορήσωσιν ἐν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν»· εἰ δ’ οὖν, ἀλλὰ ἀθῷοι ἐσόμεθα ἡμεῖς ἀπὸ τοῦ αἵματος τῶν ψυχῶν αὐτῶν, αὐτοὶ ὄψονται.

Ὥσπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν πραγμάτων ἐστίν, οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν ὑπάρχει· ἕκαστος γὰρ ἡμῶν τῶν ἐκ προγόνων περιουσίαν ἐχόντων, τοῖς μὲν κλήρους τοῖς δὲ δωρεὰς καὶ λεγάτα καταλιμπάνομεν, οἷον δούλους καὶ παῖδας καὶ φίλους, ἀλλὰ γὰρ καὶ τοῖς πενομένοις τὰ ὑπάρχοντα διανέμομεν, ὅσον τὸ ἐφ’ ἡμῖν τὴν ἐντολὴν τοῦ Θεοῦ ἐκπληροῦντες, τῶν λαμβανόντων δὲ ἕκαστος λόγον δώσει ὅπως ταῦτα διῴκησεν· οὕτω καὶ πάντες οἱ λαβόντες χάρισμα πνευματικὸν ἐκ Θεοῦ, πρὸ πάντων τοῖς πνευματικοῖς υἱοῖς «μεταδιδόναι ἀφθόνως» ὀφείλουσιν, ἔπειτα καὶ φίλοις καὶ γνωρίμοις δούλοις τε ἅμα καὶ πλούσιοις καὶ πένησι· κἂν «λόγον σοφίας» κἂν «λόγον γνώσεως» ἔλαβον κἂν «χαρίσματα ἰαμάτων» κἂν προστασίαν κἂν «ἀντιλήψεως» ἰσχὺν κἂν «κυβερνήσεως» ἐνεπιστεύθησαν διάκρισιν, τοῦτο ἑκάστου γινώσκοντος καὶ τῶν λεγόντων καὶ τῶν ἀκουόντων ὅτι οὐχ ὑπὲρ ὧν ποιήσει ἐπαινεθήσεται καὶ τὴν ἀντιμισθίαν κομίσεται, ἀλλ’ ὑπὲρ ὧν ὑστερήσει ἢ παρακούσει ἐτασθήσεται καὶ κατακριθήσεται καὶ τιμωρηθήσεται.

Μὴ οὖν τὸν διάβολον προσδέξῃ προσελθόντα καὶ λέγοντά σοι ὡς πρὸς ἔνδειξιν καὶ ἀνθρωπαρέσκειαν ταῦτα γράφειν με· ἀκριβῶς γὰρ ἐπίστασαι ὡς ὁ τοιοῦτος καὶ οὕτω ποιῶν οὐ μόνον «ἀπέχει τὸν μισθὸν αὐτοῦ» ἀλλὰ καὶ ὡς χριστέμπορος καὶ χριστοκάπηλος τιμωρηθήσεται, ὅπου «ὁ κλαυθμὸς ἔσται καὶ ὁ βρυγμὸς τῶν ὀδόντων»· ἀλλὰ γὰρ σὺν τούτῳ, καὶ οἱ κρίνοντες αὐτοὺς σὺν αὐτοῖς καὶ αὐτοὶ κατακρίνονται, ἀκούεις γὰρ λέγοντος τοῦ Κυρίου· «Μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Ταῦτα ἐν νῷ λαβόμενος, ἀδελφέ, καὶ οὕτω λεγόντων μεμνημένος τῶν ἀποστόλων· «Πείθεσθε τοῖς ἡγουμένοις ἡμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο·» καὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν καθ’ ἑκάστην βοῶντος· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ,» «μετὰ φόβου καὶ τρόμου τὴν σεαυτοῦ περιποιοῦ σωτηρίαν» ἐμοὶ πειθόμενος, καὶ μὴ δόξῃς λέγειν ἐν σεαυτῷ ὅτι πρὸς μόνους τοὺς ἀποστόλους εἴρηται ταῦτα κἀκείνων μόνων ἀκούειν ὀφείλομεν, ἀλλὰ ἄκουσον τί πρὸς αὐτοὺς καὶ αὖθις ὁ Σωτὴρ φθέγγεται· «Ἃ δὲ λέγω ὑμῖν, πᾶσιν λέγω·» ποίοις πᾶσι;

