Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ἐπιστολὴ περὶ ἐξομολογήσεως (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Το αποστολικό κύρος των σύγχρονων πατέρων και οι συνέπειες της ανυπακοής

Η ταύτιση της εξουσίας των πνευματικών πατέρων με την αποστολική αυθεντία, η κριτική της περιφρόνησής τους και οι επιπτώσεις στην εκκλησιαστική ενότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 6 από 8

Ταῦτα καὶ ἕτερα πλείονα ἀεὶ καὶ διὰ παντὸς ἐκδιδάσκουσα ἡ ἁγία ταπείνωσις μεταποιεῖ καὶ ἀλλοιοῖ καὶ οἱονεί πως δημιουργεῖ καὶ σωματοποιεῖ καὶ ἐκτελεῖ ταπεινούς, ὡς μηδὲ θέλοντας ἔκτοτε μέγα τι περὶ ἑαυτῶν ἐννοῆσαι ἢ εἰπεῖν ἡμᾶς δύνασθαι ἀλλὰ μένειν καθάπερ ἀνδριάντας ἐστηλωμένους καὶ ἐπιγεγραμμένους. ἡ ἁγία ταπείνωσις αὕτη διδάσκει ἄνευ διδασκάλου μαθεῖν ἡμᾶς μηδὲν δύνασθαι, ἀλλὰ λέγειν πρὸς τοὺς ἐρωτῶντας ἡμᾶς καὶ λέγοντας· «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;» Πῶς ἂν δυνάμεθα ἐὰν μή τις ἡμᾶς ὁδηγήσειεν; αὕτη διδάσκει χωρὶς ὁδηγοῦ μὴ ἐπιβαίνειν ἡμᾶς ὁδοῦ ἥν ποτε οὐ διήλθομεν, αὐτὴ παραινεῖ δίχα μεσίτου καὶ προστάτου τῷ Θεῷ μὴ προσέρχεσθαι· εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς ποιήματα τοῦ Θεοῦ ἐπαισχύνεσθαι παρασκευάζει καὶ τὴν εἰκόνα τοῦ Σωτῆρος καὶ τῶν ἁγίων δούλων αὐτοῦ αἰδεῖσθαι καὶ φοβεῖσθαι καὶ μὴ τολμᾶν ἀτενίσαι ἢ προσελθεῖν καὶ ἀσπάσασθαι, πόσῳ γε μᾶλλον αὐτῷ ἐκείνῳ τῷ ποιητῇ καὶ δεσπότῃ τῶν ἁπάντων Θεῷ· εἰ γὰρ καὶ λίαν ἐστὶ φιλάνθρωπος, ἀλλ’ ἐπὶ τῇ ταπεινώσει καὶ τῇ κατηφείᾳ ἡμῶν ἐπὶ πλεῖον εὐφραίνεται καὶ τὸ ἀνάξιον ἡγεῖσθαι ἑαυτὸν ἀφ’ ἑαυτοῦ προσελθεῖν μειζόνως ἀποδέχεται.

Ἄλλως δὲ ὁ δεσπότης ἡμῶν καὶ Θεὸς βουλόμενος ἡμᾶς διδάξαι ὅτι διά τινος μεσίτου καὶ ἐγγυητοῦ προσέρχεσθαι δεῖ ἡμᾶς τῷ Θεῷ, αὐτὸς ὡς ἐν τοῖς λοιποῖς ἅπασι τύπος καὶ ὑπογραμμὸς ἡμῖν γέγονε καὶ ἐν τούτῳ πρῶτος μεσίτης καὶ ἐγγυητὴς τῆς φύσεως ἡμῶν ἐχρημάτισεν προσαγαγὼν αὐτὴν τῷ ἰδίῳ Πατρὶ καὶ Θεῷ, ἔπειτα τοὺς ἁγίους αὐτοῦ ἀποστόλους τῆς μεσιτείας ταύτης καὶ τῆς ἐγγύης διακόνους ἀνέδειξε, καὶ αὐτοὶ πάντας τοὺς πιστεύοντας τῷ δεσπότῃ Χριστῷ προσέφερον καὶ οὗτοι πάλιν ἑτέρους κἀκεῖνοι αὖθις ἄλλους [καὶ οὗτοι πάλιν ἑτέρους] ... φυλάττεται, καὶ οὐ βούλεται ὁ Θεὸς ὑπερβαίνειν ἡμᾶς τὴν ἐκείνου πρόσταξιν καὶ παράδοσιν ἀλλ’ ἐμμένειν ἐν οἷς ἂν διωρίσατο, διὸ φησίν· «Οὐδεὶς ἔρχεται πρός με ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν», καὶ αὖθις· «Οὐδεὶς ἔρχεται πρὸς Πατέρα εἰ μὴ δι’ ἐμοῦ», οὕτως καὶ οὐδεὶς ἔρχεται πρὸς τὴν πίστιν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος εἰ μὴ διά τινος διδασκάλου τὰ περὶ πίστεως διδαχθῇ, καὶ οὐδεὶς βαπτίζεται χωρὶς ἱερέως οὐδὲ τῶν θείων ἀφ’ ἑαυτοῦ γίνεται κοινωνὸς μυστηρίων· καὶ ὁ μὴ τούτων ἐν μετοχῇ γεγονώς, οὐκ ἄν ποτε τῆς αἰωνίου τύχῃ ζωῆς καθὼς αὐτὸς ὁ Κύριος ἔφη· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται», καὶ πάλιν· «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.»

