Ἐπίστασαι οὖν, τέκνον μου περιπόθητον, ὅτι οὐδεὶς οὐδένα οὔτε τῶν λαϊκῶν οὔτε τῶν μοναχῶν οὔτε τῶν ἱερέων ἢ ἀρχιερέων ὡς ἀπόστολον Θεοῦ καὶ μαθητὴν Χριστοῦ, διὰ μόνον Χριστὸν ἢ διὰ τὴν αὐτοῦ ἐντολὴν ἢ διὰ τὰ παρ’ αὐτοῦ διδόμενα ἡμῖν αἰώνια ἀγαθά, τιμᾷ ἢ ἀγαπᾷ ἢ φοβεῖται ἢ ὑποδέχεται, ἀλλὰ πάντες ἀλλήλων καταφρονοῦμεν, ἀλλήλων ἐνδιαβάλλομεν, λοιδοροῦμεν οἱ μοναχοὶ τοὺς μοναχούς, οἱ ἱερεῖς τοὺς ἀρχιερεῖς, οἱ λαϊκοὶ ἅπαντας καὶ ἀλλήλους, καὶ οὐδαμοῦ ἔστιν ἐνθύμησις ἐν οὐδενὶ ὅτι, ὡς λέγει ὁ ἀπόστολος, «Ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους», καὶ καθεξῆς οὓς αὐτὸς ἀπαριθμεῖται, οὕτω καὶ τὰ νῦν ἐστὶν ἡ τοῦ Θεοῦ ἐκκλησία καὶ οἱ ἐν ταύτῃ ἐξάρχοντες, ἵνα τοὺς μὲν ὡς ἀποστόλους ὑποδέξηταί τις, τοὺς δὲ ὡς προφήτας, τοὺς δὲ ὡς διδασκάλους, ἀλλὰ τούτων ἁπάντων ἐν τελείᾳ γενόμενοι λήθῃ πάντες ἀλλήλων κατεπαιρόμεθα, καὶ τὸν βαπτίζοντά με σήμερον, τοῦ θανάτου τε καὶ τῆς φθορᾶς ἐλευθερώσαντα καὶ Πνεύματος ἁγίου πληρώσαντα καὶ τῶν ἁμαρτιῶν με λύσαντα καὶ τοῦ ἀχράντου σώματος καὶ σωτηρίου αἵματος κοινωνόν με ποιήσαντα καὶ τῆς ἱερᾶς εὐχαριστίας μέτοχόν με ἀναδείξαντα καὶ υἱὸν Θεοῦ με ἀποτελέσαντα—τί γὰρ πλέον οἱ ἀπόστολοι καὶ αὐτόπται τοῦ Λόγου τοῖς ὑπ’ αὐτῶν μαθητευόμενοις τότε ἐποίουν; —, τοῦτον αὔριον οὐδὲ τὸ Χαῖρε προσειπεῖν καταδέχομαι, εἰς αἰσχύνην μου γὰρ τοῦτο λογίζομαι, οὐδὲ ἐρχόμενον πρός με προσυπαντῆσαι καὶ τιμῆσαι καὶ ὑποδέξασθαι βούλομαι, ἀλλὰ Τί θέλει;