Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Εὐχαριστίαι (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Εισαγωγή στην πρώτη Ευχαριστία και αναζήτηση πνευματικού καθοδηγητή

Ο συγγραφέας δοξάζει τον Θεό, ομολογεί την πρότερη άγνοιά του περί των θείων δωρεών και περιγράφει την αναζήτηση ενός αγίου μεσίτη, η οποία οδήγησε στη θαυμαστή οπτασία του εν θείω φωτί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 1 από 5

Τοῦ αὐτοῦ. Εὐχαριστία πρὸς Θεὸν ὑπὲρ ὧν ἠξίωται δωρεῶν. Καὶ εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεὸς ἀεὶ ἐπιφαίνεται, καὶ ἐν ποίοις τοῖς πράγμασι καὶ γνωρίσμασι.

Λόγος ΛΕʹ. Εὐχαριστῶ καὶ προσκυνῶ καὶ προσπίπτω σοι, Κύριε τοῦ παντὸς καὶ πανάγιε Βασιλεῦ, ὅτι ἠλέησας ἀνάξιον ὄντα με καὶ ἐτίμησας καὶ ἐδόξασας, ὡς αὐτὸς ἠθέλησας ἄνωθεν, ἐπειδὴ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι παρὰ σοῦ, ὅλον ἔχων με ἐν ἑαυτῷ, λόγῳ καὶ εἰκόνι με τῇ σῇ δοξάσας ἐτίμησας.

Οὐδὲ γὰρ δι’ ἄλλο τι ἢ δι’ ἐμὲ τὸν κατ’ εἰκόνα σὴν καὶ καθ’ ὁμοίωσιν πάντα ἐξ οὐκ ὄντων παρήγαγες, βασιλέα με τῶν ἐπιγείων πάντων πεποιηκὼς εἰς δόξαν τῆς σῆς μεγαλουργίας καὶ ἀγαθότητος. Εὐχαριστῶ σοι, ὅτι πᾶσάν μου τὴν αἴτησιν καὶ ἐπιθυμίαν εἰς ἀγαθὸν ἐξεπλήρωσας κατὰ τὰς πρὸς ἡμᾶς τοὺς δούλους σου ὑποσχέσεις, καὶ ὑπὲρ ἃ ἤλπιζον καὶ ἐπεθύμουν ἐχαρίσω μᾶλλον τῷ ἀναξίῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Εἶπας γάρ· «Πᾶν ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου πιστεύοντες λήψεσθε.» Εὐχαριστῶ σοι, ὅτι ἕνα τῶν ἁγίων σου ἐπιποθήσαντά με ἰδεῖν καὶ δι’ αὐτοῦ πιστεύσαντα εὑρεῖν ἔλεος παρὰ σοί, αὐτὸς οὐ μόνον τοῦτο πεποίηκας, ἀγαθέ, καὶ δοῦλόν σου γνήσιον, τὸν μακάριον λέγω καὶ ἅγιον Συμεών, καθυπέδειξας καὶ παρ’ ἐκείνου με ἀγαπηθῆναι ηὐδόκησας, ἀλλὰ καὶ μυρία ἄλλα, ἃ οὐκ ἤλπιζον, ἐδωρήσω μοι ἀγαθά.

Πόθεν γάρ που ἐγίνωσκον ὁ τάλας ἐγὼ ὅτι τοιοῦτος ὑπάρχεις ὁ καλὸς Δεσπότης ἡμῶν, ἵνα ἐπιθυμίαν λάβω τὴν περὶ σοῦ; Πόθεν που ᾔδειν ὅτι φανεροῖς σεαυτὸν τοῖς ἐρχομένοις πρὸς σὲ ἐν τῷ κόσμῳ ἔτι διάγουσιν, ἵνα καὶ θεάσασθαί σε ἐξεζήτησα; Πόθεν που ἐγίνωσκον ὅτι χαρᾶς τοιαύτης καὶ ἀνέσεως καταξιοῦνται οἱ τῆς χάριτός σου τὸ φῶς ἐν ἑαυτοῖς εἰσδεχόμενοι; Πόθεν δὲ ἢ πῶς ὁ τάλας ἐγίνωσκον ὅτι τὸ Πνεῦμά σου τὸ Ἅγιον οἱ εἰς σὲ πεπιστευκότες λαμβάνουσι; πιστεύειν γὰρ τελείως εἰς σὲ ἐνόμιζον καὶ πάντα ἔχειν ἐδόκουν ὅσα χαρίζῃ τοῖς φοβουμένοις σε, μηδὲν ὅλως ἔχων, ὡς ὕστερον ἔργῳ τοῦτο μεμάθηκα.