Τοῖς διὰ τοῦ λόγου ὑμῶν πιστεῦσαι μέλλουσιν εἰς ἐμὲ καὶ τηρῆσαι τὰς ἐντολάς μου καθὼς καὶ ὑμεῖς. Πρόσεχε, παρακαλῶ· ἐξελέξατο τοὺς ἀποστόλους καὶ μαθητὰς αὐτοῦ ὁ δεσπότης ἡμῶν καὶ Θεός, πάντα τὰ τῆς οἰκονομίας αὐτοῦ μυστήρια τὰ ἀποκεκρυμμένα ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ἐθάρρησε καὶ ἀπεκάλυψεν αὐτοῖς, καὶ δοὺς αὐτοῖς τὸ ἅγιον Πνεῦμα ἀπέστειλε τούτους εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.»

τοιγαροῦν καὶ ἐξελθόντες οἱ ἀπόστολοι ἐδίδασκον κηρύττοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ ἐπίστευον εἰς Χριστὸν πλήθη πολλά, καὶ ἐγίνοντο κατὰ πόλεις καὶ κώμας ἐκκλησίαι πιστῶν· ὅτε οὖν ἕκαστος τῶν ἀποστόλων καταλιπεῖν αὐτοὺς ἔμελλε καὶ καταβῆναι ἐκεῖθεν πρὸς ἑτέρους τόπους καὶ χώρας καὶ πόλεις, ἐχειροτόνουν αὐτοῖς ἀντ’ αὐτῶν ἐπισκόπους καὶ πρεσβυτέρους καὶ κατελίμπανον αὐτοῖς διδασκάλους καὶ πατέρας πνευματικοὺς καὶ ἡγουμένους, κἀκεῖνοι πάλιν τελευτῶντες ἑτέρους ἐκλεγόμενοι ἀξίους τῆς τοιαύτης διακονίας χειροτονοῦντες κατελίμπανον ἀντ’ αὐτῶν, καὶ οὕτως κατὰ διαδοχὴν μέχρις ἡμῶν ἡ τοιαύτη τάξις καὶ νομοθεσία διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος μετελθοῦσα διατηρεῖται καὶ διαφυλάττεται· ὡσαύτως καὶ αἱ παρὰ τῶν ἀποστόλων παραδόσεις καὶ διδασκαλίαι, ἃς ἐκεῖνοι πάλιν παρὰ τοῦ τῶν ὅλων δεσπότου ἡμῶν καὶ Θεοῦ παρέλαβον, εἰς ἡμᾶς διὰ τούτων μετῆλθον. ἐπειδὴ δὲ τὰ ποίμνια τοῦ Χριστοῦ ἐπληθύνθησαν καὶ ὁ λαὸς αὐτοῦ ἐγένετο ὑπὲρ ἀριθμόν, ᾠκονόμησεν ἡ χάρις τοῦ ἁγίου Πνεύματος τοῖς ἀρχιερεῦσι καὶ ἱερεῦσι προστεθῆναι καὶ μοναχοὺς τοὺς ἐξ ἔργων τὴν εἰς Χριστὸν τὸν ἀληθινὸν <Θεὸν> ἡμῶν πίστιν βεβαίαν ἐνδεικνυμένους καὶ τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἐν ἑαυτοῖς κεκτημένους, συμποιμαίνοντας καὶ συνεργοῦντας εἰς τὴν τῶν μελλόντων σώζεσθαι σωτηρίαν.

