Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Εὐχαριστίαι (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Υπακοή στον πνευματικό πατέρα και σταδιακός φωτισμός

Η καθοδήγηση από τον πνευματικό πατέρα προς τις πηγές της καθάρσεως, η υπέρβαση των κοινωνικών επικρίσεων μέσω της πίστεως και η απαρχή της καταύγασης από το θείο φως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 4 από 5

Ἀλλ’ ἀναγαγὼν καὶ στήσας με ἐπὶ τὴν γῆν, δούλῳ σου καὶ μαθητῇ παραδέδωκας, ὅλον ὄντα με ῥυπαρὸν καὶ ὑπὸ τοῦ βορβόρου τοὺς ὀφθαλμούς, τὰ ὦτα καὶ τὸ στόμα ἐμπεφραγμένον, καὶ μηδὲ οὕτω σε βλέποντα ὅστις εἶ, εἰ μὴ μόνον γνόντα ὁποῖός τίς ποτε ἀγαθὸς καὶ φιλάνθρωπος ὑπάρχεις, τοῦ βαθυτάτου με λάκκου ἐκείνου καὶ βορβόρου ἐξήγαγες. Εἰπὼν οὖν μοι· «Κράτησον καὶ τῷ ἀνθρώπῳ τούτῳ κολληθεὶς ἀκολούθησον· οὗτος γάρ σε ἀπαγαγὼν ἀπολούσειε», πίστιν τε βεβαίαν εἰς τοῦτόν μοι χαρισάμενος, ὑπεχώρησας. Ποῦ οὖν γεγονὼς ᾖς, ἀγνοῶ.

Τῷ γοῦν ὑποδειχθέντι μοι παρὰ σοῦ, πανάγιε Δέσποτα, κατὰ τὸ πρόσταγμά σου ἀμεταστρεπτὶ ἠκολούθησα, κἀκείνου πρὸς τὰς βρύσεις καὶ τὰς πηγὰς κόπῳ πολλῷ ἀγαγόντος με, τυφλὸν ὄντα καὶ ὄπισθεν ἐφελκόμενον ἐκείνου τῇ παρὰ σοῦ μοι δοθείσῃ χειρὶ τῆς πίστεως καὶ ἀκολουθεῖν ἀναγκαζόμενον, ἔνθα βλέπων ἐκεῖνος καλῶς τοὺς πόδας ἀνελάμβανε καὶ διὰ τῶν λίθων καὶ βοθύνων καὶ σκανδάλων διήρχετο ἁπάντων ὑπεραλλόμενος, ἐμὲ εἰς ταῦτα προσκρούειν καὶ ἐμπίπτειν συνέβαινε, καὶ πολλοὺς πόνους καὶ πολλὰς κακώσεις καὶ θλίψεις ὑπέμεινα. Ἀλλὰ γὰρ ἐκεῖνος μὲν ἐν πάσῃ πηγῇ καὶ βρύσει ἀφ’ ἑαυτοῦ καθ’ ὥραν ἐνίπτετο καὶ ἐλούετο, ἐγὼ δὲ μὴ βλέπων παρηρχόμην τὰς πλείω. Εἰ μὴ γὰρ ἐκεῖνος τῆς χειρὸς ἐκράτησέ μου καὶ πρὸς τῇ πηγῇ ἔστησε καὶ τὰς χεῖρας ὡδήγησέ μου τοῦ νοός, οὐδ’ ὅπου ποτὲ οὖσαν ἠδυνάμην εὑρεῖν τὴν βρύσιν τοῦ ὕδατος. Ὑποδείξαντος δὲ καὶ πολλάκις ἐάσαντός με τοῦ νίψασθαι, σὺν τῷ καθαρῷ ὕδατι καὶ πηλόν που προσπαρακείμενον τῇ πηγῇ καὶ βόρβορον ἴσως ἐν ταῖς παλάμαις συνανελάμβανον καὶ τὸ πρόσωπόν μου ἐμόλυνον, ἀλλὰ καὶ τὴν βρύσιν πολλάκις ψηλαφῶν τοῦ ὕδατος εὑρεῖν συγκατέσπων τὸν χοῦν καὶ τὸν βόρβορον ἀνετάρασσον καὶ μὴ βλέπων ὅλως, μολύνων τῷ βορβόρῳ τὸ πρόσωπον ὥσπερ ἐν ὕδατι, καθαρῶς ἐνόμιζον ἀποπλύνεσθαι.

Πῶς δὲ τὴν ἐκ τούτου πάλιν ἀνάγκην καὶ βίαν ἐκδιηγήσομαι; Οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν πολλάκις διαμαρτυρουμένων καὶ ὑποτιθεμένων καὶ καθ’ ἑκάστην λεγόντων μοι· «Τί ματαιοπονεῖς, ἀφρόνως ποιῶν, καὶ τῷ ἐμπαίκτῃ τούτῳ καὶ πλάνῳ ἀκολουθεῖς, ἀναβλέψαι ματαίως καὶ ἀνωφελῶς προσδοκῶν; Οὐδὲ γὰρ νῦν δυνατόν. Τί καὶ τοὺς πόδας προσκρούων καὶ αἱμάσσων ἀκολουθεῖς; Τί δὲ μὴ μᾶλλον ἐλεήμοσι προσέρχῃ, παρακαλοῦσι τοῦ ἀναπαύειν καὶ διατρέφειν καὶ καλῶς θεραπεύειν σε; Οὐ γὰρ ἐνδέχεταί σε τῆς λέπρας ἀπαλλαγῆναι τῆς ψυχικῆς, οὐδὲ νῦν ἀναβλέψαι ποτέ.