Ἐπεὶ οὖν ἄνευ βαπτίσματος καὶ τῆς τῶν θείων μυστηρίων μεταλήψεως οὐδεὶς τῶν πιστῶν ζωῆς αἰωνίου καταξιωθήσεται, ταῦτα δὲ οὐ διὰ τῶν ἁγίων ἀποστόλων οὐδὲ διὰ τῶν μετ’ αὐτοὺς ἁγίων τῶν παρελθόντων προπατόρων ἡμῶν, ἀλλὰ διὰ τῶν νῦν ὄντων καὶ ζώντων καὶ ἡμῖν συναναστρεφομένων σήμερον δίδοται, εὔδηλον ὅτι ἅπερ ἐκεῖνοι τότε ὑπάρχοντες ἐν κόσμῳ τοῖς πιστεύουσιν μετεδίδοσαν, τὰ αὐτὰ καὶ οὗτοι νῦν παρέχουσιν ἡμῖν καὶ ἴσοι ἐκείνοις καὶ οὗτοι εἰσί· πῶς; ὅτι ὥσπερ ἐκεῖνοι ἐβάπτιζον ἐν ὕδατι καὶ Πνεύματι θείῳ, οὕτω καὶ νῦν καὶ οὗτοι ποιοῦσιν· ἐκεῖνοι τοῦ σώματος καὶ αἵματος μετεδίδοσαν τοῦ Χριστοῦ, τὰ αὐτὰ καὶ οὗτοι μεταδιδοῦσιν ἡμῖν, καὶ οὐδὲν πλέον ἦν ἐκείνοις οὐδὲ τοῖς νῦν μεταδιδόμενοις ἡμῖν ἐλλιπές· ἐδίδασκον ἐκεῖνοι τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὴν ἀχώριστον καὶ ὁμότιμον Τριάδα· τὰ αὐτὰ διδάσκουσιν ἡμῖν οἱ πατέρες ἡμῶν.

Ἀποδέδεικται οὖν ἐκ τούτων διὰ βραχέων, οὐδὲ γὰρ πάντα διὰ τὸ εἰς πολὺ μῆκος τὸν λόγον ἐξενεχθῆναι γράφειν ἐδυνάμεθα, ὅτι οἷα ἐπὶ τῶν πιστῶν τότε ἐποίουν οἱ ἀπόστολοι καὶ ἐδίδασκον, τὰ αὐτὰ καὶ νῦν οἱ πατέρες ἡμῶν ἀνελλιπῶς καὶ ἀπαραλλάκτως ποιοῦσιν εἰς ἡμᾶς, καὶ οὕτως ὡς ἐκεῖνοι διδάσκουσι καὶ νουθετοῦσιν ἡμᾶς. τοίνυν καὶ ἐπεὶ οὐδὲν τῶν ἀποστόλων ἐλλείπουσιν, πάντως υἱοὶ τῶν ἀποστόλων καὶ ἀπόστολοι εἰσὶ καὶ αὐτοί, καὶ οἱ μὴ δεχόμενοι αὐτοὺς μηδὲ ἀκούοντες τῶν λόγων αὐτῶν ἀκούσονται παρὰ τοῦ Σωτῆρος λέγοντος πρὸς αὐτούς· Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται τοῖς τὴν γῆν Σοδόμων καὶ Γομόρων οἰκήσασιν ἢ ὑμῖν· καὶ ἐπεὶ εἴρηκε πρὸς ἐκείνους· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ, ὁ δὲ ἀθετῶν ἐμὲ ἀθετεῖ τὸν ἀποστείλαντά με», εὔδηλον ὅτι καὶ πρὸς τοὺς νῦν ὄντας καὶ μετὰ ταῦτα μέλλοντας ὁμοτρόπους ἐκείνων γίνεσθαι τὰ αὐτὰ λέγει, καὶ οἱ μὴ δεχόμενοι μηδὲ ἀκούοντες αὐτῶν ἀλλὰ ἀθετοῦντες αὐτούς, τὸν Χριστὸν οὐ δέχονται οὐδὲ ἀκούουσιν ἀλλὰ ἀθετοῦσιν αὐτόν, καὶ δι’ αὐτοῦ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.