Εἴ τις οὖν, εἰπέ μοι, ἐκ τούτων ἁπάντων εἷς, ὧν τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἡμᾶς ἔθετο, λέγω δὴ ἡγουμένων ποιμένων ἀρχιερέων καὶ διδασκάλων, τῶν τὰς διδασκαλίας καὶ παραδόσεις τῶν ἁγίων ἀποστόλων ἐπιφερομένων καὶ ταύτας ὡς κλῆρον πατρῷον ἡμῖν κομιζόντων, καταφρονῆσαι τολμήσαι ἢ παριδεῖν, ἢ μὴ δέξασθαι αὐτὸν εἰς οἰκίαν ἢ ἐξουθενῆσαι τὰ παρ’ αὐτοῦ λεγόμενα καὶ ἀποκρούσασθαι, καὶ οὐχὶ μετὰ πάσης εὐλαβείας αὐτὸν ὑποδέξεται, ἆρα οὐχὶ αὐτὸν ἐκεῖνον τὸν Παῦλον καὶ Πέτρον καὶ ἁπλῶς τὸν χορὸν τῶν ἀποστόλων ἐξέβαλεν; ὁ δὲ ἐκείνους ἐκβαλών, οὐχὶ αὐτὸν τὸν Κύριον ἡμῶν καὶ Θεὸν καὶ τὸν αὐτοῦ Πατέρα ἠθέτησεν; οὐ γὰρ διὰ τὸ ἁπλῶς ἀνθρώπους εἶναι τοὺς ἀποστόλους τιμῶμεν, ἀλλ’ ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ κατελθόντα ἐπὶ τῆς γῆς ἵνα σώσῃ τὸ γένος ἡμῶν ἦλθον κηρύττοντες καὶ ὅτι παρ’ αὐτοῦ ἀπεστάλησαν ἵνα υἱοὺς ἡμᾶς Θεοῦ καὶ «κληρονόμους τῆς αἰωνίου ζωῆς» καὶ τῶν ἀπορρήτων ἀγαθῶν κοινωνοὺς διὰ τῶν εὐαγγελίων καὶ τῆς τοῦ ἁγίου βαπτίσματος <χάριτος> ἀπεργάσωνται· εἰ γὰρ μὴ ταῦτα πρὸς τὸ μεταδοῦναι πᾶσι δέδωκεν ὁ δεσπότης, πάντως ἂν οὐδὲ ἐκεῖνοι ἑτέροις παρέχειν ἠδύναντο, καὶ οὕτως ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων ἐτύγχανον ἂν καὶ αὐτοί.

Διὰ τοῦτο τοίνυν, πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς, πολλῆς τῆς ἀγρυπνίας, πολλῶν τῶν εὐχῶν, ὥστε μὴ πλάνῳ μὴ ἀπατεῶνι μὴ ψευδαδέλφῳ καὶ ψευδοχρίστῳ περιπεσεῖν, ἀλλ’ ἀληθεῖ καὶ φιλοθέῳ καὶ τὸν Χριστὸν ἐν ἑαυτῷ περιφέροντι ἐντυχεῖν διδασκάλῳ, ἀκριβῶς εἰδότι καὶ ἐπισταμένῳ τὸ κήρυγμα τῶν ἀποστόλων, τοὺς κανόνας καὶ τὰς διατάξεις αὐτῶν, τὰ δόγματα τῶν πατέρων, μᾶλλον δὲ αὐτοῦ τοῦ δεσπότου καὶ διδασκάλου τῶν ἀποστόλων τὰ θελήματα καὶ μυστήρια. τοιοῦτον οὖν χρὴ ἐρευνᾶν καὶ εὑρίσκειν διδάσκαλον, τὸν ταῦτα μὲν λόγῳ πρότερον ἀκηκοότα καὶ διδαχθέντα, ἔπειτα δὲ πράξει καὶ πείρᾳ ἐν ἀληθείᾳ ὑπ’ αὐτοῦ τοῦ παρακλήτου Πνεύματος μυστικῶς μυσταγωγηθέντα, ὥστε καὶ αὐτὸν καταξιωθῆναι παρ’ αὐτοῦ ἐκείνου τοῦ τοὺς ἀποστόλους μυσταγωγήσαντος ἀκοῦσαι· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς, καὶ τό· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν.» πάντως γὰρ ζητοῦντες εὑρήσωμεν, «οὐ γάρ ἐστιν ἄδικος ὁ Θεός, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων», ἀλλὰ καθὼς γέγραπται· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δοῦναι ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλληται ἀλλ’ ἕξει ζωὴν αἰώνιον.»

