Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Εὐχαριστίαι (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Πνευματική αποκατάσταση, κάθαρση και ένωση με τον Θεό

Η σταδιακή φανέρωση του θείου φωτός που καθαίρει την ψυχή, η νίκη κατά των δαιμονικών πειρασμών, η άρρητη ενέργεια του Αγίου Πνεύματος και τα στάδια της πνευματικής αλλοιώσεως και ενώσεως με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 2 από 5

Ἀλλὰ γὰρ οὐδὲ ἐν τούτῳ τῷ γεγονότι θαύματι συνῆκα ὁ ἄθλιος, ῥαθυμίᾳ δὲ καὶ ὀλιγωρίᾳ κατ’ ὀλίγον κλαπείς, τοῖς προτέροις κακοῖς ἢ καὶ χείροσι περιέπεσον. Σὺ δέ, Βασιλεῦ εὔσπλαγχνε καὶ μακρόθυμε, οὐδὲ οὕτω με ἀπεστράφης, ἀλλὰ δι’ αὐτοῦ με τοῦ ἁγίου ἐπέστρεψας καὶ εἰς τοὺς ἁγίους αὐτοῦ προσπεσεῖν πόδας με κατηξίωσας, τῇ κραταιᾷ σου χειρὶ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ ἐξάξας ἀπὸ τοῦ πλάνου κόσμου καὶ τῶν τοῦ κόσμου πραγμάτων καὶ ἡδονῶν καὶ ἀποχωρήσας με πάντων σωματικῶς τε ἅμα καὶ ψυχικῶς, ὢ τοῦ θαύματος, ὢ τῆς πρὸς ἡμᾶς ἀγάπης καὶ συμπαθείας σου τοῦ φιλανθρώπου Θεοῦ, ἔστησας ἐν τῇ τάξει τῶν δουλευόντων σοι. Μετὰ ταῦτα οὖν, Δέσποτα, οὐ μόνον τῶν ἀμυθήτων μου κακῶν τὴν συγχώρησιν, ἀλλὰ καὶ τὰ προειρημένα ἅπαντα ἀγαθὰ ταῖς τοῦ ἁγίου σου πρεσβείαις μοι δέδωκας, μᾶλλον δὲ αὐτὸς πάντα μοι γέγονας.

Προσκηνώσαντός σου γὰρ ἐν ἐκείνῳ καὶ τῷ φωτὶ τῆς θεϊκῆς δόξης ἐκλάμποντος, πλησιάσας αὐτῷ καὶ ἐν μετανοίᾳ καὶ πίστει τοὺς ἐκείνου πόδας κρατήσας, ἐγὼ εὐθὺς θείας ᾐσθόμην θερμότητος, εἶτα μικρᾶς αὐγαζούσης λαμπρότητος, εἶτα θείου ἀπὸ τῶν ἐκείνου λόγων ἐμφυσήματος, εἶτα πυρὸς ἐκ τούτου ἐγκαρδίου διὰ δακρύων βλύζοντος ῥεῖθρα ἀένναα, εἶτα ἀκτῖνος ἐν τῷ νοΐ μου λεπτῆς ταχύτερον ἀστραπῆς διελθούσης, εἶτα ὡς φῶς ἐν νυκτὶ καὶ ὡς νεφέλη ἐφάνη μοι μικρὰ καὶ φλογοειδὴς ἐπὶ τῆς κεφαλῆς μου καθίσασα, κειμένου μου ἐπὶ πρόσωπον καὶ ποιουμένου τὴν δέησιν.