Ἐπίστασαι οὖν, τέκνον μου περιπόθητον, ὅτι οὐδεὶς οὐδένα οὔτε τῶν λαϊκῶν οὔτε τῶν μοναχῶν οὔτε τῶν ἱερέων ἢ ἀρχιερέων ὡς ἀπόστολον Θεοῦ καὶ μαθητὴν Χριστοῦ, διὰ μόνον Χριστὸν ἢ διὰ τὴν αὐτοῦ ἐντολὴν ἢ διὰ τὰ παρ’ αὐτοῦ διδόμενα ἡμῖν αἰώνια ἀγαθά, τιμᾷ ἢ ἀγαπᾷ ἢ φοβεῖται ἢ ὑποδέχεται, ἀλλὰ πάντες ἀλλήλων καταφρονοῦμεν, ἀλλήλων ἐνδιαβάλλομεν, λοιδοροῦμεν οἱ μοναχοὶ τοὺς μοναχούς, οἱ ἱερεῖς τοὺς ἀρχιερεῖς, οἱ λαϊκοὶ ἅπαντας καὶ ἀλλήλους, καὶ οὐδαμοῦ ἔστιν ἐνθύμησις ἐν οὐδενὶ ὅτι, ὡς λέγει ὁ ἀπόστολος, «Ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους», καὶ καθεξῆς οὓς αὐτὸς ἀπαριθμεῖται, οὕτω καὶ τὰ νῦν ἐστὶν ἡ τοῦ Θεοῦ ἐκκλησία καὶ οἱ ἐν ταύτῃ ἐξάρχοντες, ἵνα τοὺς μὲν ὡς ἀποστόλους ὑποδέξηταί τις, τοὺς δὲ ὡς προφήτας, τοὺς δὲ ὡς διδασκάλους, ἀλλὰ τούτων ἁπάντων ἐν τελείᾳ γενόμενοι λήθῃ πάντες ἀλλήλων κατεπαιρόμεθα, καὶ τὸν βαπτίζοντά με σήμερον, τοῦ θανάτου τε καὶ τῆς φθορᾶς ἐλευθερώσαντα καὶ Πνεύματος ἁγίου πληρώσαντα καὶ τῶν ἁμαρτιῶν με λύσαντα καὶ τοῦ ἀχράντου σώματος καὶ σωτηρίου αἵματος κοινωνόν με ποιήσαντα καὶ τῆς ἱερᾶς εὐχαριστίας μέτοχόν με ἀναδείξαντα καὶ υἱὸν Θεοῦ με ἀποτελέσαντα—τί γὰρ πλέον οἱ ἀπόστολοι καὶ αὐτόπται τοῦ Λόγου τοῖς ὑπ’ αὐτῶν μαθητευόμενοις τότε ἐποίουν; —, τοῦτον αὔριον οὐδὲ τὸ Χαῖρε προσειπεῖν καταδέχομαι, εἰς αἰσχύνην μου γὰρ τοῦτο λογίζομαι, οὐδὲ ἐρχόμενον πρός με προσυπαντῆσαι καὶ τιμῆσαι καὶ ὑποδέξασθαι βούλομαι, ἀλλὰ Τί θέλει;

μετὰ ἀγανακτήσεως λέγω, καὶ ὅτι Ποίησον αὐτῷ ἀπολογίαν, δουλείαν ἔχει ὁ κύριος καὶ οὐκ εὐκαιρεῖ, τὰ γὰρ μείζω τούτων καὶ ἀτιμότερα τό γε νῦν ἔχον εἰς μέσον προσθεῖναι οὐ βούλομαι. ταῦτα δὲ οὐ μόνον ἐπὶ τῶν μοναχῶν, ἀλλὰ καὶ ἐπὶ τῶν ἱερέων καὶ ἀρχιερέων οἱ ἐξαγγέλλοντες αὐτοῖς καὶ τὰς ψυχὰς αὐτῶν εἰς αὐτοὺς ἀνατιθέντες ποιοῦσι, καὶ ὃν σήμερον πατέρα αὐτοῦ διὰ τῆς ἐξαγορεύσεως καὶ διδάσκαλον ἔχειν καλῶς ᾑρετίσατο, οὐ μετ’ οὐ πολὺ ἀλλ’ ἐν αὐτῷ τῷ καιρῷ ὅτε τὸ εἶναι υἱὸς καθομολογήσει, τοῦ πατρὸς αὐτοῦ κατεπαίρεται, καὶ ἀντὶ υἱοῦ καὶ μαθητοῦ πατὴρ ἐκείνου καὶ διδάσκαλος μᾶλλον ἀναδεικνύμενος ἀντινομοθετεῖ καὶ ἀντιλέγει καὶ ἐξευτελίζει αὐτόν, ἐάν τι παρὰ τὸ θέλημα αὐτοῦ εἴπῃ πρὸς αὐτόν· χρόνου δὲ προϊόντος, οὐδὲ ὅτι ἔχει ὅλως πατέρα ἢ διδάσκαλον οὗτος ἐπίσταται, εἰ μὴ αὐτὸς πρὸς ἐκεῖνον ἀπέρχεται καὶ τὰ θελήματα αὐτοῦ ἐκπληροῖ· καὶ εἰ μὴ συγκατίῃ, μᾶλλον δὲ εἰ μὴ συγκαταπίπτει αὐτῷ καὶ συναπόλλυται, ἀφίησιν αὐτὸν καὶ ἄλλον ἐπιζητεῖ τὸν ἐξακολουθοῦντα τοῖς θελήμασιν αὐτοῦ τῆς σαρκός· οὕτω τοίνυν πάντα, καθὼς καὶ αὐτὸς ὁρᾷς καὶ ἐπίστασαι, συγκέχυται καὶ πᾶσα τάξις καὶ θεία παράδοσις τῶν ἀποστόλων ἀνῄρηται καὶ πασῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ ἀθέτησις γέγονεν.