εἰ οὖν τὸν Υἱὸν αὐτοῦ εἰς θάνατον παρέδωκεν ἵνα ἡμεῖς δι’ αὐτοῦ σωθῶμεν, πῶς ἄρα αἰτούντων ἡμῖν πεμφθῆναι, μᾶλλον δὲ γνωρισθῆναι καὶ ἐπιγνωσθῆναι ἡμῖν ἅγιον καὶ δοῦλον αὐτοῦ ἀληθῆ, τὸν πρὸς σωτηρίαν ὁδηγῆσαι καὶ τὰ θελήματα αὐτοῦ διδάξαι ἡμᾶς μέλλοντα, ἀποκρύψασθαι μέλλει αὐτὸν ἀφ’ ἡμῶν καὶ ἀποστερῆσαι ἡμᾶς ὁδηγοῦ; οὔμενουν οὐδαμῶς· καὶ τοῦτο ἐκ τοῦ εἰς τὸν ἑκατόνταρχον Κορνήλιον γινομένου πιστεύειν ὀφείλομεν.

Ἐκεῖνος γὰρ «εὐσεβὴς ὢν καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιοῦντός τε πολλὰς ἐλεημοσύνας» ἐν τῷ λαῷ καὶ «δεομένου διαπαντὸς τῷ Θεῷ», ὤφθη αὐτῷ «ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας ἄγγελος Θεοῦ εἰσελθὼν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνόν» σου «ἐνώπιον τοῦ Θεοῦ, καὶ νῦν πέμψον εἰς Ἰόπην» ἄνδρας καὶ μετακάλεσαι «Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν». Εἶδες πῶς καλῶς ἔλεγον ὅτι πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῆς τῆς σπουδῆς, ὥστε ἀληθῆ τοῦ Χριστοῦ μαθητὴν εὑρεῖν; ὅρα γὰρ τί φησιν ἡ γραφή· «Κορνήλιος δέ, ἀνὴρ εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ» οὐ μόνον γὰρ αὐτὸς ἑαυτὸν ἀλλὰ καὶ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ ἐποίει φοβεῖσθαι τὸν Θεόν: «τοῦτο» γὰρ «καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ» ὅταν μὴ τὸ ἑαυτοῦ συμφέρον τις μεριμνᾷ ἀλλὰ καὶ τῶν μετ’ αὐτοῦ πάντων, ὅπερ ἐκεῖνος καὶ πρὸ τοῦ μαθητευθῆναι τοῖς ἀποστόλοις τὰς τῶν ἀποστόλων διατάξεις ἐπλήρου, «Μηδεὶς» γάρ, φησί, «τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.»

ἐποίει γὰρ ἐλεημοσύνας πολλὰς δεόμενος τοῦ Θεοῦ νυκτὸς καὶ ἡμέρας· ταύτην γὰρ τὴν ἐντολὴν τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ τὴν λέγουσαν· «Γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν», καὶ τὸ «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», προδήλως ἐπλήρου καὶ πρὸ τῆς εἰς Θεὸν πίστεως. Εἶδες τὸν ἄπιστον, τὸν ἐθνικόν, τὸν μηδέποτε λόγον ἀκηκοότα Θεοῦ, τὰ τοῦ εὐαγγελίου μετὰ σπουδῆς καὶ πρὸ τοῦ παρ’ ἑτέρου διδαχθῆναι ποιήσαντα; ᾔτει δι’ εὐσεβείας καὶ ἔλαβεν, ἐζήτησε δι’ ἐλεημοσύνης καὶ εὗρεν, ἔκρουσε διὰ νηστείας καὶ προσευχῆς καὶ ἠνοίγη αὐτῷ· «Πέμψον», φησίν, «εἰς Ἰόπην καὶ μετάπεμψον Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον», ὢ τοῦ θαυμαστοῦ δώρου, ὢ τῆς παραδόξου εὐεργεσίας, «οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.» ὁρᾷς ὅτι οὐ μόνον τὸ ὄνομα αὐτοῦ ἀλλὰ καὶ τοῦ ὑποδεξαμένου αὐτὸν καὶ τὸν τόπον ἔνθα κατήγετο ἐγνώρισεν αὐτὸν ὁ ἄγγελος, τοῦτο δὲ ἐποίησεν ὥστε μὴ ἀποπλανηθῆναι αὐτὸν καὶ ἄλλον ἀντ’ αὐτοῦ προσκαλεσάμενον ἀντὶ ποιμένος περιπεσεῖν λύκῳ.

