Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Εὐχαριστίαι (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Δεύτερη Ευχαριστία: Δημιουργία, πτώση και θεία παρέμβαση

Η έναρξη της δεύτερης Ευχαριστίας με δοξολογία για τη δημιουργία, την ενανθρώπηση και το βάπτισμα, καθώς και η εξομολόγηση για την πτώση στην αμαρτία και τη σωτήρια επέμβαση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 3 από 5

Τοῦ ἁγίου καὶ μεγάλου πατρὸς ἡμῶν Συμεὼν τοῦ Νέου. Εὐχαριστία πρὸς Θεὸν περὶ τῶν γεγονότων εὐεργεσιῶν εἰς αὐτὸν παρ’ αὐτοῦ. Ἐν ᾗ καὶ περὶ εὐχῆς πνευματικῆς καὶ τῆς ἐν ταύτῃ προκοπῆς. Καὶ περὶ ἐλλάμψεως θείας θεωρίας τε ἀπλανοῦς καὶ ἀγάπης τῆς πρὸς Θεόν.

Εὐχαριστῶ σοι, Δέσποτα, Κύριε οὐρανοῦ καὶ γῆς, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρὸ καταβολῆς κόσμου γενέσθαι με προορίσας. Εὐχαριστῶ σοι, ὅτι πρὸ τοῦ φθάσαι τὴν ἡμέραν καὶ ὥραν, ἐν ᾗ ἐκέλευσας παραχθῆναί με, αὐτὸς ὁ μόνος ἀθάνατος, ὁ μόνος παντοδύναμος, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, κατελθὼν ἐξ ὕψους ἁγίου σου, τῶν κόλπων τῶν πατρικῶν μὴ ἐκστὰς καὶ ἐκ τῆς ἁγίας Παρθένου Μαρίας σαρκωθεὶς καὶ γεννηθείς, προανέπλασας καὶ προεζώωσας καὶ τοῦ προπατορικοῦ με πτώματος ἠλευθέρωσας καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον προηυτρέπισας.

Εἶτα καὶ παραχθέντα με καὶ κατὰ μικρὸν αὐξάνοντα, αὐτὸς καὶ τῷ τῆς ἀναπλάσεως ἁγίῳ βαπτίσματί σου ἐξανεκαίνισας, καὶ τῷ Ἁγίῳ Πνεύματι κατεκόσμησας, καὶ ἄγγελον φωτὸς φύλακά μοι κατέστησας, καὶ ἀπὸ τῶν ἐναντίων ἔργων καὶ τῶν τοῦ ἐχθροῦ παγίδων μέχρι τελείας ἡλικίας με ἄτρωτον διεφύλαξας.

Ἐπεὶ δὲ οὐ βίᾳ ἡμᾶς, ἀλλ’ αὐτοπροαιρέτῳ γνώμῃ σῴζεσθαι ἐδικαίωσας, εἴασας κἀμὲ τῷ αὐτεξουσίῳ τιμᾶσθαι καὶ τὴν πρὸς σὲ ἀγάπην ἐκ τῆς τῶν ἐντολῶν σου φυλακῆς αὐτοπροαίρετον ἐπιδείκνυσθαι, ἐγὼ δὲ ὁ ἀγνώμων καὶ καταφρονητής, ὥσπερ ἵππος ἀπολυθεὶς ἐκ δεσμῶν, οὕτω τὴν ἀξίαν τῆς αὐτεξουσιότητος λογισάμενος, εἰς κρημνὸν ἐμαυτόν, τῆς σῆς δεσποτείας ἀποσκιρτήσας, ἀπέρριψα. Κἀκεῖ με κείμενον καὶ ἀναισθήτως ἐγκυλιόμενον καὶ ἐπὶ πλεῖον συντριβόμενον, οὐκ ἀπεστράφης, οὐκ εἴασας κεῖσθαι καὶ τῷ βορβόρῳ μολύνεσθαι, ἀλλὰ διὰ σπλάγχνα ἐλέους σου ἐξαπέστειλας κἀκεῖθέν με ἀνήγαγες καὶ λαμπρότερον ἐτίμησας, καὶ ἀπὸ βασιλέων καὶ ἀρχόντων, ὡς σκεῦος ἄτιμον βουληθέντων μοι χρήσασθαι εἰς λειτουργίαν τῶν θελημάτων αὐτῶν, ἀρρήτοις σου κρίμασιν ἀπελύτρωσας· δῶρα χρυσίου καὶ ἀργυρίου, καίτοι φιλαργύρου μου ὄντος, λαβεῖν με οὐκ εἴασας, δόξαν καὶ περιφάνειαν βίου, διδομένην μοι εἰς ἀπεμπόλησιν τοῦ ἁγιασμοῦ σου, ὡς βδέλυγμα ταύτην λογίσασθαι ἐδωρήσω μοι.