Τοῦτο ὅλον τὸ δεινὸν καὶ ὀλέθριον γίνεται κατὰ γενεὰν ταύτην ἐκ τοῦ δοκεῖν ἅπαντας ὅτι τὰ θεῖα μεμυημένοι εἰσὶ καὶ τὰς ἐντολὰς ἐπίστανται τοῦ Θεοῦ καὶ τὰ συμφέροντα αὐτοῖς δοκιμάζειν καὶ διακρίνειν δύνανται· οὐ μόνον δέ, ἀλλὰ καὶ ἐκ τοῦ ὑπολαμβάνειν καὶ ἔχειν πάντας μὲν ὡς εἴρηται ὡς ἁμαρτωλούς, ἐνεργεῖν δὲ πεπεισμένους καὶ διὰ τῶν ἀναξίων τὴν χάριν τοῦ Θεοῦ· καὶ λαμβάνειν μὲν οἴονται τὰ διὰ τοῦ ἁγίου Πνεύματος ἐνεργούμενα εἰς ἡμᾶς καὶ τοὺς διδομένους ἡμῖν τῶν αἰωνίων ἀγαθῶν ἀρραβῶνας, τὸν δὲ δι’ οὗ ταῦτα χορηγοῦνται αὐτοῖς ἱερέα ὡς ἁμαρτωλὸν καὶ τῆς ἱερωσύνης ἀνάξιον ἀποστρέφονται. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν μοναζόντων ταῦτα λογίζονται· αὐτοὶ γὰρ διὰ τῆς ἐξομολογήσεως καὶ τῆς παρ’ αὐτῶν διδομένης αὐτοῖς συγχωρήσεως τῶν ἁμαρτημάτων λαμβάνουσι τὴν συγχώρησιν, ἐκείνους δὲ ὡς μηδεμίαν ἀρετὴν ἔχοντας ἢ παρρησίαν πρὸς Θεὸν ἔχοντες, ἴσως τοῖς λοιποῖς τῶν ἀνθρώπων καὶ τούτοις προσέχουσιν.

Ἀλλὰ γὰρ οὕτως ἔχοντες πάντα οἴονται τὰ πνευματικὰ χαρίσματα, ἃ τοῖς ἀποστόλοις ὁ Χριστὸς ἐδωρήσατο καὶ οἱ ἀπόστολοι τοῖς τῷ Χριστῷ πιστεύσασι δι’ αὐτῶν αὖθις μετέδωκαν, καὶ οὗτοι λαμβάνειν ἢ ἁρπάζειν, εἰπεῖν ἀληθέστερον. ἄνευ τῆς εἰς τοὺς ταῦτα αὐτοῖς παρέχοντας τιμῆς τε καὶ πίστεως, ἣν πρότερον μὲν οἱ ἀπόστολοι προσέφερον τῷ δεσπότῃ Χριστῷ, τοῖς δὲ ἀποστόλοις οἱ ὑπ’ αὐτῶν μαθηταὶ καὶ τούτοις πάλιν οἱ ὑπ’ αὐτούς· ἐλπίζουσι δὲ ὅτι οὐ μὴ ἐκζητήσῃ ὁ Θεὸς τὴν τιμὴν ταύτην καὶ νῦν προσφέρειν αὐτοῖς, λέγω δὴ τοῖς ἀρχιερεῦσι καὶ ἱερεῦσι καὶ μοναχοῖς καὶ πατράσιν ἡμῶν· ἀλλ’ ἐπειδὴ νήπιοι ἐβαπτίσθησαν, ἀθῷοι νομίζουσιν εἶναι ὅτι τὸν ἀναγεννήσαντα αὐτοὺς οὐκ ἐτίμησαν μετὰ ταῦτα οὐδὲ ἐσεβάσθησαν αὐτὸν ὡς πατέρα αὐτῶν, ὅτι δὲ καὶ ἀπὸ βρέφους τὰ ἱερὰ μανθάνουσι γράμματα, ἀρκεῖν αὐτοῖς ταῦτα εἰς εὐσέβειαν οἴονται καὶ οὐ μὴ ἐτασθῶσι δῆθεν ὡς τῶν διδασκάλων τῆς εὐσεβείας καταφρονήσαντες καὶ μαθητευθῆναι παρ’ αὐτῶν μὴ θελήσαντες, ἀλλ’ ἐπειδὴ εὐσεβεῖς εἶναι δοκοῦσι καὶ εὐσεβέστερον ὑπὲρ ἑτέρους βιοῦσιν, ἐν τούτῳ μόνῳ δικαιωθῆναι ἐλπίζουσιν· ἀλλὰ γὰρ καὶ τὸ εἰπεῖν καὶ ἐξαγγεῖλαι μόνον τὰς ἁμαρτίας αὐτῶν καὶ συγχώρησιν λαβεῖν παρὰ τῶν πατέρων αὐτῶν ἀρκεῖν αὐτοῖς πρὸς σωτηρίαν δοκεῖ, κἂν μὴ πίστιν κέκτηνται, κἂν μὴ τιμὴν καὶ σέβας ὡς ἀποστόλοις Θεοῦ καὶ μεσίταις καὶ πρεσβευταῖς αὐτοῖς ἀπονέμωσιν.