Εἰ οὖν βούλει καὶ σεαυτὸν ἀληθῆ καὶ πιστὸν καὶ ἐκλεκτὸν μαθητὴν ἐπιδείξασθαι τοῦ Χριστοῦ, τοιοῦτον βίον ἐπίδειξαι, τοιαύτας πράξεις ἐπιτέλεσον, οὕτως πρόσελθε καὶ παρακάλεσον καὶ ἱκέτευσον διὰ ἐλεημοσύνης διὰ νηστείας καὶ προσευχῆς τῷ Θεῷ, καὶ διανοίξει «τοὺς ὀφθαλμοὺς τῆς καρδίας» σου καὶ θεάσῃ τὸν τοιοῦτον καὶ σύ, καθὼς τὸν ἄγγελον ὁ Κορνήλιος ἐθεάσατο· μίμησαι κἂν τὸν ἄπιστον ὁ λέγων εἶναι πιστὸς σύ, τὸν ἐθνικὸν καὶ ἀμύητον ὁ ἀπὸ νηπιόθεν χριστιανὸς ὀνομαζόμενος καὶ ταῖς διδασκαλίαις τῶν ἀποστόλων ἐντεθραμμένος καὶ ταῖς φληναφίαις τῶν ἀγροικοτέρων κατεπαιρόμενος, τὸν ἑκατόνταρχον ὁ μόνου τοῦ οἴκου σου προϊστάμενος, καὶ κἂν σαυτὸν καὶ τοὺς ὑπὸ σὲ πάσῃ σπουδῇ καὶ παντὶ τρόπῳ διόρθωσαι· εἰ δὲ τῶν ἐν τῇ σῇ ἐξουσίᾳ καὶ προαιρέσει κειμένων πραγμάτων, οὐ μόνον δὲ ἀλλὰ καὶ ὧν αὐτὸς ἐπίστασαι ἐντολῶν τοῦ Θεοῦ καταφρονεῖς, καὶ οὐκ ἐπιτελεῖς ἀλλὰ ἀμελεῖς αὐτάς, καὶ οὔτε σεαυτὸν οὔτε τοὺς ὑπὸ σὲ διορθοῖς, πῶς εἰπὲ τὸν τὰ τελειότερά σοι ὀφείλοντα εἰπεῖν διδάσκαλον ὁ Θεὸς ὑποδείξει; μὴ ὑποδειχθέντα σοι δέ, πῶς εὑρεῖν ἢ γνωρίσαι αὐτὸν ἰσχύσεις, πῶς ὡς ἅγιον αὐτὸν ἀδιστάκτως καθυποδέξῃ; πῶς ἄρα μισθὸν ἁγίου καὶ δικαίου ἄνωθεν ἀπολήψῃ; οὐδαμῶς.