Πόθεν γὰρ ὁ ἐμπαίκτης αὐτὸς ἀνεφάνη ἄρτι θαυματουργός, ὑπισχνούμενός σοι τὰ παρὰ πᾶσιν ἀνθρώποις τῆς νῦν γενεᾶς ὄντα ἀδύνατα; Οὐαί σοι, ὅτι καὶ τὴν διδομένην σοι θεραπείαν παρὰ τῶν φιλοχρίστων καὶ φιλαδέλφων καὶ συμπαθῶν ἀνδρῶν ἀπολέσεις καὶ τὰς κακώσεις καὶ θλίψεις, ἃς ὑφίστασαι ἐπὶ ματαίαις ἐλπίσιν, ὑπομενεῖς καὶ τῶν ἐπαγγελλομένων σοι ὑπὸ τοῦ ἀπατεῶνος καὶ πλάνου αὐτοῦ ἐπ’ ἀληθείας ἐκπέσῃς. Τί γὰρ καὶ ἰσχύει ὅλως; καὶ ἡμῶν δίχα σὺ οὐ συλλογίζῃ ἐν σεαυτῷ, οὐδὲ φρονεῖς; Τί δαί; Οὐχὶ καὶ ἡμεῖς πάντες βλέπομεν; Ἢ τυφλοί, ὡς ὁ πεπλανημένος αὐτός σοι λέγει, ὑπάρχομεν; Ὄντως βλέπομεν ἅπαντες, καὶ οὐκ ἔστιν ἄλλη μείζων ταύτης, μὴ ἀπατῶ, ἀνάβλεψις.» Ἀλλὰ τούτων με πάντων, σὺ ὁ ἐλεήμων καὶ εὔσπλαγχνος, τῶν ὄντως ἀπατεώνων καὶ πλάνων, τῶν ἀνατροπὴν θολερὰν τὸν πλησίον ποτιζόντων, ἐρρύσω με διὰ τῆς χαρισθείσης μοι παρὰ σοῦ πίστεως καὶ ἐλπίδος, δι’ ἧς καὶ τὰ ῥηθέντα καὶ ἄλλα πλείονα ἐνίσχυσας ὑπομεῖναί με.

Ἀλλὰ γὰρ ἐν ἅπασι τούτοις καρτερήσαντι καὶ μὴ ἀφισταμένῳ μοι, οὕτω πως τεθολωμένως καὶ ψηλαφητῶς καθ’ ἑκάστην ἀπονιπτομένῳ καὶ τῷ δοκεῖν ἀπολουομένῳ, ὡς ὁ ἀπόστολός σου καὶ μαθητής με ἐδίδασκε, ποτὲ περιπατοῦντι καὶ πρὸς τὴν πηγὴν τρέχοντι, αὐτὸς σὺ πάλιν, ὁ καὶ πρώην ἐκ τοῦ βορβόρου ἐκσπάσας με, ἐν τῇ ὁδῷ προσυπήντησας.

Καὶ τότε πρῶτον τῇ τοῦ προσώπου σου ἀχράντῳ αἴγλῃ τὰ ἀσθενῆ μου περιήστραψας ὄμματα, καὶ ὃ ἔχειν ἐδόκουν φῶς κἀκεῖνο ἀπώλεσα, γνωρίσαι σε μὴ δυνηθείς. Καὶ πῶς ἂν ἠδυνήθην, οὗτινος οὐδὲ τὴν τοῦ προσώπου αἴγλην ἰδεῖν, οὐδὲ καταμαθεῖν ἢ κατανοῆσαι ἐξίσχυσα, σὲ αὐτὸν ἰδεῖν ἢ γνῶναι, ὅστις ποτὲ ᾖς; Ἔκτοτε οὖν συχνοτέρως καὶ πρὸς αὐτῇ τῇ πηγῇ ἱσταμένου μου, ὁ ἀνυπερήφανος οὐκ ἀπηξίους κατέρχεσθαι, ἀλλὰ παραγινόμενος καὶ κρατῶν μου πρῶτον τὴν κεφαλήν, ἐνέβαπτες αὐτὴν ἐν τοῖς ὕδασι καὶ καθαρώτερον ἐποίεις ὁρᾶν με τὸ φῶς τοῦ προσώπου σου. Εὐθὺς δὲ ἀφίπτασο, μὴ διδοὺς ἐννοεῖν με ὅστις αὐτὸς ᾖς, ὁ ταῦτα ποιῶν, ἢ ὅθεν τε ἦλθες ἢ ποῦ ἀφίκεσαι, οὐδὲ γὰρ ἔτι τοῦτο ἐδίδως μοι. Οὕτω δὲ ἐρχομένου ἐπὶ χρόνον καὶ ἀπιόντος σου, κατ’ ὀλίγον ἐφαίνου πλέον καὶ πλέον κἀμὲ περιήντλεις τοῖς ὕδασι καὶ καθαρώτερον ὁρᾶν καὶ πλέον φῶς ἐχαρίζω μοι.