Οὕτως πᾶσα ἡ οἰκουμένη ἐνεπλήσθη τῆς τοιαύτης πλάνης καὶ τοιούτου κακοῦ, καὶ μιᾶς ἐντολῆς παράβασις καὶ ἀθέτησις πᾶσαν τὴν τοῦ Θεοῦ ἐκκλησίαν κατέστρεψέ τε καὶ κατηδάφισεν· εἰς τοσαύτην γὰρ ἦλθεν ἀκοσμίαν καὶ σύγχυσιν ὡς μηδαμοῦ καθορᾶσθαι σχεδὸν ὅλως οἰκοδομὴν αὐτῆς, μήτε γινώσκεσθαι κατασκευὴν σώματος δεσποτικοῦ ἐν ἡμῖν· ἀλλ’ ὡς μὴ ἔχοντες κεφαλὴν ἡμῶν τὸν Χριστὸν μήτε συνδεσμούμενοι ἀλλήλοις μήτε συναρμολογούμενοι ὑπὸ τοῦ ζωοποιοῦ Πνεύματος μήτε ἕκαστος ἡμῶν ἐν τῷ ἰδίῳ τάγματι ὑπὸ τῶν ἀρχιτεκτόνων τῆς ἐκκλησίας οἰκοδομεῖσθαι καταδεχόμενοι, οἷα δὴ ἄψυχος ὕλη διεσκορπισμένη, οὕτως τοῖς οἰκείοις θελήμασι καὶ ταῖς ἐπιθυμίαις τῶν ἡδονῶν ἐξειλκύσθημεν καὶ ἐδελεάσθημεν καὶ πλανηθέντες διεσκορπίσθημεν καὶ ἀπ’ ἀλλήλων ὑπὸ τοῦ μίσους καὶ τοῦ ὑπερηφάνου φρονήματος διῃρέθημεν καὶ διεσχίσθημεν καὶ τὸ τῆς πίστεως ἡμῶν γνώρισμα ἀπωλέσαμεν, τὴν ἀγάπην λέγω, περὶ ἧς εἶπεν ὁ Κύριος· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστέ, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις·» ταύτην γὰρ ἀπολέσαντες, καὶ τὸ εἶναι χριστιανοὶ εἰς μάτην ἐπικεκλήμεθα.

Ὅταν οὖν, εἰπέ μοι, τοὺς πατέρας ἡμῶν τοὺς τοσούτων ἡμῖν ἀγαθῶν αἰτίους γεγενημένους, δι’ ὧν υἱοποιεῖται ἡμᾶς ὁ Θεὸς καὶ κληρονόμους αὐτοῦ τῆς δόξης καὶ τῶν αἰωνίων ἀγαθῶν ἀναδείκνυσι καὶ τῶν ἄλλων ἁπάντων ὧν προείπομεν συμμέτοχους ἀπεργάζεται, μὴ ἀγαπῶμεν μηδὲ τιμῶμεν μηδὲ πρεπόντως δοξάζωμεν καὶ ὡς χρεὼν τιμᾶσθαι Θεοῦ ἄνθρωπον ἀποσταλέντα παρ’ αὐτοῦ πρὸς ἡμᾶς, τίς ἡμᾶς περὶ τῶν πλησίον καὶ τῶν λοιπῶν ἀδελφῶν πιστεύσει ὅτι ὅλως ποτὲ ἀγάπην πρός τινα τούτων κεκτήμεθα;

ἄλλως δὲ καὶ εἰ τοὺς πρὸς Θεὸν μεσίτας καὶ πρεσβευτάς, τοὺς ἐξουσίαν εἰληφότας παρὰ Θεοῦ παρασχεῖν ἡμῖν τῶν ἁμαρτιῶν τὴν συγχώρησιν καὶ καταλλάξαι ἡμᾶς τῷ Θεῷ, ὡς ἁμαρτωλοὺς καὶ οὐχ ὡς ἁγίους ἐν πάσῃ πληροφορίᾳ δεχόμενοι, τὴν τελείαν τῶν ἁμαρτημένων ἡμῖν συγχώρησιν προσδοκῶμεν γενήσεσθαι, καὶ γὰρ «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι», εἶπεν ὁ Κύριος, ἔσται σοι πάντως κατὰ τὸ μέτρον τῆς πίστεως καὶ ἡ τῶν ἁμαρτημάτων συγχώρησις· καὶ εἰ «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται», λέγει, καὶ «ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ», θαυμάζω καθὼς προεῖπον, οἱ μηδὲ εἰς νοῦν τοῦτο ποτὲ βαλόμενοι, ὅτι χρὴ καὶ ἡμᾶς οὐ μόνον πάντας ἀνθρώπους καὶ μάλιστα τοὺς ἀδελφοὺς ἀγαπᾶν, ἀλλὰ καὶ ἕνα ἐκ τῶν νυνὶ ἁγίων ὡς ἀπόστολον Χριστοῦ δέξασθαι ἵνα καὶ δι’ αὐτοῦ τὸν Χριστὸν ὑποδεξώμεθα καὶ τὰ παρ’ ἐκείνου λεγόμενα ἅπαντα ὡς ἐκ στόματος Θεοῦ ἐξερχόμενα ἐκπληρώσωμεν, πῶς ἢ ποίῳ τρόπῳ ἑτέρῳ τὸν Χριστὸν ἰδεῖν ἢ ἐν ἑαυτοῖς κτήσασθαι δυνηθῶσι; τὸν γὰρ βαπτίσαντα αὐτοὺς καὶ ἀναγεννήσαντα οἱ πλείους ἡμῶν οὐκ εἴδομεν, οἱ δὲ ἰδόντες ὡς προείρηται κατέγνωμεν καὶ κατεφρονήσαμεν αὐτοῦ· ἀλλὰ γὰρ οὐδὲ ὅτι ἐβαπτίσθημεν γινώσκομεν· εἰ δὲ τοῦτο ἀγνοοῦμεν, πῶς ἢ διὰ ποίαν αἰτίαν πίστιν ἕξομεν ἢ ὡς βαπτισθέντες λογισθῶμεν;