Πόθεν που ἐγίνωσκον, Δέσποτα, ὅτι σὺ ἀόρατος ὢν καὶ ἀχώρητος, ὁρᾶσαι καὶ χωρῆσαι ἐντὸς ἡμῶν; Πόθεν που εἶχόν ποτε λογίσασθαι ὅτι, ὁ κτίσας Δεσπότης τὰ σύμπαντα, ἀνθρώποις ἑνοῦσαι οὓς αὐτὸς ἔπλασας, καὶ θεοφόρους τούτους ἐργάζῃ καὶ υἱούς σου ποιεῖς, ἵνα καὶ εἰς πόθον τούτων ἦλθον καὶ ταῦτα λαβεῖν ἐζήτησα παρὰ σοί; Πόθεν δὲ ᾔδειν, Κύριε, ὅτι τοιοῦτον ἔχω Θεόν, τοιοῦτον Δεσπότην, τοιοῦτον προστάτην, πατέρα καὶ ἀδελφὸν καὶ βασιλέα, σὲ τὸν πτωχεύσαντα δι’ ἐμὲ καὶ μορφὴν δούλου λαβόντα;

Ὄντως, Δέσποτά μου φιλάνθρωπε, οὐδὲν οὐδαμῶς τούτων ἁπάντων ἐγίνωσκον. Εἰ γὰρ καὶ ἐν ταῖς θείαις Γραφαῖς, ἃς οἱ ἅγιοί σου ἐξέθεντο, ἐγκύψας ἀνέγνων περὶ τούτων ποτέ, ἀλλ’ ὡς περὶ ἄλλων τινῶν ἢ πρός τινας ἄλλους λεγομένων ἤκουον καὶ ἀναισθήτως πρὸς πάντα διεκείμην τὰ γεγραμμένα, μηδὲ ἔννοιάν ποτε περὶ τούτων δυνηθεὶς λαβεῖν. Ἀκούων γὰρ τοῦ κήρυκός σου Παύλου βοῶντος καὶ λέγοντος· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», ἀδύνατον εἶναι ἐπειθόμην τοῦ ἐν σαρκὶ ὄντα τινὰ ἐκείνων ἐν θεωρίᾳ γενέσθαι. Ἐνόμιζον δὲ ὅτι ἐκείνῳ μόνῳ κατὰ φιλοτιμίαν ταῦτα ὑπέδειξας καὶ οὐκ ᾔδειν ὁ ἄθλιος ὅτι καὶ ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε τοῦτο γίνεται παρὰ σοῦ. Πόθεν δὲ ἢ πῶς ἠδυνάμην εἰδέναι ὅτι πᾶς ὁ πιστεύων εἰς σὲ μέλος σὸν γίνεται, χάριτι ἀπαστράπτων Θεότητα—τίς δὲ τοῦτο πιστεύσει; —καὶ μακάριος γένηται, μακαρίου Θεοῦ μακάριον μέλος γενόμενος; Πόθεν που ἐγίνωσκον ὅτι σὺ ἀντὶ τροφῆς αἰσθητῆς ἀθάνατος καὶ ἄφθαρτος ἄρτος τοῖς διὰ σὲ πεινῶσιν ἀκόρεστος γίνῃ καὶ πηγὴ τοῖς διψῶσιν ἀθάνατος καὶ χιτὼν ἀπαστράπτων τοῖς εὐτελῆ διὰ σὲ περιβεβλημένοις ἱμάτια;

Ταῦτα γὰρ ἀκούων διὰ τῶν σῶν κηρύκων λεγόμενα, ἐν τῷ μέλλοντι αἰῶνι καὶ μετὰ τὴν ἀνάστασιν μόνον ὑπελάμβανον γίνεσθαι καὶ οὐκ ᾔδειν ὅτι καὶ νῦν μᾶλλον ἐπιτελοῦνται, ὅτε καὶ τούτων ἐν χρείᾳ πλείονι καθεστήκαμεν.