Εἶτα ἀπέπτη καὶ μετ’ οὐ πολὺ ὤφθη μοι ἐν τῷ οὐρανῷ. Εἶτα ἀναλογιζόμενος τὸ ὁρώμενον εἶναι, ἕτερόν τι ὑπὲρ ταῦτα πάντα παραδοξότερον γίνεται. Κατὰ τοὺς ὕπνους γὰρ ὑπὸ τῶν πονηρῶν δαιμόνων πειραζομένου μου καὶ πρὸς πάθος ῥεύσεως διὰ μηχανῆς ἑλκομένου μου καὶ ἀνθισταμένου σφοδρῶς καὶ σὲ τὸν Κύριον τοῦ φωτὸς ἐπικαλουμένου μου εἰς βοήθειαν, ἔξυπνος γέγονα, τῶν πειραζόντων τὰς χεῖρας ἀβλαβὴς ἐκφυγών. Ὡς δὲ καθ’ ἑαυτὸν τὴν ἔνστασιν καὶ τὴν ἀνδρίαν, μᾶλλον δὲ τὴν ἀκινησίαν μου πρὸς τὸ πάθος ἐθαύμαζον, καὶ «Πόθεν τοῦτο ἀσυνήθως» μοῦ λογιζομένου, «τὸ τρόπαιον γέγονεν, ἵνα καὶ κοιμώμενος ἀντιμάχωμαι καὶ ἰσχυρότερος τῶν ἀντιπάλων καὶ ἐχθρῶν μου γίνωμαι καὶ κατὰ κράτος αὐτοὺς νίκην νικῶ παραδόξως διὰ Χριστοῦ;» —ὢ τοῦ θαύματος, εὐθὺς ὃν ἐν τῷ οὐρανῷ εἶναι ἐνόμιζον ἐντὸς μοῦ τοῦτον εἶδον, σὲ λέγω τὸν ἐμὸν Δημιουργὸν καὶ Βασιλέα Χριστόν, καὶ τότε ἔγνων εἶναι σὴν τὴν νίκην, ἥν με νενικηκέναι ἐποίησας τὸν διάβολον.

Ἀλλ’ ὅμως οὔπω ἐγίνωσκον, Δέσποτα, ὅτι σὺ ᾖς, ὁ ἀπὸ πηλοῦ πλάσας με, ταῦτά μοι πάντα χαρισάμενος τὰ καλά. Οὔπω ἔγνων ὅτι αὐτὸς σὺ ὑπῆρχες ὁ ἀνυπερήφανος Θεός μου καὶ Κύριος. Οὔπω γὰρ φωνῆς σου ἠξιώθην ἀκοῦσαι, ἵνα γνωρίσω σε, οὔπω ᾖς εἰπών μοι μυστικῶς ὅτι «Ἐγώ εἰμι.» Ἀνάξιος γὰρ ἐτύγχανον καὶ ἀκάθαρτος, ἔτι τὰ ὦτα τῆς ψυχῆς ἐμπεφραγμένα τῷ τῆς ἁμαρτίας ἔχων πηλῷ καὶ τοὺς ὀφθαλμούς μου κεκρατημένους ὑπὸ ἀπιστίας καὶ ἀγνοίας καὶ τῆς τῶν παθῶν αἰσθήσεως καὶ ἀχλύος. Καὶ σὲ μὲν οὕτω τὸν Θεόν μου ἑώρων· μὴ εἰδὼς δὲ μηδὲ προπεπιστευκὼς ὅτι Θεός, καθ’ ὅσον οἷόν τε ὁρᾶσθαι, ὁρᾶταί τινι, οὐκ ἐνενόουν ὅτι Θεὸς ἢ Θεοῦ δόξα ἐστὶ τὸ ποτὲ μὲν οὕτω μοι ποτὲ δὲ ἄλλως δεικνύμενον, ἀλλὰ τὸ μὲν ἀσύνηθες κατέπληττέ με τοῦ θαύματος, χαρᾶς δὲ ὅλην μου τὴν ψυχὴν ἐπλήρου καὶ τὴν καρδίαν, ὡς καὶ αὐτό μου οἴεσθαί με τὸ σῶμα μεταλαμβάνειν τῆς χάριτος τῆς ἀφάτου ἐκείνης.