Ἀλλὰ ταῦτα πάντα, ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, εἰς οὐδὲν πάλιν θέμενος, εἰς λάκκον καὶ ἰλὺν βυθοῦ αἰσχρῶν ἐννοιῶν τε καὶ πράξεων ἐμαυτὸν ὁ ἄθλιος ἐναπέρριψα, κἀκεῖ κατελθὼν τοῖς ἐγκεκρυμμένοις ἐν τῷ σκότει περιέπεσον, ἐξ ὧν οὐκ ἐμαυτὸν ἐγὼ μόνος, ἀλλ’ οὐδὲ ὁ σύμπας κόσμος εἰς ἓν ἀθροισθεὶς ἐκεῖθεν ἀναγαγεῖν με καὶ τῶν χειρῶν αὐτῶν ἐξελέσθαι ἠδύνατο.

Ὅμως ἐκεῖσε κρατούμενόν με ἐλεεινῶς καὶ ἀθλίως περισυρόμενον καὶ συμπνιγόμενον καὶ καταπαιζόμενον παρ’ αὐτῶν, ὁ εὔσπλαγχνος σὺ καὶ φιλάνθρωπος Δεσπότης, οὐ παρεῖδές με, οὐκ ἐμνησικάκησας, οὐκ ἀπεστράφης μου τὴν ἀγνώμονα γνώμην, οὐκ ἐπὶ πολὺ ἀφῆκας ὑπὸ τῶν ληστῶν ἐθελοντὶ τυραννεῖσθαί με. Ἀλλ’ εἰ καὶ ἐγὼ ἀναισθήτως συναπαγόμενος αὐτοῖς ἔχαιρον, σὺ ἀσχημόνως ὁρᾶν με περιαγόμενον καὶ συρόμενον οὐκ ἔφερες, Δέσποτα, ἀλλ’ ἐσπλαγχνίσθης, ἀλλὰ ἠλέησας καὶ οὐκ ἄγγελον, οὐδὲ ἄνθρωπον πρὸς μὲ τὸν ἁμαρτωλὸν καὶ ἄθλιον ἐξαπέστειλας, ἀλλ’ αὐτὸς σὺ ὑπὸ τῶν τῆς ἀγαθότητός σου σπλάγχνων κινούμενος, τῷ βαθυτάτῳ λάκκῳ ἐκείνῳ ἐπικλιθεὶς καὶ ἐν τῷ βάθει τοῦ βορβόρου κάτω που συγκεχωσμένῳ καὶ καθημένῳ τὴν ἄχραντόν σου ὑφήπλωσας χεῖρα, κἀμοῦ μὴ ὁρῶντός σε—ποῦ γὰρ καὶ εἶχον ἢ πῶς ἀναβλέψαι ὅλως ἴσχυσα ἄν, ὑπὸ τοῦ βορβόρου συγκεκαλυμμένος καὶ συμπνιγόμενος; —τῶν τριχῶν τῆς κεφαλῆς μου ἐκράτησας κἀκεῖθέν με βιαίως σύρων ἀνέσπασας, ἐμοῦ τῶν μὲν πόνων καὶ τῆς πρὸς τὰ ἄνω ἀθρόας φορᾶς αἰσθανομένου καὶ ὅπως ἀνέρχομαι, ἀγνοοῦντος δὲ ὑπὸ τίνος ὅλως ἀνάγομαι ἢ τίς ποτέ ἐστιν ὁ κρατῶν καὶ ἀνάγων με.