Διὰ ταῦτα τοιγαροῦν τοῖς σπουδαίοις καὶ ἑαυτῶν ἐπιμελουμένοις καὶ τὰ παρ’ ἑαυτῶν εἰσάγουσι καὶ τὸν Θεὸν ἐκζητοῦσι καὶ τὸ ἀγαθὸν κατεργαζομένοις, καὶ τότε καὶ νῦν τοὺς ἀποστόλους καὶ προφήτας καὶ δικαίους καὶ ἁγίους ὁ Θεὸς αὐτοῖς ἀπεκάλυπτεν· οἱ δὲ αὐτοὺς ἐπεγίνωσκον ὑπεδέχοντο ἐτίμουν, ὡς κυρίους ὡς διδασκάλους εὐσεβείας ὡς πρέσβεις Θεοῦ, διόπερ καὶ τὰ ὑπ’ αὐτῶν λεγόμενα ὡς νόμους θείους ἐφύλαττον, καὶ μισθὸν τὸν ἐκείνοις δοθέντα καὶ οὗτοι ἐλάμβανον, καὶ νῦν εἴ που εὑρεθῶσι τοιοῦτοι ὡς ἐκεῖνοι λήψονται· τοὺς δέ γε καταφρονητὰς καὶ σοφοὺς ὄντας παρ’ ἑαυτοῖς καὶ ἀμερίμνως καὶ ἀμελῶς διακειμένους καὶ μὴ ὡς Κορνήλιος καὶ οἱ τούτου ὁμότροποι, ἐν πάσῃ σπουδῇ, δι’ ἐλεημοσύνης, διὰ νηστείας καὶ προσευχῆς ἐκζητοῦντας, καὶ μάλιστα ἄρτι, ὅτε σχεδὸν ἅπαντες τὸ τοῦ Θεοῦ θέλημα καὶ τὰ ἡμῖν συμφέροντα νηπιόθεν ὑπὸ τῶν προφητῶν καὶ ἀποστόλων ἐκδιδασκόμεθα, καταλιμπάνει ἐν ᾗ ἑαυτοὺς ἀποδεδώκασι πλάνῃ, οἳ καὶ ὑπὸ τοῦ σκότους τῶν ἰδίων παθῶν καὶ ἐπιθυμιῶν καὶ θελημάτων ἐγκαλυπτόμενοι καὶ ἐν αὐτῷ ὡς ἐν βαθείᾳ νυκτὶ πορευόμενοι τοιούτους καὶ διδασκάλους εὑρίσκουσιν· καὶ εἰκότως· ὁ γὰρ τοῦ σκότους προστάτης ἔχει πάντως καὶ τοὺς ὑπὸ τὸ σκότος περιπατοῦντας ὑπηρέτας καὶ μαθητὰς αὐτοῦ, οὓς οἱ τοιοῦτοι εὑρίσκοντες ὡς ὁμόφρονας αὐτῶν ἀσμένως προσαποδέχονται, τὰ αὐτὰ μαθητευόμενοι παρ’ αὐτῶν ἃ καὶ προεξελέξαντο καὶ ποιεῖν εἰς ἀπώλειαν ἑαυτῶν προείλοντο.

Τίς γὰρ οὐκ οἶδεν ὅτι ἐξ ἀρχῆς ὁ διάβολος τοῖς προφήταις ψευδοπροφήτας, τοῖς ἀποστόλοις ψευδαποστόλους, τοῖς ἁγίοις διδασκάλοις ψευδαγίους καὶ ψευδοδιδασκάλους ἐξήγειρεν, ἀπατᾶν σπουδάζων διὰ μεθόδων καὶ πιθανολογίας τοὺς ἀμελεστέρους καὶ τούτους εἰς βάραθρον ἀπωλείας καταβιβάζειν, οὓς καὶ ὁ ἀπόστολος αἰνιττόμενος φησί· «Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ’ αὐτῶν· οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας τὰς καρδίας τῶν ἀκάκων ἐξαπατῶσιν.» οἱ οὖν βουλόμενοι ἐκ τῶν τοιούτων ἐκκλῖναι κατὰ τὴν τοῦ ἀποστόλου παραίνεσιν, ἀποστῆναι ἐκ «τῶν τοῦ σκότους ἔργων» ὀφείλουσιν· ἕως γὰρ ὑπὸ τούτων κατέχεσθαι βούλονται καὶ ὑπὸ τὸ σκότος αὐτῶν πορεύονται, τῶν τοιούτων διδασκάλων ἐκκλῖναι οὐ δύνανται, οὔτε μὴν ὑπὸ τὸ φῶς τῶν ἀληθινῶν διδασκάλων γενέσθαι ἰσχύουσιν.