ἐγὼ ἀπορῶ· πατέρα οὐκ ἐγνωρίσαμεν ἢ καὶ γνωρίσαντες ὡς πατέρα αὐτὸν ὅλως οὐκ ἐτιμήσαμεν· διδάσκαλον οὐκ ἔσχομεν, εἰ δὲ καὶ σχεῖν ἠθελήσαμεν, ἀλλ’ οὐχ ὡς ἐκεῖνος ἐδίδαξεν ἡμᾶς ἐποιήσαμεν, ἀλλ’ ὡς ἡμεῖς ἐβουλήθημεν ἐπορεύθημεν.

Τί οὖν εἴπω ἄρα οὐκ οἶδα, οὐδὲ γὰρ εὑρίσκω πόθεν καλέσω ὑμᾶς ἢ εἴπω χριστιανούς· ἄθλιε, διὰ τί μὴ ὡς ἀπόστολον Χριστοῦ τὸν πνευματικόν σου πατέρα τιμᾷς; Οὐ βλέπω, φησίν, αὐτὸν τὰς ἐντολὰς φυλάσσοντα τοῦ Θεοῦ, καὶ διὰ τοῦτο οὐ δοξάζω αὐτόν.

Πρόφασις ταῦτα ματαία εἰσί· τί δέ, σὺ κάλλιον ἐκείνου φυλάσσεις αὐτάς, καὶ διὰ τοῦτο κρίνεις αὐτόν; καίτοι, εἰ καὶ πάσας ἐτήρεις τὰς ἐντολὰς καὶ ἐφύλαττες, οὐδὲ οὕτως ἔδει σε κρίνειν αὐτὸν οὐδὲ διὰ τὴν ῥαθυμίαν αὐτοῦ ἀποστρέφεσθαι αὐτὸν καὶ ἐνδιαβάλλειν καὶ λοιδορεῖν, ἀλλὰ διὰ τὰ δωρηθέντα σοι μᾶλλον παρὰ Θεοῦ δι’ αὐτοῦ ἀγαθὰ ἀγαπᾶν αὐτὸν καὶ στέργειν καὶ κατασπάζεσθαι καὶ συγκοινωνὸν αὐτὸν ποιεῖσθαι εἰς τὰ σωματικά, οὐ μόνον δὲ ἀλλὰ καὶ ἀνταμείβεσθαι αὐτὸν ὅση σοι δύναμις, ἵνα μὴ μόνον φυλάξῃς τὰ δωρηθέντα, ἀλλὰ καὶ πολυπλασιάσῃς διὰ τῶν τοιούτων ἔργων αὐτά· νῦν δέ, διὰ τῆς εἰς τὸν πατέρα σου καὶ διδάσκαλον ὡς ὁρᾷς ἀπιστίας καὶ ἀγνωμοσύνης καὶ ἀθετήσεως, οὐ μόνον ἀπώλεσας ἅπερ ἔλαβες, ἀλλὰ καὶ αὐτὸ τὸ εἶναι χριστιανὸς ἀθετήσας, τὸν Χριστὸν ἐζημίωσαι.

Ὑπόθου μοι γὰρ τὸν βασιλέα τὸν ἐπίγειον ἀποστεῖλαι τινὰ τῶν ἐλαχίστων δούλων αὐτοῦ πρὸς σέ, εὐτελῆ περιβεβλημένον ἱμάτια καὶ οὔτε ἵππῳ οὔτε ἡμιόνῳ ἐποχούμενον, ἀλλὰ τόμον ἐπιγεγραμμένον μόνον ἐπιφερόμενον, σφραγῖδα βασιλικὴν ἔχοντα καὶ τῇ τοῦ βασιλέως οἰκειογράφῳ γραφῇ ὑπογεγραμμένον, ἀναγορεύοντά σε ἐν τῷ ὕφει τούτου τὸν βασιλέα ἀδελφὸν αὐτοῦ γνήσιον καὶ φίλον καὶ μετ’ οὐ πολὺ συγκοινωνόν σε ἀναδεῖξαι τῆς αὐτοῦ βασιλείας ἐπαγγελλόμενον, βουλόμενον στέφανον ἐπιθεῖναι τῇ σῇ κεφαλῇ καὶ πορφύραν βασιλικὴν ἐπενδύσοντα, τί οὖν ὤφειλες πρὸς τοῦτον ποιῆσαι; ἆρα ἀποδέξασθαι καὶ τιμῆσαι ὡς δοῦλον τοῦ βασιλέως αὐτὸν διὰ τὸ τῶν ἐπαγγελιῶν μέγεθος καὶ τὴν τῆς μελλούσης σε ὑποδέξασθαι δόξης λαμπρότητα, συγχαρῆναί τε αὐτῷ καὶ ὅσον τὸ κατὰ δύναμιν εὐεργετῆσαι, τὰ δὲ ὑποθέσθαι; ἢ διὰ τὸ εὐτελῆ περιβεβλῆσθαι αὐτὸν ἱμάτια καὶ πεζῇ τὴν πορείαν ποιεῖσθαι, ἐξουδενῶσαι καὶ κενὸν καὶ ἄτιμον αὐτὸν ἀποπέμψασθαι; εἰ δὲ οὕτως πρὸς τοῦτον πεποίηκας καὶ ἤκουσε ταῦτα ὁ βασιλεύς, ἆρα ἀποδέξασθαί σου εἶχε τὴν πρόθεσιν, ἢ καταμέμψασθαι, ἐπαινέσαι, ἢ καταγνῶναί σου; οὐχὶ ἐὰν αὐτὸς σὺ ἦσθα ὁ βασιλεύς, ἰδίαν ὕβριν ἡγήσω τὴν εἰς τὸν δοῦλόν σου γεγενημένην; οὐκ ἂν ὡς οἰκεῖον ὄνειδος τὸν ἐκείνου ἐλογίσω ὀνειδισμόν;