Ταῦτα οὔτε ᾔδειν, πανάγιε Βασιλεῦ, οὔτε ἐν ἐπιθυμίᾳ τούτων ποτὲ γέγονα, οὔτε ᾐτησάμην τι ἐκ τούτων λαβεῖν παρὰ σοῦ, ἀλλ’ ἢ τῶν ἁμαρτιῶν μου μιμνησκόμενος, τὴν ἐκείνων συγχώρησιν μόνον ἐζήτουν καὶ μεσίτην καὶ πρεσβευτὴν εὑρεῖν, ὡς ἄνωθεν εἶπον, Δέσποτα, ἐπεθύμησα, ἵνα διὰ τῆς ἐκείνου ἐντεύξεως καὶ τῆς πρὸς ἐκεῖνόν μου δουλώσεως κἂν ἐν τῷ μέλλοντι εὕροιμι τῶν πολλῶν μου ἁμαρτημάτων τὴν ἄφεσιν. Ὡς δὲ ἤκουον ὁμοθυμαδὸν ἅπαντας λέγοντας μὴ εἶναι τοιοῦτον ἐπὶ τῆς γῆς ἄρτι ἅγιον, εἰς πλείονα λύπην ἔπιπτον. Πλὴν ὅμως οὐδέποτε τοῦτο ἐπίστευσα, ἀλλὰ πρὸς τοὺς τοιούτους ἀπεκρινάμην, Δέσποτα Χριστέ, καθὼς οἶδας, καὶ ἔλεγον· «Κύριέ μου, ἐλέησον. Καὶ τοσοῦτον ὁ διάβολος τοῦ Δεσπότου Θεοῦ ἐγένετο δυνατώτερος, ἵνα πάντας ἐφελκύσῃ πρὸς ἑαυτὸν καὶ εἰς τὴν αὐτοῦ μερίδα ποιήσηται, ὥστε μὴ καταληφθῆναί τινα εἰς τὸ μέρος τοῦ Θεοῦ;» Διὰ τοῦτο, ὡς οἶμαι, φιλάνθρωπε Βασιλεῦ, ἐν τῷ τοῦ βίου σκότει καὶ ἐν μέσῳ τῶν κακῶν καθημένῳ μοι τὸ φῶς σου τὸ ἅγιον ἔλαμψας καὶ ἐν αὐτῷ τὸν σόν μοι καθυπέδειξας ἅγιον. Καὶ ὃν τρόπον ἐπὶ τοῦ δούλου σου Παύλου ἐποίησας, διώκοντά σε καλέσας αὐτὸν διὰ τῆς θεϊκῆς ἐμφανείας σου —καὶ γὰρ ἐκείνου θεασαμένου σε καὶ εἰπόντος· «Τίς εἶ;» οὐκ εἶπας· «Ἐγώ εἰμι ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

Ἐγώ εἰμι ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγών», οὐδὲ εἶπας· «Ἐγώ εἰμι ὁ ὤν, ἤ· ὁ Θεὸς Σαβαώθ, ἤ· ὁ Θεὸς τῶν πατέρων σου», οὐδὲ ἕτερόν τι ἐκ τῶν τῆς δόξης σου προσηγοριῶν, ἀλλ’ ἢ τοῦτο μόνον πρὸς αὐτὸν εἴρηκας· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις», ἵνα γνῷ σαφῶς ὅτι σὺ ὑπάρχεις ὁ σαρκωθεὶς Θεὸς δι’ ἡμᾶς, ὃν ἐκεῖνος ἐδίωκεν—, οὕτω καὶ ἐπ’ ἐμοὶ ἐποίησας, Δέσποτα, ὅτε μοι τὸν ἅγιόν σου Συμεὼν καθυποδεῖξαι εὐδόκησας.

Τοῦ φωτός σου γὰρ τοῦ θεϊκοῦ τὰ πάντα κἀμὲ τὸν τάλανα καταφωτίσαντος καὶ τὴν νύκτα ὡς ἡμέραν φαεινοτάτην ποιήσαντος, ἐν αὐτῷ με τῷ ὕψει τῆς σῆς Θεότητος ὡς ἐν οὐρανῷ φρικτῶς ἰδεῖν αὐτὸν κατηξίωσας, τῆς θεϊκῆς σου δόξης πλησίον ἱστάμενον, οὐ στεφάνῳ τινί, οὐκ ἐνδύματι φαεινῷ, οὐκ ἐνηλλαγμένῃ θεωρίᾳ κοσμήσας αὐτόν, ἀλλ’ οἷος ἦν συνδιάγων ἡμῖν καὶ ὁρώμενος καθ’ ἑκάστην ἐπὶ τῆς γῆς, τοιοῦτόν μοι αὐτὸν καθυπέδειξας ἐν τῷ οὐρανῷ. Τίνα τρόπον; Ἵνα μὴ ἕτερον εἶναι τοῦτον, τὸν σὺν ἡμῖν, καὶ ἄλλον τὸν ἐκεῖ μοι ὀφθέντα λογίσωμαι καὶ ἀποπλανηθεὶς τοῦ καλοῦ ποιμένος ἀστοχήσω, τὸ ἀπολωλὸς ἐγὼ πρόβατον.