Οὔπω δὲ τὸ τίς ᾖς ὁ ὁρώμενος τρανῶς τότε ἐγίνωσκον. Τέως ἑώρων συχνότερον φῶς, ποτὲ μὲν ἔνδον, ὅτε γαλήνης καὶ εἰρήνης ἡ ψυχή μου ἀπήλαυε, ποτὲ δὲ ἔξω που μακρὰν ἐφαίνετο ἢ καὶ τελείως ἐκρύπτετο καὶ κρυπτόμενον θλῖψίν μοι ἐνεποίει ἀφόρητον, λογιζομένου μου ὡς οὐκέτι πάντως φανήσεται. Ἀλλά μοι πάλιν θρηνοῦντι καὶ κλαίοντι καὶ πᾶσαν ἐνδεικνυμένῳ ξενιτείαν καὶ ὑπακοὴν καὶ ταπείνωσιν ἐπεφαίνετο ὥσπερ ὁ ἥλιος, τὸ πάχος τοῦ νέφους διατέμνων καὶ κατὰ μικρὸν προσηνὴς καὶ σφαιροειδὴς ἐνδεικνύμενος.

Οὕτως οὖν ὁ ἄφραστος σύ, ὁ ἀόρατος, ὁ ἀναφής, ὁ ἀκίνητος, ὁ πανταχοῦ ἀεὶ καὶ ἐν πᾶσι παρὼν καὶ τὰ πάντα πληρῶν, καθ’ ὥραν, ἵν’ εἴπω, ἐν ἡμέρᾳ τε καὶ νυκτὶ ὁρώμενος καὶ κρυπτόμενος, ἀπιὼν καὶ ἐρχόμενος, γινόμενος ἀφανὴς καὶ αἴφνης φαινόμενος, κατὰ μικρὸν μικρὸν τὸ σκότος ἐν ἐμοὶ ἀπεδίωξας, τὸ νέφος ἀπήλασας, τὸ πάχος ἐλέπτυνας, τὴν λήμην τῶν νοερῶν ὀφθαλμῶν ἀπεκάθηρας, τὰ ὦτα τῆς διανοίας ἀπέφραξας καὶ διήνοιξας, τῆς ἀναισθησίας περιῆρας τὸ κάλυμμα, σὺν τούτοις πᾶν πάθος καὶ πᾶσαν σαρκικὴν ἡδονὴν κατεκοίμησας καὶ τέλεον ἀπ’ ἐμοῦ ἐξώρισας. Τοιγαροῦν καὶ τοιοῦτόν με ἀπεργασάμενος, τὸν οὐρανὸν παντὸς νέφους ἐκάθηρας· οὐρανὸν δὲ λέγω τὴν καθαρθεῖσαν ψυχὴν ἐν ᾗ ἀοράτως, οὐκ οἶδ’ ὅπως ἢ πόθεν ἐρχόμενος, ὁ πανταχοῦ παρὼν αἴφνης εὑρίσκῃ καὶ ὡς ἄλλος ἥλιος ἀναδείκνυσαι.

Βαβαὶ τῆς ἀφράστου συγκαταβάσεως! Ταῦτα πρὸς ἡμᾶς τοῦ Θεοῦ τὰ θαυμάσια, ἀδελφοί! Ἀνερχομένων δὲ ἡμῶν ἐπὶ τὸ τελεώτερον, οὐκέτι ὡς τὸ πρότερον ἄμορφος ἢ ἀνείδεος ὁ ἄμορφος καὶ ἀνείδεος ἔρχεται ἢ τὴν παρουσίαν καὶ ἄφιξιν τοῦ φωτὸς αὐτοῦ σιωπῇ πρὸς ἡμᾶς ἀπεργάζεται. Ἀλλὰ πῶς; Ἐν μορφῇ τινι, πλὴν Θεοῦ· Θεὸς δὲ οὐκ ἐν σχήματι ἢ ἐκτυπώματι, ἀλλ’ ἐν ἀκατανοήτῳ καὶ ἀμηχάνῳ καὶ ἀμόρφῳ μεμορφωμένος φωτὶ ἁπλοῦς δείκνυται—οὐδὲν γὰρ πλέον εἰπεῖν ἢ ἐκφράσαι δυνάμεθα—, τέως ἐμφανῶς δείκνυται καὶ γνωρίζεται πάνυ γνωστῶς καὶ λίαν ὁρᾶται τρανῶς ὁ ἀόρατος, ἀοράτως λαλεῖ καὶ ἀκούει καί, ὡς εἴ τις φίλος πρὸς φίλον ἐνώπιος ἐνωπίῳ, προσομιλεῖ ὁ φύσει Θεὸς τοῖς κατὰ χάριν ἐξ αὐτοῦ γεννηθεῖσι θεοῖς, καὶ ὡς πατὴρ ἀγαπᾷ καὶ παρὰ τῶν υἱῶν φιλεῖται ἄγαν θερμῶς καὶ γίνεται τούτοις ξένον θέαμα καὶ φρικτότερον ἄκουσμα, μήτε λαλεῖσθαι παρ’ αὐτῶν ἀξίως δυνάμενον, μήτε σιωπῇ συγκαλύπτεσθαι ἀνεχόμενον· οὗ τῷ πόθῳ ἀεὶ ἀναπτόμενοι καὶ μυστικῶς παρ’ αὐτοῦ ἐνηχούμενοι, ποτὲ μὲν περὶ τῶν ἀλλοτρίων παθῶν ἀποδυρόμενοι γράφουσι, ποτὲ δὲ τὰ ἑαυτῶν θριαμβεύουσι πταίσματα.