ναὶ ὄντως, οὕτως ἐστίν· ὡς γὰρ κατεγνωκότος σου ἐκείνου καὶ μεμψαμένου σε ἐπειδὴ τοιούτους ἔσχες τοὺς δούλους, οὕτως ἂν κατ’ αὐτοῦ ἠγανάκτησας καὶ Τίς αὐτόν, εἶπες, κριτὴν τῶν ἐμῶν κατέστησε δούλων; οὐ γὰρ τὸν ἐμὸν δοῦλον ὡς ἐκ ῥαθυμίας αὐτοῦ τοιοῦτον ἔνδυμα περιβεβλημένον ἐλογίσατο πάντως, ἀλλ’ ἐμοῦ κατέγνω ὡς ἀσπλάγχνου καὶ ὑπερορῶντος ῥυπαροφοροῦντας τοὺς δούλους μου· καὶ οὕτως μεταμεληθεὶς ἐφ’ οἷς εἶπας ποιῆσαι αὐτῷ, ἐλθόντα πρὸς δὲ οὐδ’ ὅλως ἂν προσεδέξω διὰ τὸ προαρπάσαι αὐτὸν τὴν κρίσιν σου καὶ τοὺς δούλους κρίναντα οὓς αὐτῷ κρίνειν οὐκ ἔξεστι.

Ταῦτα τοιγαροῦν ἅπαντα, ἠγαπημένον καὶ πνευματικὸν ἡμῶν τέκνον, ἐν σεαυτῷ ἀναλογισάμενος καὶ τὴν τῶν πραγμάτων ἀκολουθίαν σαφῆ καὶ βεβαίαν καταμαθών, σπεῦσον ὅση σοι δύναμις μὴ λόγῳ μόνῳ ἀλλὰ καὶ αὐτοῖς ἔργοις γενέσθαι χριστιανός· κτῆσαι πατέρα, κτῆσαι διδάσκαλον, κτῆσαι μεσίτην καὶ πρέσβιν καὶ ἐγγυητὴν πρὸς Θεόν· κολλήθητι αὐτῷ ἀγάπῃ καὶ πίστει, φόβῳ καὶ πόθῳ, ὡς αὐτῷ τῷ Χριστῷ, ἵνα δι’ αὐτοῦ καὶ αὐτῷ τῷ Χριστῷ συναφθήσῃ καὶ συμμέτοχος καὶ συγκληρονόμος τῆς αἰωνίου δόξης αὐτοῦ καὶ βασιλείας ἀναδειχθήσῃ, ἀνυμνῶν καὶ δοξάζων αὐτὸν σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς ἀτελεύτητους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ αὐτοῦ. Περὶ τῶν αὐτοχειροτονήτων διδασκάλων καὶ τὸ ἀποστολικὸν ἀξίωμα δίχα τῆς ἄνωθεν χάριτος περιτιθεμένων ἑαυτοῖς, καὶ ὅτι οὐ χρὴ πρὸ τοῦ γεννηθῆναι παρὰ πνευματικοῦ πατρὸς καὶ φωτισθῆναι, ἄλλους ὁδηγεῖν ἢ τὸ παράπαν διδάσκειν. Ἐβουλόμην ἐπὶ τοσοῦτον κἀγὼ νεκρωθῆναι τῷ κόσμῳ παντί, φιλούμενε ἀδελφέ, ὡς μηδὲ γνώριμόν με τινὶ τῶν ἀνθρώπων τῶν ἐπὶ γῆς, ἀλλ’ ὡσεὶ νεκρὸν τῷ ὄντι διατελεῖν ἐν τῷ βίῳ καὶ ζῆν ἀφανῶς τὴν ἐν Χριστῷ κεκρυμμένην ζωήν, ἐν ᾗ μόνῳ Θεῷ γινώσκονται καὶ Θεὸν οἱ αὐτοῦ γινώσκουσιν ἐρασταί, συνενούμενοί τε αὐτῷ καὶ συγκολλώμενοι ἀχωρίστως ἀδιαστάτως ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ ἐν ἡμέραις ὁμοῦ καὶ νυξί. ταύτην οὖν ἐπόθησα καὶ νῦν ἐπιποθῶ τὴν ζωήν, ἀλλ’ ἐπείπερ «Οὐκ ἐσμὲν ἑαυτῶν», ὥς φησι Παῦλος, «τιμῆς γὰρ ἠγοράσθημεν», οὐδὲ τὸ ἑαυτῶν ὀφείλομεν σκοπεῖν μόνον, οὐδὲ ἑαυτοῖς ἀλλὰ τῷ πλησίον ἕκαστος ἀρέσκειν εἰς τὸ ἀγαθόν, ἀνάγκη μοι πᾶσα ἐστὶ τὰ τοῦ ἐξαγορασαμένου με δεσπότου καὶ Κυρίου Ἰησοῦ Χριστοῦ προστάγματα ἐν προθυμίᾳ πάσῃ ποιεῖν.

Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων ἐξωνούμενοι δοῦλοι τὰ τῶν οἰκείων δεσποτῶν προστάγματα ὡς ὀφειλὴν ἀπαραίτητον πληροῦσι, παρακούοντες δὲ μάστιγας καὶ ἀφορήτους κινδύνους ὑφίστανται, πόσῳ γε μᾶλλον ἡμεῖς τοῦ τῷ οἰκείῳ αἵματι ἐξαγορασαμένου ἡμᾶς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὰ θελήματα χρεὼν μέχρι θανάτου ἐπιτελεῖν. τὰ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων τοῖς δούλοις ἐπιταττόμενα ἢ καὶ πολλάκις ἄμισθά εἰσιν ἤ, εἰ καὶ μισθόν τινα λάβοιεν, ὅμως εὐτελῆ καὶ οὐδενὸς ἄξιον, οὕτω δὲ καὶ αἱ τιμωρίαι τούτων τοῖς παρακούουσιν, οἷαι δ’ ἂν καὶ εἰσί, πρόσκαιροί εἰσιν· αἱ δὲ τοῦ δεσπότου ἡμῶν ἐντολαί, ἐπεὶ ζωῆς ἀθανάτου πέλουσι πρόξενοι καὶ ἀγαθῶν ὧν «ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου» ψυχικοῦ «οὐκ ἀνέβη», τὴν μισθαποδοσίαν ἀτελεύτητον ἔχουσιν, ὥσπερ καὶ ἐκ τῆς παρακοῆς τιμωρίαι αἰώνιοι εἰσὶ καὶ ἀθάνατοι· διὰ τοῦτο καὶ φρικωδέστερα. ἀλλὰ τί λέγομεν περὶ δούλων; ὅπου γε οὐδὲ οἱ πλούτῳ κομῶντες καὶ ἀξιώμασι τετιμημένοι, ἐν οἷς ἂν βουληθῶσι διάγουσι καὶ ἅπερ βούλονται διαπράττονται, ἀλλ’ ὅπου ὁ κρατῶν ἑνὶ ἑκάστῳ προστάξει, ἐκεῖ καὶ τὰ ὁρισθέντα αὐτῷ ποιεῖ. τί οὖν;

οἱ μὲν δοῦλοι τοῖς κυρίοις αὐτῶν καὶ τοῖς βασιλεῦσιν οἱ ἄρχοντες τὴν ὑποταγὴν καὶ τὴν δουλείαν ἐκ παντὸς τρόπου φυλάξοιντο, ἡμεῖς δὲ «τῷ βασιλεῖ τῶν βασιλευόντων» καὶ «Θεῷ τῶν θεῶν» στρατευθέντες καὶ ὑποσχόμενοι αὐτῷ τὴν δουλείαν, τοῖς παρ’ αὐτοῦ προσταττομένοις οὐχ ὑπακούσομεν οὐδὲ ἐκπληρώσομεν αὐτοῦ τὰ προστάγματα; καὶ ποίας ἄρα τύχοιμεν τῆς συγγνώμης, ἀμελῶς διακείμενοι περὶ ταῦτα; ἀλλ’ οἴμοι ὅτι διὰ τὸ λαλῆσαι ταῦτα καὶ κηρύσσειν τὴν ὁδὸν τῆς σωτηρίας τὴν ἀπάγουσαν ἀπλανῶς εἰς βασιλείαν Θεοῦ, ὑπὸ πάντων ἀνθρώπων, οὐ μόνον κοσμικῶν ἀλλὰ καὶ μοναχῶν καὶ ἱερέων καὶ ἀρχιερέων, ἀνακρίνομαι καταδικάζομαι καταγινώσκομαι καὶ ὡς ἀκάθαρτος, ἐκ μόνης ὑπολήψεως καὶ διαβολικῆς ἐνεργείας τῆς διὰ «τῶν υἱῶν τῆς ἀπειθείας» πρὸς ἀπόγνωσιν καὶ ἀπώλειαν τῶν «εὐσεβῶς ζῆν» προαιρουμένων ἐγγινομένης, «μισοῦμαι δωρεὰν» καὶ ὡσεὶ ἄρτος ἀλήθομαι ὑπὸ τῶν ὀδόντων αὐτῶν.