Καὶ ποτὲ μέν, τὰς εἰς αὐτοὺς γενομένας εὐεργεσίας καὶ ἐνεργείας τῆς χάριτος εὐχαρίστως ἐκδιηγούμενοι, θεολογικῶς ἀνυμνοῦσι τὸν θεουργικῶς αὐτοὺς ἀλλοιώσαντα· ποτὲ δέ, εἴ τι ἐναντίως καὶ ἐσφαλμένως λεγόμενον περὶ τῆς ψυχικῆς σωτηρίας ἡμῶν ἀκούσωσι, κατὰ τὸ δοθὲν αὐτοῖς μέτρον τῆς γνώσεως διορθούμενοι, τοῦτο γράφουσι, τὰς μαρτυρίας ἀπὸ τῶν θείων παριστῶντες Γραφῶν καὶ ἠρεμεῖν ὅλως ἢ κόρον τῆς διηγήσεως λαβεῖν οὐκ ἰσχύουσι. Τίνα τρόπον;

Ἐπειδὴ οὐκέτι ἑαυτῶν, ἀλλὰ τοῦ ἐν αὐτοῖς εἰσι Πνεύματος, οὓς καὶ κινεῖ καὶ ὑπ’ αὐτῶν πάλιν κινεῖται αὐτό, καὶ γίνεται ἐν αὐτοῖς πάντα ὅσα ἐν ταῖς θείαις ἀκούεις Γραφαῖς περὶ τῆς βασιλείας τῶν οὐρανῶν λεγόμενα, μαργαρίτης, κόκκος σινάπεως, ζύμη, ὕδωρ, πῦρ, ἄρτος, πόμα ζωῆς, πηγὴ ζῶσά τε καὶ ἁλλομένη, ποταμοὺς ῥέουσα λόγων πνευματικῶν, λόγων θείας ζωῆς, —λαμπάς, κλίνη, παστάς, νυμφών, νυμφίος, φίλος, ἀδελφὸς καὶ πατήρ. Καὶ τί πολλὰ λέγων πειρῶμαι τὰ πάντα διεξελθεῖν καὶ ἰδού εἰσιν ἀναρίθμητα; ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς γλῶσσα μετρήσασα ταῦτα λόγῳ ἐκδιηγήσεται; ὄντως οὐδαμῶς. Εἰ γὰρ καὶ ἐντὸς ἡμῶν πάντα διὰ τὸ τὸν πάροχον τούτων Θεὸν περιφέρειν κεκτήμεθα, ἀλλ’ οὔτε νοῒ ἐκμετρῆσαι, οὔτε λόγῳ ἐξηγήσασθαι ταῦτα ὅλως δυνάμεθα.

Ταῦτα τοίνυν ἐγράψαμεν, ὦ πατέρες καὶ ἀδελφοί, οὐκ ἐνδείξεως χάριν, μὴ γένοιτο—τί γὰρ καὶ ἔχομεν ἡμέτερον τοῦ ἐνδείξασθαι, εἰ μὴ ἐκ κοιλίας μητρὸς ἡμῶν ἁμαρτίας καὶ ἀκαθαρσίας καὶ ἀνομίας πολλάς, αἷς ὡς οἶμαι οὐδὲ ἡ θαλαττία ψάμμος τῷ πλήθει συνεξισάζεται; —ἀλλὰ τοῦ Θεοῦ τὰ θαυμάσια φανεροῦμεν καὶ παρατιθέμεθα ὑμῖν, εἰ καὶ μὴ ἀξίως, ἀλλ’ οὖν κατά γε τὴν ἡμετέραν δύναμιν· πρὸς τούτοις καὶ ἵνα τοὺς οἰομένους Πνεῦμα Ἅγιον ἀγνώστως ἔχειν ἀπὸ τοῦ θείου βαπτίσματος διὰ ταύτης τῆς ἐξηγήσεως ὠφελήσωμεν.

Διδάσκει γὰρ ὁ λόγος ἡμᾶς τὴν ἐνοῦσαν ἐν πρώτοις ἡμῖν παντελῆ σκότωσίν τε καὶ ζόφωσιν ἤγουν τὴν ἀλλοτρίωσιν τοῦ θείου φωτός, ὅτε δηλαδὴ καὶ τὴν περὶ Θεοῦ ἄγνοιαν σαφῶς διεξέρχεται, ἔπειτα τὸν ἐκ τῆς συνειδήσεως γινόμενον ἔλεγχον, εἶτα τὸν φόβον, εἶτα τὴν ἐπιθυμίαν τῆς ἀφέσεως τῶν χρεῶν—ὅτε καὶ μεσίτην ὁ ἄνθρωπος ἐπιζητεῖ πρὸς τοῦτο καὶ βοηθόν, ὡς μὴ δυνάμενος δηλονότι μόνος ἀναιδῶς προσελθεῖν διὰ τὸ καταβαρεῖσθαι αὐτὸν ὑπὸ πολλῶν τῆς αἰσχύνης ἁμαρτιῶν—, εἶτα τὴν ἐπιτυχίαν τοῦ μεσίτου καὶ ποιμένος καὶ πρεσβευτοῦ· καὶ πῶς τῇ νοερᾷ ἐλλάμψει τοῦ Πνεύματος καὶ τοῦτον τεθέαται, ὃ καὶ ἀρχὴν γενομένην ἐλλάμψεως δείκνυσιν, ἧς πρώην ὑπῆρχεν ἀμύητος, πῶς τε μετὰ τὸ γενέσθαι τὴν ἀποκάλυψιν πάλιν ἡ θεωρία παρῆλθε τοῦ Πνεύματος καί, στερηθεὶς ταύτης, πάλιν ἐν σκότει ἁμαρτιῶν πολλῶν περιέπεσε. Μετὰ δὲ ταῦτα καὶ τὴν διὰ τοῦ ποιμένος δευτέραν κλῆσιν ἐδήλωσεν, εἶτα τὴν ὑπακοήν, τὴν πίστιν, τὴν ταπείνωσιν, τὴν ὑποταγήν, ἐκ δὲ τούτων τὴν κατὰ μικρὸν ἐν γνώσει καὶ θεωρίᾳ γινομένην ἐν ἡμῖν ἐναργεστάτην ἀλλοίωσιν, ἣν ὁ μὴ ἐπεγνωκὼς ἐν ἑαυτῷ γενομένην κατὰ τὴν τοῦ λόγου ἐξήγησιν, οὐ δυνατὸν ἔχειν Πνεῦμα Ἅγιον τὸν τοιοῦτον κατοικοῦν ἐν αὐτῷ.

Ἀλλὰ ταῦτα μὲν ὁ λόγος, καθώς μοι ἄνωθεν εἴρηται, διεξοδικώτερον διερχόμενος, οὐ καυχωμένους ἡμᾶς ἀποδεικνύει, ἀλλὰ διηγουμένους τὰ θαυμάσια τοῦ Θεοῦ, ἃ ἐν τοῖς ἐκζητοῦσιν αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας φιλαγάθως ἐργάζεται, ὡς ἂν πᾶσα πρόφασις καὶ παρακοὴ ἔνδικον ἀπολήψεται τὴν μισθαποδοσίαν ἐν ἡμέρᾳ ᾗ κρινεῖ ὁ Θεὸς τὸ γένος τῶν ἀνθρώπων, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.